Πέμπτη 18 Νοεμβρίου 2021

Άγιος Ρωμανός διάκονος

 

Ἰω. Χρυσοστόμου

In sanctum Romanum

ΕΓΚΩΜΙΟΝ Εἰς τὸν ἅγιον μάρτυρα Ῥωμανὸν αʹ.

1

αʹ. Πάλιν μαρτύρων μνήμη, καὶ πάλιν ἑορτὴ καὶ πανήγυρις πνευματική. Ἔκαμον ἐκεῖνοι, καὶ χαίρομεν ἡμεῖς· ἐπάλαισαν ἐκεῖνοι, καὶ ἡμεῖς ἀγαλλόμεθα· ἐκείνων ὁ στέφανος, καὶ κοινὸν τὸ κλέος, μᾶλλον δὲ τῆς Ἐκκλησίας ἁπάσης ἡ δόξα.

Καὶ πῶς ἂν τοῦτο γένοιτο; φησίν. Ὅτι μέρη καὶ μέλη ἡμῶν εἰσιν οἱ μάρτυρες. Εἴτε δὲ

πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Ἡ κεφαλὴ στεφανοῦται, καὶ τὸ λοιπὸν σῶμα ἀγάλλεται· εἷς Ὀλυμπιονίκης γίνεται, καὶ ὁλόκληρος δῆμος εὐφραίνεται, καὶ μετὰ πολλῆς αὐτὸν δέχεται τῆς εὐφημίας. Εἰ δὲ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων οἱ μηδὲν εἰς τοὺς ἱδρῶτας ἐκείνους εἰσενεγκόντες τοσαύτην καρποῦνται τὴν ἡδονὴν, πολλῷ μᾶλλον ἐπὶ τῶν τῆς εὐσεβείας ἀθλητῶν τοῦτο γένοιτ᾿ ἄν. Πόδες ἐσμὲν ἡμεῖς, οἱ μάρτυρες κεφαλή· ἀλλ᾿ οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω.  Ἔνδοξα τὰ μέλη, ἀλλ᾿ ἡ ὑπεροχὴ τῆς δόξης οὐ ποιεῖ τῆς πρὸ τὰ λοιπὰ μέρη συναφείας ἀλλο-τρίωσιν· ταύτῃ γὰρ μάλιστα ἔνδοξα γίνεται, ὅταν τὴν πρὸς ἡμᾶς συνάφειαν μὴδιακρούσηται· ἐπεὶ καὶ ὀφθαλμὸς, τοῦ λοιποῦ παντὸς σώματος λαμπρότερος ὢν, τότε τὴν οἰκείαν διατηρεῖ δόξαν, ὅταν μὴ τοῦ λοιποῦ σώματος ἀποσχίζηται. Καὶ τί λέγω περὶ μαρτύρων; Εἰ γὰρ ὁ Δεσπότης αὐτῶν οὐκ ἐπῃσχύνθη γενέσθαι ἡμῶν κεφαλὴ, πολλῷ μᾶλλον αὐτοὶ μέλη ἡμῶν εἶναι οὐκ ἐπαισχύνονται· ἀγάπην γὰρ ἔχουσιν ἐῤῥιζωμένην, ἡ δὲ ἀγάπη τὰ διεστηκότα συνάπτειν καὶ συνδεῖν εἴωθε, καὶ περὶ τῆς ἀξίας οὐκ ἀκριβολογεῖται. Ὥσπερ οὖν αὐτοὶ συναλγοῦσιν ἡμῶν τοῖς ἁμαρτήμασιν, οὕτως ἡμεῖς συγχαίρομεν αὐτῶν τοῖς κατορθώμασιν.

Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν λέγων· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ

κλαιόντων. Ἀλλὰ τὸ μὲν κλαίειν μετὰ κλαιόντων εὔκολον, τὸ δὲ χαίρειν μετὰ

χαιρόντων οὐ σφόδρα ῥᾴδιον· ῥᾷον γὰρ τοῖς ἐν συμφοραῖς οὖσι συναλγοῦμεν, ἢ τοῖς

εὐδοκιμοῦσι συνηδόμεθα. Ἐκεῖ μὲν γὰρ αὐτὴ τῆς συμφορᾶς ἡ φύσις καὶ τὸν λίθον

ἱκανὴ πρὸς συμπάθειαν ἐπικάμψαι· ἐνταῦθα δὲ ἐπὶ τῆς εὐπραγίας ὁ φθόνος καὶ ἡ

βασκανία τὸν μὴ σφόδρα φιλοσοφοῦντα οὐκ ἀφίησι γενέσθαι κοινωνὸν τῆς ἡδονῆς.

Ὥσπερ γὰρ ἡ ἀγάπη τὰ διῃρημένα συνάγει καὶ συνδεῖ, οὕτως ἡ βασκανία τὰ

ἡνωμένα διαιρεῖ. Διὸ παρακαλῶ, μελετήσωμεν συγχαίρειν τοῖς εὐδοκιμοῦσιν, ἵνα

καὶ φθόνου καὶ βασκανίας τὴν ψυχὴν ἐκκαθάρωμεν· οὐδὲν γὰρ οὕτως ἀπελαύνει τὸ

νόσημα τοῦτο τὸ χαλεπὸν καὶ δυσίατον, ὡς τὸ συνήδεσθαι τοῖς ἐν ἀρετῇ βιοῦσιν.

Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ἐν ἑκατέροις τούτοις ἐστὶν ἄκρος· Τίς, φησὶν, ἀσθενεῖ,

καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Οὐκ εἶπε, καὶ οὐκ ἐγὼ

λυποῦμαι, ἀλλ᾿, οὐκ ἐγὼ πυροῦμαι, τῇ προσηγορίᾳ, τῆς πυρώσεως τὴν ἐπίτασιν τῆς

ὀδύνης ἡμῖν παραστῆσαι βουλόμενος.

Καὶ πάλιν ἑτέροις γράφων· Χωρὶς ἡμῶν ἐβασιλεύσατε, φησίν· καὶ ὄφελόν γε

ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· καὶ πάλιν· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς

στήκητε ἐν Κυρίῳ. Ὅρα πῶς περισπούδαστος ἦν αὐτῷ τῶν ἀδελφῶν ἡ εὐδοκίμησις,

ὃς οὔτε ζῇν ἐνόμιζεν, ἐκείνων μὴ σῳζομένων. Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς

οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων,

καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων

ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασῳζομένους. Οἶδε

γὰρ, οἶδε σαφῶς, ὅτι ἀγάπης οὐδὲν οὔτε μεῖζον οὔτε ἴσον ἐστίν, οὐδὲ αὐτὸ τὸ

μαρτύριον, ὃ πάντων ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν· καὶ πῶς, ἄκουσον. Ἀγάπη μὲν

2

γὰρ καὶ χωρὶς μαρτυρίου ποιεῖ μαθητὰς τοῦ Χριστοῦ, μαρτύριον δὲ χωρὶς ἀγάπης οὐκ

ἂν ἰσχύσειε τοῦτο ἐργάσασθαι. Πόθεν τοῦτο δῆλον; Ἀπ᾿ αὐτῶν τῶν τοῦ Χριστοῦ

ῥημάτων· πρὸς γὰρ τοὺς μαθητὰς ἔλεγεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί

μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀγάπη χωρὶς μαρτυρίου μαθητὰς ποιεῖ.

Ὅτι δὲ μαρτύριον χωρὶς ἀγάπης οὐ μόνον μαθητὰς οὐ ποιεῖ, ἀλλ᾿ οὐδὲ ὠφελεῖ

τι τὸν ὑπομένοντα, ἄκουσον Παύλου λέγοντος· Ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα

καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

βʹ. Διὰ τοῦτο μάλιστα τὸν ἅγιον τοῦτον φιλῶ τὸν σήμερον ἡμᾶς συναγαγόντα, τὸν μακάριον Ῥωμανὸν, ὅτι μετὰ τοῦ μαρτυρίου πολλὴν τὴν ἀγάπην ἐπεδείξατο, διὸ καὶ τὴν γλῶτταν ἐξεκόπτετο τὴν ἁγίαν. Καὶ γὰρ καὶ τοῦτο ἄξιον ἐξετάσαι, τί δή ποτε οὐκ ἐπὶ βασάνους καὶ κολάσεις καὶ τιμωρίας ἤγαγεν αὐτὸν ὁ διάβολος, ἀλλὰ τὴν γλῶτταν ἀπέτεμεν· οὐ γὰρ εἰκῆ τοῦτο ἐποίησεν, ἀλλὰ μετὰ πολλῆς τῆς πονηρίας· καὶ γὰρ κακουργόν ἐστι τὸ θηρίον, καὶ πάντα κατὰ τῆς ἡμετέρας σωτηρίας πραγματεύεται καὶ κινεῖ. Φέρε οὖν ἐξετάσωμεν, τί δήποτε ἐπὶ τὴν ἐκκοπὴν τῆς γλώττης ἐχώρησε, μικρὸν γοῦν ἀνωτέρω τὸν λόγον ἀγαγόντες· οὕτω γὰρ εἰσόμεθα καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν τοῦ μάρτυρος

ὑπομονὴν, καὶ τὴν τοῦ διαβόλου κακουργίαν· καὶ τὴν μὲν τοῦ Θεοῦ φιλανθρωπίαν

μαθόντες εὐχαριστήσομεν τῷ Δεσπότῃ, τὴν δὲ τοῦ μάρτυρος ὑπομονὴν γνόντες

μιμησόμεθα τὸν σύνδουλον, τὴν δὲ τοῦ διαβόλου κακουργίαν καταμαθόντες,

ἀποστραφησόμεθα τὸν ἐχθρόν. Διὰ γὰρ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς εἰδέναι αὐτοῦ τὰς

μηχανὰς, ἵνα μειζόνως αὐτὸν μισήσαντες εὐκολώτερον αὐτοῦ περιγενώμεθα. Ὅτι γὰρ δυνατὸν εἰδέναι αὐτοῦ τὰ νοήματα, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τοῦ

πεπορνευκότος· Κορινθίοις γὰρ ἐπιστέλλων οὕτω πώς φησι· Κυρώσατε εἰς αὐτὸν

ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα

ἀγνοοῦμεν. Τίς οὖν ἡ αἰτία, δι᾿ ἣν τὴν γλῶτταν ἐξέκοψε; Μικρὸν ἄνωθεν ἀνάσχεσθέ

μου διηγουμένου.

Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῶν Ἐκκλησιῶν χαλεπὸς, οὐχὶ βαρβάρων ἐπιδραμόντων τὰς πόλεις, οὐδὲ ἀλλογενῶν τινων, ἀλλ᾿ αὐτῶν τῶν δοκούντων προεστάναι τῆς καθ᾿ ἡμᾶς οἰκουμένης, καὶ βαρβάρων, καὶ πολεμίων, καὶ τυράννων ἁπάντων ἀπηνέστερον καὶ ὠμότερον κεχρημένων τοῖς ὑπηκόοις. Οὐ γὰρ ὑπὲρ ἐλευθερίας, καὶ πατρίδος, καὶ χρημάτων, καὶ τῆς παρούσης ζωῆς ὁ κίνδυνος ἦν τότε, ἀλλ᾿ ὑπὲρ βασιλείας οὐρανῶν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν, ὑπὲρ ἀθανάτου ζωῆς, ὑπὲρ ὁμολογίας τῆς εἰς τὸν Χριστόν.

Καὶ καινός τις αἰχμαλωσίας ἐπενοεῖτο τρόπος· οὐ γὰρ τῆς ἐνταῦθα πόλεως

ἐξέβαλλον, ἀλλὰ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας ἐπεχείρουν ἀποστερεῖν, καὶ

τὴν ψυχὴν ἕκαστον καταθύειν ἠνάγκαζον ἐπὶ τῶν βωμῶν, καὶ τὸν οἰκεῖον Δεσπότην

ἐξόμνυσθαι, καὶ τῇ τῶν δαιμόνων ὑποκύπτειν τυραννίδι, καὶ τοὺς λυμεῶνας καὶ ἐχθροὺς τῆς σωτηρίας τῆς ἡμετέρας θεραπεύειν δαίμονας· ὃ μυρίων θανάτων καὶ πάσης γεέννης χαλεπώτερον ἦν καὶ ἀφορητότερον ταῖς φιλοχρίστοις ψυχαῖς. Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων, ὁ μακάριος οὗτος Ῥωμανὸς παρελθὼν εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν καταπεσόντας ἀνορθῶν, τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος εὐχαῖς, καὶ παραινέσεσι, καὶ συμβουλαῖς, περὶ τῶν μελλόντων, περὶ τῶν παρόντων πραγμάτων πολλὰ φιλοσοφῶν, δεικνὺς τὸ πρόσκαιρον

τούτων, τὸ διηνεκὲς ἐκείνων, ἀντιτιθεὶς τοῖς πόνοις τὰ ἔπαθλα, ταῖς βασάνοις τοὺς

στεφάνους, ταῖς ἀλγηδόσι τὰ βραβεῖα, διδάσκων τίς μὲν ἡ παροῦσα ζωὴ, τίς δὲ ἡ

μέλλουσα, καὶ πόσον ἑκατέρας τὸ μέσον, καὶ ὅτι πάντως ἀποθανεῖν ἀνάγκη· κἄν γὰρ

3

μὴ τούτῳ τῷ τρόπῳ καταλύσωμεν τὴν ζωὴν, τῷ νόμῳ τῆς φύσεως πάντως

ἀναγκαζόμενοι μικρὸν γοῦν ὕστερον τῶν σωμάτων ἀποστησόμεθα τούτων. Ταῦτα

δὴ καὶ τὰ τούτοις ἑοικότα παραινῶν ἀνώρθωσε τὰς παρειμένας χεῖρας, ἐστήριξε τὰ

παραλελυμένα γόνατα, τοὺς φυγάδας ἐπανήγαγε, τὴν δειλίαν ἐξέβαλε, τὴν ἀγωνίαν

ἀπήλασε, θάρσος ἐνέθηκεν, ἀντὶ δειλῶν προθύμους ἐποίησεν, ἀντὶ δορκάδων καὶ

ἐλάφων λέοντας ἀπειργάσατο πολλῆς πνέοντας τῆς ἰσχύος, συνεκρότησε τοῦ Χριστοῦ τὸ στρατόπεδον, τὴν αἰσχύνην τὴν παρ᾿ ἡμῖν εἰς τὰς τῶν πολεμίων μετήνεγκε κεφαλάς. Ἰδὼν τοίνυν ὁ διάβολος ἀθρόαν μεταβολὴν γεγενημένην, καὶ τοὺς χθὲς καὶ πρῴην δεδοικότας αὐτὸν καὶ τρέμοντας, νῦν καταγελῶντας αὐτοῦ καὶ κατατολμῶντας, ἐπαποδυομένους τοῖς κινδύνοις, ἐπιπηδῶντας τοῖς κολαστηρίοις, καὶ γνοὺς τὸν αἴτιον, πάντας ἀφεὶς, κατ᾿ ἐκείνου λοιπὸν ἔπνευσεν ὅλος, πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ τὴν μανίαν κατὰ τῆς μακαρίας ταύτης κινῶν κεφαλῆς. Καὶ τί ποιεῖ; Σκοπεῖτε τὴν κακουργίαν. Οὐκ ἤγαγεν αὐτὸν ἐπὶ βασάνους, οὐκ ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν· ἐδίδαξε γὰρ αὐτὸν ὁ παρελθὼν χρόνος, ὅτι πάντα ταῦτα εἰκῆ

καὶ μάτην ἐγίνετο. Οὐ γὰρ μόνον οὐκ ἐνέκοψε τῶν πεπιστευκότων τὴν προθυμίαν, ἀλλὰ καὶ ἐπέτεινε πλέον, καὶ μείζω καὶ θερμοτέραν αὐτὴν ἐποίησεν.

Ἄνθρακας ὑπεστόρεσα, φησὶν, οἱ δὲ ὡς ἐπὶ ῥόδα ἔτρεχον· πῦρ ἀνῆψα, οἱ δὲ ὡς εἰς πηγὰς ὑδάτων ψυχρῶν ἑαυτοὺς ἔῤῥιψαν· κατέξανα τὰς πλευρὰς, καὶ βαθείας ἀνέτεμον αὔλακας, καὶ κατήγαγον ῥύακας αἱμάτων, οἱ δὲ ὡς χρυσίῳ πάντοθεν περιῤῥεόμενοι, οὕτως ἐκαλλωπίζοντο· τοῖς κρημνοῖς ἔῤῥιψα, καὶ εἰς πέλαγος κατεπόντισα, οἱ δὲ οὐχ ὡς εἰς βυθὸν καταβαίνοντες, ἀλλ᾿ ὡς εἰς αὐτὸν ἀναβαίνοντες τὸν οὐρανὸν, οὕτω διέκειντο σκιρτῶντες, καὶ ἀγαλλόμενοι, καὶ ὥσπερ ἐν ἱερᾷ πομπῇ χορεύοντες, καὶ ἐν λειμῶνι παίζοντες χλοερῷ, οὕτω τὰς τιμωρίας ἕκαστος ἥρπαζον, οὐχ ὡς τιμωρίας, ἀλλ᾿ ὡς ἄνθη λαμβάνοντες ἐαρινὰ, καὶ στεφανούμενοι, καὶ τῇ τῆς οἰκείας προθυμίας ὑπερβολῇ τὰς ἐμὰς προέφθανον τιμωρίας. Τί τοίνυν ἂν εἴη

πρακτέον, φησίν; Ἀποτέμω τούτου τὴν κεφαλήν; Ἀλλ᾿ ὅπερ εὔχεται, τοῦτο γίνεται, καὶ μείζονα λαμβάνουσιν οἱ μαθηταὶ τὴν διὰ τῶν ἔργων παραίνεσιν· καὶ γὰρ παρῄνεσεν, ὅτι μαρτύρων θάνατος οὐκ ἔστι θάνατος, ἀλλὰ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ μάλιστά γε ὑπὲρ ταύτης πάντα ὑπομένειν χρὴ, καὶ ὅτι δεῖ καταφρονεῖν τελευτῆς.

Ἂν τοίνυν ἀποτέμω τὴν κεφαλὴν, καὶ γενναίως ἐνέγκῃ τὸ συμβὰν, διὰ τῶν ἔργων αὐτοὺς παιδεύσει σαφέστερον, ὅτι οὕτω θανάτου δεῖ καταφρονεῖν, καὶ μᾶλλον αὐτῶν ἀνορθώσει τὰ φρονήματα, καὶ πλείονα αὐτοῖς ἐμπνεύσει τελευτήσας τὴν προθυμίαν.

Διὰ τοῦτο τὴν γλῶτταν ἀπέτεμεν, ἵνα ἀποστερηθέντες τῆς φωνῆς, ἧς ἀπήλαυον οἱ τοῦ μάρτυρος μαθηταὶ, καὶ τῆς συμβουλῆς ἐκπεσόντες, καὶ τῆςπαραινέσεως ἐρημωθέντες, δειλότεροι γένωνται, καὶ πρὸς τὴν προτέραν ἀγωνίαν ἐπανέλθωσιν, οὐκ ἔχοντες τὸν ἐπαλείφοντα, οὐδὲ τὸν διεγείροντα καὶ καθοπλίζοντα.

γʹ. Καὶ σκόπει μοι τὴν κακουργίαν. Ἡρώδης μὲν ἀπέτεμε τὴν κεφαλὴν Ἰωάννου· οὗτος δὲ οὐχὶ τὴν κεφαλὴν, ἀλλὰ τὴν γλῶτταν μόνην. Τί δήποτε; Διὰ πολλὴν κακουργίαν καὶ σκαιότητα. Ἂν ἀποτέμω τὴν κεφαλὴν, φησὶ, καὶ ἀποθάνῃ, ἀπελεύσεται οὐχ ὁρῶν τὴν ἀπώλειαν τῶν ἑαυτοῦ ἀδελφῶν· ἐγὼ δὲ αὐτὸν βούλομαι στῆσαι μάρτυρα τῶν πτωμάτων καὶ τῆς συμφορᾶς τῶν οἰκείων στρατιωτῶν, ἵν᾿, ὑπὸ τῆς ὀδύνης ἄγχηται καταπίπτοντας μὲν ὁρῶν, χεῖρα δὲ ὀρέγειν μὴ δυνάμενος, καὶ τὸ συμβουλεῦσαι ταῦτα ἅπερ καὶ πρότερον οὐκ ἔχων, τῆς φωνῆς μετὰ τῆς γλώττης ἐκκοπείσης. Ἀλλ᾿ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ σόφισμα τοῦτο εἰς τὴν ἐκείνου περιέτρεψε κεφαλὴν, καὶ οὐ μόνον συμβουλῆς οὐκ

ἀπεστέρησεν, ἀλλὰ καὶ πλείονος αὐτοὺς ἐποίησεν ἀπολαῦσαι παραινέσεως, καὶ

πνευματικωτέρας μετασχεῖν διδασκαλίας. Ἐπειδὴ γὰρ τοῦτο ἐκράτησε, καλεῖται

4

λοιπὸν ἐπὶ τὴν τομὴν ὁ ἰατρὸς, καὶ δήμιος ἀντὶ ἰατροῦ γίγνεται, οὐχὶ τὸ νενοσηκὸς

διορθούμενος μέλος, ἀλλὰ τὸ ὑγιαῖνον διαφθείρων· καὶ τὴν γλῶτταν ἐξελὼν, οὐκ ἴσχυσεν αὐτῇ συνεξελεῖν καὶ τὴν φωνήν· ἀλλ᾿ ἡ μὲν τῆς σαρκὸς ἐξεκόπτετο γλῶττα, ἡ δὲ τῆς χάριτος ἐφίπτατο τῷ στόματι τοῦ μακαρίου· καὶ ἡ μὲν φύσις τὸ οἰκεῖον ἠφίει μέλος, τοῦ σιδήρου τοῦτο καταναγκάζοντος, ἡ δὲ χάρις συνεκπεσεῖν αὐτῇ τὴν φωνὴν οὐκ εἴασεν· ὅθεν λοιπὸν πνευματικωτέρας ἀπήλαυον οἱ μαθηταὶ διδασκαλίας, οὐκ ἀνθρωπίνῃ φωνῇ καθάπερ τὰ πρότερα ἀκούοντες, ἀλλὰ θείᾳ τινὶ, καὶ πνευματικῇ, καὶ μείζονι τῆς φύσεως τῆς ἡμετέρας· καὶ πάντες συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης στόμα ἰδεῖν

ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως.

Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον ἄνωθεν καὶ ἐξ ἀρχῆς, ἅπερ ἂν καθ᾿ ἡμῶν ὁ διάβολος ῥάψῃ, ταῦτα εἰς τὴν ἐκείνου τρέπειν κεφαλὴν, καὶ ὑπὲρ τῆς ἡμετέρας κατασκευάζειν σωτηρίας.

Σκόπει δέ· ἐξέβαλεν ἐκεῖνος τοῦ παραδείσου τὸν ἄνθρωπον, καὶ ἀνέῳξεν αὐτῷ τὸν οὐρανὸν ὁ Θεός· ἀπήλασεν αὐτὸν ἐκεῖνος τῆς ἀρχῆς τῆς ἐν τῇ γῇ, καὶ ἔδωκεν αὐτῷ τὴν βασιλείαν τῶν οὐρανῶν ὁ Θεὸς, καὶ ἐν τῷ θρόνῳ τῷ βασιλικῷ τὴν φύσιν ἐνίδρυσε τὴν ἡμετέραν. Οὕτως ἀεὶ μείζονα δίδωσιν ἀγαθὰ, ὧν ὁ διάβολος ἀποστερεῖν ἐπιχειρεῖ. Ποιεῖ δὲ τοῦτο, ἐκεῖνόν τε ὀκνηρότερον ἐν ταῖς καθ᾿ ἡμῶν κατασκευάζων ἐπιβουλαῖς, ἡμᾶς δὲ παιδεύων μηδέποτε αὐτοῦ δεδοικέναι τὰ μηχανήματα· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν ἐπὶ τοῦ μάρτυρος. Ἧς γὰρ προσεδόκησε

φωνῆς ἀποστερήσειν αὐτὸν, πολλῷ μείζονα καὶ σεμνοτέραν αὐτῷ ἐχαρίσατο ὁ Θεός.

Οὐ γὰρ ἦν ἴσον μετὰ γλώττης φθέγγεσθαι, καὶ χωρὶς γλώττης· τὸ μὲν γὰρ ἀκόλουθον ἦν, καὶ κοινὸν ἅπασι, τὸ δὲ ὑπὲρ τὴν φύσιν, καὶ αὐτοῦ ἴδιον ἐγένετο μόνου. Καίτοι καὶ εἰ ἄφωνος ἔστη μετὰ τὴν τῆς γλώττης ἐκκοπὴν ὁ μάρτυς, καὶ οὕτως αὐτῷ τὰ τῶν ἀγώνων πεπλήρωτο, καὶ ὁ στέφανος ἀπήρτιστο· ἧττα γὰρ μεγίστη καὶ σαφὴς ἀπόδειξις ἦν τὸ τὴν γλῶτταν τεμεῖν. Εἰ γὰρ μὴ ἐφοβοῦ τὴν γλῶτταν, ὦ μιαρὲ καὶ παμμίαρε, τίνος ἕνεκεν αὐτὴν ἀπέτεμες; τίνος ἕνεκεν οὐκ ἀφῆκας τῶν παλαισμάτων τὴν ὑπόθεσιν, ἀλλ᾿ ἀπέκλεισας τὸ στάδιον; Ὥσπερ ἂν εἴ τις

παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν ἑτέρας ἀποδείξεως πρὸς τὸ τὴν νίκην τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος σαφεστέρα πάντων ἀπόδειξις ἡ τῆς γλώττης ἐκκοπὴ γέγονε τῆς κατὰ τοῦ διαβόλου νίκης. Εἰ γὰρ καὶ θνητὴ ἦν ἡ γλῶττα, ἀλλ᾿ ἐπειδὴ ἀθάνατα τραύματα δέδωκε τῷ διαβόλῳ, διὰ τοῦτο κατ᾿ ἐκείνης ἔπνευσεν ὅλος, ἑαυτὸν μὲν εἰς μείζονα καθιστῶν αἰσχύνην, τῷ δὲ μάρτυρι λαμπρότερον ποιῶν τὸν στέφανον. Ὥσπερ γὰρ θαυμαστὸν χωρὶς ῥίζης δένδρον ἰδεῖν, καὶ χωρὶς πηγῆς ποταμόν· οὕτω καὶ χωρὶς γλώττης φωνήν.

δʹ. Ποῦ νῦν εἰσιν οἱ τῇ τῶν σωμάτων ἀναστάσει διαπιστοῦντες; Ἰδοὺ ἡ φωνὴ καὶ ἀπέθανε καὶ ἀνέστη, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ταῦτα ἀμφότερα γέγονε. Καίτοι τοῦτο τῆς τῶν σωμάτων ἀναστάσεως πολλῷ μεῖζόν ἐστιν· ἐκεῖ μὲν γὰρ ἡ φύσις τῶν σωμάτων ὑπόκειται, ἡ σύνθεσις δὲ διαλέλυται μόνον· ἐνταῦθα δὲ αὐτὴ ἡ ὑπόθεσις τῆς φωνῆς ἀνῄρητο, ἀλλ᾿ ὅμως λαμπροτέρα πάλιν ἐγίγνετο. Καίτοι γε αὐλοῦ τὰς γλωττίδας ἂν ἀφέλῃς, ἄχρηστον λοιπὸν κεῖται τὸ ὄργανον· ἀλλ᾿ οὐχ οὕτως ὁ αὐλὸς ὁ πνευματικὸς, ἀλλὰ καὶ τὴν γλῶτταν ἀφαιρεθεὶς οὐ μόνον οὐκ ἦν ἄφωνος, ἀλλὰ καὶ ἐμμελέστερον καὶ μυστικώτερον ἠφίει μέλος, καὶ μετὰ πλείονος τῆς ἐκπλήξεως.

Καὶ ἐπὶ κιθάρας δὲ πάλιν, ἂν τὸ πλῆκτρόν τις ἐξαρπάσῃ μόνον, ἀργὸς ὁ τεχνίτης,

5

ἄχρηστος ἡ τέχνη, μάταιον τὸ ὄργανον γίγνεται· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τοὐναντίον ἅπαν.

Καὶ γὰρ ἦν κιθάρα τὸ στόμα, ἦν πλῆκτρον ἡ γλῶττα, τεχνίτης δὲ ἡ ψυχὴ, καὶ τέχνη ἡ ὁμολογία· ἀλλ᾿ ὅμως ἀφαιρεθέντος τοῦ πλήκτρου, τῆς γλώσσης λέγω, οὔτε ὁ τεχνίτης, οὔτε ἡ τέχνη, οὔτε τὸ ὄργανον ἄχρηστον γέγονεν, ἀλλὰ πάντα τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο. Τίς ταῦτα ἐποίησε; τίς ταῦτα ἐπέδειξε τὰ θαυμαστὰ καὶ παράδοξα; Ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος, περὶ οὗ φησιν ὁ Δαυῒδ, Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Τότε μὲν οὖν ἐκ στόματος νηπίων καὶ θηλαζόντων, νῦν δὲ ἐκ στόματος ἀγλώττων· τότε φύσις ἄωρος; νῦν δὲ στόμα ἔρημον· ἁπαλὴ τότε ἡ ῥίζα ἐπὶ τῶν παίδων ἦν,

ἀλλ᾿ ὁ καρπὸς ἀπηρτισμένος· ἐνταῦθα δὲ καὶ αὐτὴ ἡ ῥίζα ἀνῄρητο, καὶ ἡ τοῦ καρποῦ

γένεσις οὐκ ἐκωλύετο· καρπὸς γὰρ γλώττης φωνή. Θαυμαστότερα τὰ ὕστερα τῶν προτέρων. Καὶ γὰρ ἵνα ταῦτα μὴ ἀπιστῆται, διὰ τοῦτο ἐκεῖνα προέδραμεν, ἵνα ἐν τούτοις μὴ θορυβώμεθα, τῆς διανοίας ἡμῶν ἐν ἐκείνοις προεθισθείσης Διὰ τοῦτο, ταῦτα ἀπήντησεν, ἵνα ἐκεῖνα τὰ ἀφανῆ καὶ τὰ παλαιὰ ἀπὸ τῶν φανερῶν καὶ νεωστὶ γενομένων πιστεύηται. Οὕτω ποτὲ καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησεν, ὥσπερ ἐβλάστησε τὸ στόμα τοῦ μάρτυρος νῦν. Ἀλλὰ τίνος ἕνεκεν ἐβλάστησεν ἡ ῥάβδος Ἀαρὼν τότε; Ἐπειδὴ ὁ ἱερεὺς ἠτιμάζετο. Τίνος δὲ ἕνεκεν ἐβλάστησε νῦν τὸ στόμα τοῦ μάρτυρος; Ἐπειδὴ ὁ μέγας ἀρχιερεὺς ἐβλασφημεῖτο Ἰησοῦς ὁ Χριστός. Ὅρα πόση

τοῦ θαύματος καὶ συγγένεια καὶ ὑπεροχή. Καθάπερ γὰρ ἐκείνη ἡ ῥάβδος οὐχ ἡνωμένη ῥίζῃ, οὐδὲ ἕλκουσα τὰς ἀπὸ τῆς γῆς νοτίδας, ἀλλ᾿ ἔρημος τῆς χορηγίας οὖσα τῆς ἐκεῖθεν, καὶ τὴν καρπογόνον ἀπολέσασα δύναμιν, ἐξαίφνης καρπὸν ἔδειξεν· οὕτω δὴ καὶ ἐνταῦθα ἡ φωνὴ τῆς ῥίζης ἀποστερηθεῖσα, καὶ τὴν ἐκ τοῦ ὀργάνου δύναμιν οὐκ ἔχουσα, ἐν ξηρῷ καὶ ἀγόνῳ στόματι ἐξαίφνης ἐβλάστησεν. Ἐν τούτῳ μὲν ἡ συγγένεια, ἐν ἑτέρῳ δὲ ἡ ὑπεροχή· πολὺ γὰρ ἑκατέρου τοῦ καρποῦ τὸ μέσον. Ὁ μὲν γὰρ αἰσθητὸς ἦν, ὁ δὲ πνευματικὸς, καὶ τοὺς οὐρανοὺς ἀνοίγων αὐτοὺς τῷ τὴν φωνὴν ταύτην ἀποτεκόντι τότε.

Ὑπὲρ δὴ τούτων ἁπάντων συγχαίρωμεν τῷ μάρτυρι, δοξάζωμεν τὸν ταῦτα θαυματουργοῦντα Θεὸν, μιμησώμεθα τὴν ὑπομονὴν τοῦ συνδούλου, εὐχαριστήσωμεν ὑπὲρ τῆς χάριτος τῷ Δεσπότῃ, λάβωμεν ἐκ τῶν εἰρημένων ἱκανὴν ἐν τοῖς πειρασμοῖς παράκλησιν, καὶ τὴν δύναμιν τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ τὴν κηδεμονίαν καταπλαγέντες, τὰ παρ᾿ ἑαυτῶν πάντα εἰσφέρωμεν, καὶ τὰ παρ᾿ αὐτοῦ πάντως ἕψεται. Κἂν ἄνθρωποι, κἂν δαίμονες, κἂν αὐτὸς ὁ διάβολος ἡμῖν πυκτεύῃ, πλέον οὐδὲν ἔσται τοῖς πολεμοῦσιν ἡμῖν· μόνον ἂν τὴν οἰκείαν ἐπιδειξώμεθα προθυμίαν, καὶ ὅσα παρ᾿ ἡμῶν εἰσενεχθῆναι χρὴ πάντα εἰσενέγκωμεν.

Οὕτω γὰρ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασόμεθα ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν πολλῆς

ἀπολαύσομεν δόξης καὶ σωτηρίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ

φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 

1

In Romanum martyrem

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΡΩΜΑΝΟΝ. Λόγος βʹ.

αʹ. Παλαστραι μν σώμασιν νδρείαν χαρίζονται, κα τέχνης θλητικς

πιστήμας· μαρτύρων δὲ μνμαι τας τν δαιμόνων τς ψυχς νθοπλίζουσι

τέχναις, καὶ πρς τς κατ᾿  κείνων παιδοτριβοσι λαβάς. Τν γρ θλητικν

δημοσιεύουσαι τόνον καὶ τν νένδοτον πρς τς μάστιγας πάλην, γείρουσιν ες

θάρσος τὴν εσέβειαν, σπερ ν σκάμμασι ταῖς τῶν παθν διηγήσεσιν π

μάρτυρος παντὸς τεταμένον προθεσαι δίαυλον.

Τοιαύτη το σήμερον στεφανωθέντος ἀθλητο μνήμη. Τίς γρ οκ ν τ κατ το διαβόλου θαῤῥήσειε σκάμματα τοῖς το μάρτυρος τν ψυχν παιδοτριβήσας παλαίσμασιν, ν τοσούτων κινδύνων

οὐ κατέσεισε πλθος; Πολλ γάρ τις τ κόσμ τς σεβείας τότε τυραννς

νωρχετο, κα θάλασσαν κ βυθν μιμετο σειομένην βίος, κα το πελάγους ες

τὴν γν α τρικυμίαι μετέστησαν, κα σφοδρν τ τς εσεβείας σκάφος δυσσεβείας

περιήντλει κλυδώνιον, ἐν πολλο μν νεκρο πανταχο κυβερνται, ναυτν δ

οὐκ λίγος ριθμς ποβρύχιος· πάντα δ ν φόβων πικρν κα ναυαγίων

νάμεστα.

πνεον βασιλες καταιγίδος σφοδρότερον, φοβερς τύραννοι τρικυμίας

πγον, ρχόντων συγκεκίνηντο θρόνοι, δικαστα τν εἰς Χριστν κήρυττον

ρνησιν, πικρς νομοθέται τιμωρίας πείλουν, πρς τς τν δαιμόνων νδρες

θυσίας ἡρπάζοντο, πρς τν τν βωμν ελκοντο βδελυρίαν γυνακες· σύροντο

πρὸς ταύτην κα παρθένοι τν λύσσαν, φυγας ερες κα σφαγας παρεδίδοντο, τν

ἱερῶν λαύνοντο ο πιστο περιβόλων.

Πρς τηλικαύτην μάρτυς ξωπλίζετο μάχην, καὶ τοσούτοις τν γνώμην κινδύνοις νθίστησιν, σπερ τιν σκιαμαχίαν γελν

τὴν παράταξιν, κα καθάπερ ν σκάμμασιν ντ κόνεως τ πίστει τος δικαστς

καταπάσσων, οὕτω τν το τότε δικάζοντος νεῤῥίπιζε γνώμην, δρόμον ατ κατ

τῆς κκλησίας μελετώμενον στήσας. Δι δ πρς κόλασιν ξέως γενναος

νήρπαστο, κα πολλα μν προσήγοντο τιμωριν ποικιλίαι· μάρτυς δ προσεκει

κιθάρᾳ, τ τν βασάνων πλήκτρῳ πρς φθόγγον κινούμενος· συνέτριβον τ σμα

περιστάντες οἱ δήμιοι, δ, ς χαλκός τις, τς εσεβείας τ μέλος πήχει

κρουόμενος· κρεμῶντες π ξύλου κατέξαινον, δ ς δένδρον ζως τ ξύλον

σπάζετο· ς πλευρς το δικαίου τς παρεις διεσπάραττον, δ ς πλείονα

στόματα λαμβάνων ἐῤῥητόρευεν, κα καιν κατσχυνε τν ντίπαλον πτώματι.

ςγὰρ εδε τν δικαστν πρς τν τν δαιμόνων σπουδν ατν κκαλούμενον, ατε

βρέφος ἐξ γορς χθναι, ς κενο τν ζητουμένων παρ το δικαστο κριτν

ποιησόμενος· καὶ προσαχθέντι τ βρέφει τν περ τν προκειμένων προσγεν

ρώτησιν. Τέκνον, φησ, δίκαιόν στι τν Θεν προσκυνεν, τος θεος τος

λεγομένους ὑπ τούτων;

Πολλὴ τς το μάρτυρος σοφίας περιουσία· το δικαστο δικαστν τ

παιδίον καθίζει· τὸ δ πρ το Χριστο ταχέως πεφήνατο ψφον, να δειχθ κα

παιδία δυσσεβούντων δικαστῶν συνετώτερα, μλλον δ να φαν μ μόνον μάρτυς

μάρτυς, λλ κα μαρτύρων λείπτης. Οδ τοτο δ μως τν δικαστικν

πεσκέλισε λύσσαν, λλ᾿  εθς π ξύλου μετ τοῦ βρέφους ὁ μάρτυς ρπάζετο, κα

τὴν το ξύλου κόλασιν ερκτ διεδέχετο, κκείνην ψφος ποικίλας τος θλητας

τὰς τιμωρίας μερίζουσα· τ μν γρ βρέφος θανάτ, τν δ μάρτυρα τ τς γλώττης

κτομ κατεδίκασε. Τίς τρόπον κρίσεως τοιοτον κήκοε; μαστίζουσι δικασταὶ

2

καταδίκους, ἃ συνίσασιν αυτος, μολογεν ναγκάζοντες, κτέμνει δ τν

γλῶσσαν τς σεβείας κριτς, σύνοιδεν αυτ σιγν βιαζόμενος. δεινο

κακοτεχνίας εὑρήματος. Φρονοσαν, φησ, τ το Χριστο τν ψυχν οκ ξέστησα,

κἂν τν λαλοσαν πρ Χριστο διακόψω γλτταν. κκοψον, τύραννε,

γλῶσσαν, να μάθς τν φύσιν κα γλωσσον πρ Χριστο ητορεύουσαν·

κκόλαψον τν γλσσαν το στόματος, να μάθς ληθ τν τ χαρίσματα τν

γλωσσῶν ποσχόμενον. Τ μν γρ τς γλώσσης ξέκοψεν ργανον, λόγος δ

ξώρμα σφοδρότερον, σπερ μποδίου τινς πηλλαγμένος τς γλώττης·

θέαμα καινὸν κα παράδοξον· σάρκινος σαρκίνοις σάρκως φθεγγόμενος. Πρέπον

ρα τ μάρτυρι το προφήτου τ μέλος· πλήσθη χαρς τ στόμα μν, κα

γλῶσσα μν γαλλιάσεως· πλήσθη τ στόμα χαρς, καινν θμα τ Χριστ

προσκομί σαν τὴν γλσσαν· σχεν γλσσα πολλν γαλλίασιν, πρόδρομος μάρτυς

φθεσα το μάρτυρος. γλώσσης πρς τος τν μαρτύρων δήμους τν ψυχν προλαβούσης· ὢ στόματος κρυπτόμενον γεννήσαντος μάρτυρα· γλώσσης

θυσιαστήριον κτησαμένης τὸ στόμα· στόματος ερεον κτησαμένου τν γλσσαν·

ναὸν χων λελήθεις, γενναε, τ στόμα, ναν ν τν σύναιμον γλσσαν

παράδοξον ἀμνάδα κατέθυσας.

βʹ. Τίς ρα σου τς ρετς ξίως στεφανώσειε ήτωρ; λαβες παρ τς

φύσεως γλῶσσαν, σ δ ατν ξέθρεψας μάρτυρα· λαβες στόμα φυλακτήριον γλώσσης, σὺ δὲ τ γλώσσ τ στόμα βωμν κατεσκεύα σας· λαβες ες τ φθέγγεσθαι

πλῆκτρον, σ δ ατ τεμνόμενον σταχυν νέδειξας· λαβες γλσσαν ημάτων

διάκονον, σὺ δ ατν μωμον τ Χριστ κατέθυσας πρόβατον. Τίνι σου τν

γλῶσσαν πρεπούσ προσηγορί τιμήσω; ποίῳ σου κοσμήσω τὴν γλσσαν νόματι;

Προσῆγον ταύτ τν σίδηρον δήμιοι, δ κατ τν δεδεμένον σακ οκ σκίρτα,

λλ᾿  ς ν βωμ κειμένη τ στόματι τν πληγν σν δον προσεδέχετο,

διδάσκουσα τῶν νθρώπων τς γλώσσας, ς ο φθέγγεσθαι μόνον δι Χριστν,

λλ κα σφάττεσθαι δε. Τς το πατριάρχου θυσίας ρπασας, γενναε, τ

φιλότιμον, μονογενὲς βλάστημα γλώττης ντ τέκνου μονογενος προσκομίσας.

Καλῶς ρα σοι δευτέραν Χριστς ντεφύτευσε γλσσαν· ερε γρ γαθόν σε τς

προτέρας γεωργόν· καλῶς σοι τν σαρκον χαρίσατο γλσσαν· γγελικ γρ οκ

πρεπε φρονήματι σάρκινος· καλς σοι τν τς γλώσσης ντιμισθίαν πέδωκεν.

χρησάς σου τ Δεσπότ πρς θυσίαν τν γλσσαν, δ ατ πρς ητορείαν

φωνὴν ντεδάνεισε· κα γέγονε τς γλώσσης κα το Χριστο πρς λλήλους

συνάλλαγμα, τῆς μν γλώσσης πρ Χριστο τεμνομένης, το Χριστο δ πρ τς

γλώσσης λαλοῦντος. Πο νν μν Μακεδόνιος, τ δεδωκότι τ χάρισμα τν

γλωσσῶν Παρακλήτ μαχόμενος;

τι δ ο ψεύδομαι τ το Παρακλήτου θεότητι τὰς τν χαρισμάτων δωρες

περιάπτων, μάρτυς ἡμν μακάριος Παλος νν πρς τν μετέραν φιληκοΐαν

βοῶν· Πάντα τατα νεργε ν κα τ ατ Πνεμα, διαιρον δί κάστ, καθς

βούλεται. Καθὼς βούλεται, φησν, ο καθς πιτάττεται. λλ᾿  να μή τινας πρὸς

τούτοις ἐπιθέντες προσθήκας τ πλήθει τν μετέραν καταχώσωμεν μνήμην,

ταύτην οὖσαν σχυρν τν φωνν πρ το Παρακλήτου μεμνημένοι οτως

ντεθεν ξέλθωμεν, μεγάλα μν κατ᾿  κείνων φρονοντες, συγγινώσκοντες δ

τέως αὐτος πλανωμένοις, καὶ τν το Παρακλήτου προσκυνοντες θεότητα.

μν ον προφητικ σάλπιγξ τν οκουμενικν ες Χριστν προσημαίνουσα συμφωνίαν ἔλεγεν, τι εδήσουσί με, φησν, π μικρο ατν κα ως μεγάλου

αὐτν, Κα πσα γλσσα ξομολογήσεται τ Θε τ ληθινῷ. Καὶ μν προφήτης,

ς φην, πασαν γλσσαν τ τς θεογνωσίας περικλείει δικτύ· μες δ σήμερον

3

καὶ γλώττου ήτορος κουσόμεθα τ εσεβεί συνηγοροντος· οονε γάρ τις

κιθάρα πλῆκτρον οκ χουσα τν δημιουργν εφημε. Λεγέτω τοίνυν κα

μακάριος Ῥωμανός· γλσσά μου κάλαμος γραμματέως ξυγράφου. Ποία γλσσα;

Οὐχ ν σίδηρος φελεν, λλ᾿  ν το Πνεύματος χάρις χάλκευσε· τς γλώσσης

γὰρ συληθείσης το Πνεύματος χάρις ντεισήχθη. Εχον κα ο πόστολοι

γλώσσας, ἀλλ᾿  να δειχθ το νεργοντος δύναμις, πηλς ργει, κα τ πρ τ

οὐράνιον φθέγγετο. Εχε κα Μωσαϊκ Γραφ το πρ λόγον πράγματος τν

εἰκόνα· βάτος γρ παρ᾿  κείν κα πρ. Κα τ ποστολικν πρ τς το κηρύγματος

φωνὰς π τς βάτου προετύπου, κα φωνν τ ψύχ χαρίζεται, να τν μψύχων

ργάνων ψάμενον πιστευθ. Ε γρ τ ψυχον φ το πυρς μφωνον

πειργάσατο, πς οκ μελλεν ναπλσαί που ψυχς λογικς δι᾿  φς τ

παναρμόνιον ἀνακρούεσθαι μέλος;

Ταύτης μετέσχε τῆς χάριτος κα ωμανς οίδιμος, κα τν γλττανποτμηθες τρανοτέρ φθόγγ τν τύραννον λεγχεν. Οκ ν δ λως τύραννος π τν τς γλώττης δραμεν κτομν, ε μ τν λέγχων φοβήθη τὰ ῥεύματα, ε

μὴ τν χειμάῤῥουν το κηρύγματος κατεπλάγη, ε μ τ κύματα τς εαγγελικς

ητορείας στορέσαι πέλαβεν. λλ᾿  δωμεν, θεν τύραννος ες νάγκην ρχεται

τῆς τοιαύτης τόλμης.

γʹ. Δαίμοσί ποτε θύσας δυσσεβς, κα καπνο κα κνίσσης νάπλεως

γεγονὼς, κα τας σταγόσι τς σεβείας μεμολυσμένος, δρομαίως π τν κκλησίαν

χώρει, κα τν ᾑμαγμένον πιφερόμενος πέλεκυν, τ ναίμακτον θυσιαστήριον

πρὸς ερουργίαν θέμιτον πεζήτει. λλ᾿  οκ λαθεν το τυράννου λύττα τν

μάρτυρα. Εὐθέως γον κπηδήσας ες τ προπύλαια, φερομένην δη τς σεβείας

τὴν πίκλυσιν ναστέλλει· κα καθάπερ τις εμήχανος κυβερνήτης τν θάλατταν

βλέπων κατὰ τς πρώρας πιφερομένην, ρεμεν οκ νέχεται, λλ τ σκάφος

λον κούφ ποδ διατρέχει, κα δι το πηδαλίου τν πρύμναν γείρας, στησι τ

πλοῖον τος κύμασιν ντιπρόσωπον, κα μετεωρίσας τ κινδυνεον, μέσην διασχίζει

τὴν τρικυμίαν, κα τέχν τιν τ κυρτωθν πέλαγος αλακίζει· τοτο κα μακάριος

ωμανς ποίησε.

Τῆς εδωλικς θαλάττης βλάσφημα μυκωμένης, κα κατὰ το

κκλησιαστικο σκάφους λυττώσης, κα φρν αμάτων κατ τν θυσιαστηρίων

ρευγομένης, μόνος νθοπλίζεται τ μαινομέν θαλάττ, κα ες κρον ρν τ

σκάφος σφαλλόμενον, ἀφυπνίζει τν ν τ πλοί Δεσπότην, φυπνίζει δ ατν

τὸν τς μακροθυμίας πνον καθεύδοντα. Βλέπει τ πέλαγος τας ντιπνοίαις

χειμαζόμενον, καὶ τ τν κινδυνευόντων μαθητν φθέγγεται ήματα· πιστάτα,

σῶσον, πολλύμεθα· πειρατα τ σκάφος περιστοιχίζονται, λύκοι πολιορκοσι τ

ποίμνιον, λῃστα τν παστάδα τὴν σὴν διορύττουσι, μοιχικ συρίγματα τν σν

νύμφην περικτυπεῖ, πάλιν φις τοιχωρυχε τν παράδεισον· τς

κκλησίας θεμέλιος πέτρα σαλεύεται· λλ᾿  ξ ορανο τν εαγγελικν γκυραν

ῥῖψον, κα τν πέτραν στήριξον σειομένην· πιστάτα, σσον, ἀπολλύμεθα. Ὁ κοινς

κίνδυνος μερίζει τὸν μάρτυρα, κα πρς τν Δεσπότην παῤῥησιάζεται· παφίησι

έουσαν κατ το τυράννου τν γλτταν, στσον, λέγων, τν μμαν τοτον

δρόμον, ὦ τύραννε· πίγνωθι τς σς σθενείας τ μέτρα, αδέσθητι το

σταυρωθέντος τοὺς ρους· ροι δ το σταυρωθέντος ο τς κκλησίας ο τοχοι,

λλ τς οκουμένης τ πέρατα· ποτίναξαι τν χλν τς μανίας· βλέψον ες γν,

καὶ τ τς φύσεως τς σς σθενς νθυμήθητι· νάβλεψον ες τν ορανν, κα το

πολέμου τὸ μέγεθος λόγισαι· τν δαιμόνων τὴν σθεν διάπτυσον συμμαχίαν·

4

σκόπησον, ὅτι τ σταυρ πεπληγότες ο δαίμονές σε προστάτην τν βωμν τν

οἰκείων προβάλλονται.

Τί διώκεις ἀκατάληπτα; τί τοξεύεις ἀπέραντα; μ γρ τοίχοις Θες

περιγράφεται; ἀπερίγραπτον τ θεον· μ γρ φθαλμος μέτερος Δεσπότης

ρται; θεώρητος γάρ στι κα νείδεος τ οσί, κατ δ τ νθρώπινον γράφεται

καὶ ρται. Μ γρ λίθον κα ξύλον οκε, πιπράσκων ντὶ βος κα προβάτου τν

πρόνοιαν; μὴ γρ βωμς τος συναλλάγμασιν ατο μεσιτεύει; Ατη τν σν

δαιμόνων ἡ λίχνος προσαίτησις· μς Δεσπότης, μλλον δ τν λων Δεσπότης,

Χριστὸς ορανν οκε, κα κόσμον νιοχε, κα θυσία τούτ ψυχ πρς ατν

νανεύουσα, μία τούτ τροφ, τν πιστευόντων σωτηρία. Πασαι κατ τς

κκλησίας τ πλα κινν· π γς τ ποίμνιον, κα ποιμαίνων ν οραν· π γς

αἱ κληματίδες, κα ν οραν μπελος· ν δ κτέμς τς κληματίδας,

πολυπλασιάζεις τὴν μπελον. Λύθρου γέμουσιν αἱ χερές σου, τ ξίφος τ σν π

θυμάτων ἐστν λόγων· φεσαι τν ναιτίων θρεμμάτων, κα μν τος λέγχουσιν

παφες τν σίδηρον· φεσαι τν σιωπώντων λόγων, κα μς τος κατηγοροντας

πόσφαττε. Ο γρ οτω φοβομαι τν νδροφόνον σίδηρον, ὡς τὸν πιβώμιον

πέλεκυν· ὁ νδροφόνος σίδηρος τ σμα διασπαράττει, πιβώμιος πέλεκυς τν

ψυχὴ ναιρε· νδροφόνος σίδηρος τ θυόμενον κατασφάττει, δ πιβώμιος

πέλεκυς καὶ τ θυόμενον κα τν θύοντα συναπόλλυσι. Τέμε τν αχένα τν μν,

καὶ μ μολύνῃς θυσιαστήριον· χεις ατοκέλευστον ερεον, τί τν δεσμώτην ταρον

νανεύοντα συμποδίζεις; Ε θύειν πιθυμες, ν τος τς κκλησίας προθύροις θύε

λογικὸν ερεον. Ο φέρει τν μετρον τύραννος παῤῥησίαν το μάρτυρος, λλ᾿

εὐθς π τς γλώττης το θύματος ἄρχεται.

κτέμνει τοίνυν τν γλτταν, οκ νελεν βουλόμενος, λλ τ κηρύγματι

πολεμῶν· ο τοσοτον τ κήρυκι φθονν, σον τ κηρυττομέν βασκαίνων. λλ᾿

δρασσόμενος τος σοφος ν τ πανουργί ατν, τ κτμηθν ργανον τς

φωνῆς ξ ορανο ποδίδωσι, καὶ οράτ γλώττ τν χωλεύοντα φθόγγον

ποστηρίζει, κα χαρίζεται τ γλώττ τν φωνν, ργ τν νθρωπίνην

δημιουργίαν νδεικνύμενος τ τυράνν, Κα καθάπερ ο φρεωρύχοι τς φλέβας διασκαλεύοντες εὐρυτέραν τ δατι τν κρον περγάζονται, οτω κα

τύραννος σιδήρῳ τς γλώττης διορύττων τν ίζαν, σφοδροτέροις πεκλύζετο τος

τῶν λέγχων κρουνος.

βουλόμην χρι τέλους γχορεσαι τ το μάρτυρος ποθέσει, λλ᾿   τς

συμμετρίας ἐπέστη καιρς, καί μοι σιωπν γκελεύεται· μν τε γρ πρὸς

φέλειαν καν τ ηθέντα, κα ναγκαα το πατρς τ διδάγματα πρς τν τν

ηθέντων παρτισμόν· λλ κα τ ηθέντα τος τς μνήμης κόλποις

περιπτυξώμεθα, καὶ τος λέγεσθαι μέλλουσι τος τς ψυχς αλακας ναπτύξωμεν,

καὶ π πσι τν θαυματοποιν Χριστὸν προσκυνήσωμεν, τι ατ δόξα σν τ

Πατρὶ κα τ παναγί Πνεύματι νν κα ε, κα ες τος αἰῶνας τν αώνων. μήν.