Τετάρτη 10 Οκτωβρίου 2012

Συμεών Ν.Θεολόγου

Θείων Ερώτων Ύμνοι.




Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι,
τὸν ἀκάθαρτον, τὸν ἄσωτον, τὸν πόρνον;
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καὶ φῶς ποιοῦσαν ἅπαντά μου τὰ μέλη;
Σῶμα γὰρ τὸ σόν, τὸ ἄχραντον καὶ θεῖον,
ἀπαστράπτει ὅλον πυρὶ θεότητός σου
ἀναφυραθὲν καὶ συμμιγὲν ἀῤῥήτως·
τοῦτο οὖν κἀμοὶ ἐδωρήσω, Θεέ μου.
Τὸ γὰρ ῥυπαρὸν καὶ φθαρτὸν τοῦτο σκῆνος
τῷ παναχράντῳ ἑνωθὲν σώματί σου
καὶ μιγὲν τὸ αἷμά μου τῷ αἵματί σου
ἡνώθην, οἶδα, καὶ τῇ θεότητί σου
καὶ γέγονα σὸν καθαρώτατον σῶμα,
μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως,
μέλος τηλαυγὲς καὶ διαυγὲς καὶ λάμπον.
Ὁρῶ τὸ κάλλος, βλέπω τὴν λαμπηδόνα,
ἐνοπτρίζομαι τὸ φῶς τῆς χάριτός σου
καὶ τὸ ἄῤῥητον ἐκπλήττομαι τῆς αἴγλης
(46) καὶ ἐξίσταμαι κατανοῶν ἑαυτόν·
ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα!
Καὶ εὐλαβοῦμαι, καὶ ἐμαυτὸν αἰδοῦμαι
καὶ, ὡς σέ αὐτόν, καὶ τιμῶ καὶ φοβοῦμαι
καὶ ἐξαπορῶ, ἐντρεπόμενος ὅλως,
τὸ ποῦ καθίσω καὶ τίνι προσεγγίσω
καὶ ποῦ τὰ μέλη τὰ σὰ προσανακλίνω,
εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις
ὅλως χρήσωμαι τὰ φρικτά τε καὶ θεῖα.
Δός μοι καὶ λαλεῖν καὶ πράττειν, ἅπερ λέγω,
ὦ Δημιουργὲ καὶ Πλάστα καὶ Θεέ μου!
Εἰ γάρ, ἃ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου,
γέγονα χαλκὸς ἠχῶν μάτην μεγάλα
καὶ ἀναισθητῶν πρὸς τὴν ἠχὴν τῶν κτύπων·
ἀλλὰ μὴ ἀφῇς μηδὲ ἐγκαταλίπῃς,
μηδὲ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ  μου,
καὶ ταλαίπωρον, τὸν πτωχόν τε καὶ ξένον,
τὸν μυρία σοι τάλαντα χρεωστοῦντα,
ἀλλ᾿ ὥσπερ πάλαι, καὶ νῦν πατρῴας πάσης,
πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων
καὶ ἄλλων πάντων συγγενῶν τε καὶ φίλων
ἀπεχώρισας ἁμαρτωλόν με ὄντα
καὶ πάντων τούτων εὐτελέστερον, Σῶτερ,
καὶ προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις
τὸν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου.
Οὕτω καὶ νῦν με ἐλέησον, οἰκτίρμον,
οὕτω μᾶλλον δὲ μειζόνως, ὦ Θεέ μου,
καὶ σπλαχνίσθητι καὶ περιφύλαξόν με
καὶ τοῦ θυμοῦ  μου πράϋνον τὰς κινήσεις
καὶ ἱκάνωσον τοῦ μακροθύμως φέρειν
(47) πάντα πειρασμὸν καὶ λύπην τὴν τοῦ βίου,
ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως,
ὅσα δαιμόνων πειράζει φθονερὰ φύσις
καὶ οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου
ἔργῳ μοι, λόγῳ προξενοῦσι· φεῦ, οἴμοι,
ὅτι τὰ ἐμὰ μέλη με δαπανῶσι,
καὶ ὀδυνῶμαι δι᾿ αὐτὰ ταῦτα πάλιν.
Ἄγομαι ποσί, κεφαλὴ λαχὼν εἶναι,
καί γυμνοποδῶ καὶ ἀκάνθαις κεντοῦμαι
καὶ σφόδρα ἀλγῶ τὴν ὀδύνην μὴ φέρων·
τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει
καὶ εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος·
ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με
καὶ περισκελίζομαι καὶ πίπτω κάτω.
Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι·
τὸ κεῖσθαι κακὸν καὶ τὸ ὁδεύειν οὕτως
χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινὸν ὄντως,
ὡς πάσας ἄλλας συμφορὰς ὑπερβαῖνον.
Κύριε, δός μοι κατάνυξιν καὶ πένθος
ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου,
ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ
ἐκδουλεῦσαί σοι καὶ καλῶς θεραπεῦσαι
καὶ τὰς ἁγίας ἐντολάς σου φυλάξαι.
Εὐχαριστῶ σοι, ὅτι ζῇν δέδωκάς μοι
καὶ γινώσκειν σε καὶ προσκυνεῖν, Θεέ μου·
τοῦτο γὰρ ζωή, τὸ σὲ γινώσκειν μόνον
Θεόν, κτίστην τε καὶ ποιητὴν ἁπάντων,
ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον,
καὶ τὸν σὸν υἱὸν ἀπὸ σοῦ γεννηθέντα,
καὶ ἐκπορευτὸν τὸ Πανάγιον Πνεῦμα,
τὴν πανύμνητον τριαδικὴν μονάδα,
ἣν τὸ προσκυνεῖν εὐσεβῶς καὶ λατρεύειν
(48) ὑπὲρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει,
κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς.
Τί γὰρ ἀγγέλων, τί δὲ τῶν ἀρχαγγέλων,
κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε
καὶ πασῶν ἄλλων στρατιῶν οὐρανίων
ὑπάρχει δόξα ἢ φῶς ἀθανασίας
ἢ χαρὰ ἢ ἔλλαμψις ζωῆς ἀΰλου,
εἰ μὴ τὸ ἓν φῶς τῆς Ἁγίας Τριάδος
διαιρούμενον τρισσῶς ἀδιαιρέτως,
ὃ ἓν ὑπάρχει ἐν τρισὶ χαρακτῆρσι,
γινωσκόμενον ἀγνώστως, ὅσον θέλει;
Οὐδὲ γὰρ ἐνδέχεται κτίσμα τὸν κτίστην
οὕτω γινώσκειν ἢ νοῒ βλέπειν ὅλον,
ὡς αὐτός οἶδεν ἑαυτὸν κατὰ φύσιν·
κατὰ χάριν δὲ βλέπουσι καὶ νοοῦσιν
ἄγγελοι πάντες καὶ πᾶσα κτιστὴ φύσις,
οὐ καταλαμβάνοντες, ἀλλὰ νοοῦντες,
καθ᾿ ὃ γνωσθῆναι ἢ φανῆναι θελήσει
τοῖς τυφλοῖς τὸ φῶς ἢ καὶ βλέπουσι πάντως·
καὶ γὰρ ὀφθαλμὸς χωρὶς φωτὸς οὐ βλέπει,
ἀλλὰ καὶ ὁρᾶν ἐκ τοῦ φωτὸς λαμβάνει,
ὅτι παρ᾿ αὐτοῦ καὶ ἐδημιουργήθη.
Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς,
εὑρήσεις πάντα Θεόν πεποιηκότα.
Τὰ ἐν οὐρανοῖς εἴ τι δ᾿ ἄν καὶ ἀκούσῃς,
τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις,
καὶ τούτων πάντων μία ζωὴ καὶ δόξα,
μία ἔφεσις καὶ μία βασιλεία,
πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη
καὶ πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη,
ἡ ἐπίγνωσις τῆς ἀρχῆς καὶ αἰτίας,
ὅθεν παρήχθη καὶ γεγόνασι πάντα.
(49) Τοῦτο σύστασις τῶν ἄνω καὶ τῶν κάτω,
τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων,
τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων,
τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν,
προσλαβόμενοι γνῶσιν καὶ φόβον πλείω,
ὅτε πίπτοντα τὸν Σατανᾶν ἑώρων
καὶ τοὺς σὺν αὐτῷ ὑπαχθέντας οἰήσει·
ὅσοι γὰρ μόνον ἐπελάθοντο τούτου
καὶ κατέπεσον ἐπάρσει δουλωθέντες,
ὅσοι δὲ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν,
ἐκουφίζοντο φόβῳ καὶ τῇ ἀγάπῃ,
προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ.
Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας
καὶ τὴν προσθήκην τῆς ἀγάπης ἐποίει,
ὅτι καὶ πλείω τὴν ἀστράπτουσαν αἴγλην
καὶ τρανοτέραν ἑώρων τῆς Τριάδος,
καὶ τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην
ἀπεκρούετο καὶ ἀτρέπτους ἐποίει
τοὺς τρεπτὴν φύσιν τὸ κατ᾿ ἀρχὰς λαβόντας,
ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου