Παρασκευή 12 Οκτωβρίου 2012

Συμεών Ν.Θεολόγου

Θείων Ερώτων Ύμνοι



Ἄφες κόσμον ἅπαντα καὶ τοὺς ἐν κόσμῳ·
μόνον προσλαβοῦ τὸ μακάριον πένθος.
Θρήνησον μόνα τὰ κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καὶ τῶν ἁγίων.
Μηδενὸς ἄλλου φροντίσῃς ἐκτὸς τούτου,
ἀλλὰ καὶ τὸ σῶμά σου ὡς ξένον ἔχε
καὶ κάτω βλέπε ὡς κατακεκριμένος
καὶ τὴν ἐπὶ θάνατον ὁδὸν βαδίζων
στέναζε ἀεὶ ἐκ βάθους τῆς καρδίας
καὶ τὸ πρόσωπον μόνοις δάκρυσι πλῦνε.
Τοὺς δὲ πόδας σου, τοὺς εἰς κακὰ δραμόντας
μὴ θελήσῃς ὕδατι νίψαι μηδόλως,
ναὶ δή, καὶ τὰς χεῖράς σου συνεσταλμένας ἔχε·
ταύτας ἀναιδῶς πρὸς Θεὸν μὴ ἐκτείνῃς,
ἃς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν.
Κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης
-εὐχερὴς  καὶ γὰρ αὕτη πρὸς ἁμαρτίαν -,
ἐπεὶ δι᾿ αὐτῆς μόνης καὶ τῶν μεγάλων
πολλοὶ ἀπεσφάλησαν ὁδοῦ εὐθείας
καὶ ἀπώλεσαν οὐρανῶν βασιλείαν.
(52) Ταύτης δὲ πρῶτον φράξον τὰς ἀκοάς σου,
ἀκούειν μηδὲν τῶν αἰσχρῶν καὶ ματαίων,
καὶ τότε ἴσως κυριεύσεις καὶ ταύτης.
Ἄκουε μόνας πατρός σου νουθεσίας,
ποιοῦ ταπεινὰς πρὸς αὐτόν ἀποκρίσεις
καὶ ὡς τῷ Θεῷ λέγε τοὺς λογισμούς σου
μέχρι προσβολῆς καὶ μηδὲν ἀποκρύψῃς.
Μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου,
μηδὲ κοιμηθῇς μήτε φάγῃς ἢ πίῃς.
Καὶ ὅτε ταῦτα φυλάξῃς ἐπὶ χρόνοις,
μηδὲν δοκήσῃς μέγα κατωρθωκέναι·
καὶ γὰρ ἔσπειρας ἐν ἱδρῶτι καὶ κόπῳ,
οὔπω δὲ καρπὸν τῶν σῶν πόνων ἐδρέψω.
Μὴ οὖν πλανηθῇς ἢ δόξῃς εὑρηκέναι,
Πρὶν ἢ ὀφθαλμοὺς ψυχικοὺς ἐπικτήσῃ
καὶ σῆς καρδίας καθαρθῶσι τὰ ὦτα
τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου
καὶ πνευματικῶς βλέπειν τε καὶ ἀκούειν
καὶ ἀλλοτριοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ,
καὶ γὰρ θεάσῃ πολλὰ τῶν ἀνεκφράστων
καὶ ἀκούσεις πλείονα πανεξαισίως,
ἃ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι.
Φρικτὸν οὖν θαῦμα πνευματικῶς ἀκούειν,
καὶ τὸ οὕτως βλέπειν δὲ θαῦμα θαυμάτων!
Οὐδὲν σαρκικὸν ἐννοεῖ ποτε ὁ τοιοῦτος,
πατεῖ δὲ τὴν γῆν ὡς εἰς ἀέρα βαίνων,
πάντα τε ὁρᾷ μέχρι καὶ τῶν ἀβύσσων
καὶ κατανοεῖ τὰ ποιήματα πάντα,
γνωρίζει Θεόν, ἐκπλήττεται τῷ φόβῳ
καὶ ὡς ποιητὴν προσκυνεῖ καὶ δοξάζει·
μέγα τὸ γνωρίσαι δὲ τὴν δεσποτείαν,
(53) κἄν πάντες νομίζωσι τοῦτο εἰδέναι,
ἀπατῶνται δὲ πλεῖστοι, μὴ ἀμφιβάλλῃς!
Τοῦτο ἴσασιν οἱ φωτισθέντες,
οἱ δ᾿ ἄλλοι πάντες, ὤ, τῆς δεινῆς ἀγνοίας,
σκοτεινότεροί εἰσι καὶ τῶν δαιμόνων.
Ἀλλ᾿ ὦ Κύριε καὶ Κτίστα τῶν ἁπάντων,
Ὃς ἐποίησας ζῷον θνητὸν ἐκ γῆς με
καὶ ἐτίμησας χάριτι ἀθανάτῳ
καὶ ζῇν δέδωκας καὶ λαλεῖν καὶ κινεῖσθαι
καὶ δοξάζειν σε, τὸν Δεσπότην τῶν ὅλων,
αὐτός, Δέσποτα, δός μοι τῷ ταλαιπώρῳ
καὶ προσπίπτειν σοι καὶ αἰτεῖν τὸ συμφέρον.
Ἀγνοῶ καὶ γάρ, πῶς παρήχθην ἐν κόσμῳ
καὶ τί τὰ τῇδε, ἃ νομίζουσιν εἶναι·
τίς ἡ ὅρασις ἡ ἐμή, ὦ Θεέ μου,
τί δὲ τὰ ὁρώμενα, εἰπεῖν οὐκ ἔχω,
πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες
καὶ κρίσιν ὀρθὴν οὐκ ἔχομεν τῶν ὄντων.
Χθὲς ἦλθον πάντως καὶ αὔριον ὑπάγω
καὶ εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα.
Ἔχειν σε Θεόν ὁμολογῶ τοῖς πᾶσιν,
ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ᾿ ἑκάστην·
διδάσκομαί σε ποιητὴν εἶναι πάντων,
ἄνευ δὲ σοῦ βιάζομαι πάντα ἔχειν.
Σὺ βασιλεύεις τῶν ἄνω καὶ τῶν κάτω
κἀγὼ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω·
δὸς τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ
πᾶσαν ἀποῤῥίψασθαι ψυχῆς κακίαν,
ἣν φυσίωσις, ἣν ἔπαρσις ματαία
συνθλῶσιν ἅμα καὶ συντρίβουσιν, οἴμοι!
Δὸς ταπείνωσιν, δὸς χεῖρα βοηθείας
καὶ καθάρισον τὸν ῥύπον τῆς ψυχῆς μου
(54) καὶ παράσχου μοι δάκρυα μετανοίας,
δάκρυα πόθου, δάκρυα σωτηρίας,
δάκρυα καθαίροντα ζόφον νοός μου
καὶ λαμπρόν με ἄνωθεν ἀποτελοῦντα,
τὸν ὁρᾶν σε θέλοντα, τὸ φῶς τοῦ κόσμου,
τὸ φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τοῦ ἀθλίου,
καὶ καρδίαν γέμουσαν κακῶν τοῦ βίου
ἔχοντος πολλῶν ἐκ θλίψεων καὶ φθόνου
τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας
ἤ, μᾶλλον εἰπεῖν, τῶν ἐμῶν εὐεργετῶν,
τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων,
οἷς ἀντὶ κακῶν δὸς ἀγαθά, Χριστέ μου,
τὰ αἰώνια, τὰ καὶ πλούσια καὶ θεῖα,
ἃ ἡτοίμασας εἰς αἰῶνας αἰώνων
τοῖς σέ ποθοῦσι καὶ φιλοῦσιν ἐκθύμως.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου