Σάββατο 13 Οκτωβρίου 2012

Μεθόδιος Πατάρων (Ολύμπου)

Συμπόσιον των Δέκα Παρθένων ή Περί αγνείας


Ταῦτα οὖν εἰποῦσαν ἔφη κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετήν ἡ Θεοπάτρα, καὶ στάσας ὑπὸ τὴν ἅγνον εὐχαριστήριον πρεπόντως ὕμνον ἀναπέμψαι τῷ Κυρίῳ, ἐξάρχειν δὲ τὴν Θέκλαν καὶ προϋφηγεῖσθαι. Ὡς οὖν ἀνέστησαν, τὴν Θέκλαν μέσην μὲν τῶν παρθένων ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν κοσμίως ψάλλειν, τὰς δὲ λοιπὰς ἐν κύκλῳ καθάπερ ἐν χοροῦ σχήματι συστάσας ὑπακούειν αὐτῇ.

Ὑπακοή.       
Ἁγνεύω σοι καί λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
νωθεν, παρθένοι, βοῆς
ἐγερσίνεκρος ἦχος ἦλθε Νυμφίῳ λέγων
πασσυδὶ ὑπαντάνειν λευκαῖσιν ἐν στολαῖς
καὶ λαμπάσι πρὸς ἀνατολάς· ἔγρεσθε πρὶν φθάσῃ
μολεῖν εἴσω θυρῶν Ἄναξ.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Βροτῶν πολυστένακτον ὄλβον ἐκφυγοῦσα καὶ
βίου τρυφῆς ἁδονάς τ᾿ ἔρωτα, σαῖς ὑπ᾿ ἀγκάλαις
ζωηφόροις ποθῶ σκέπεσθαι καὶ βλέπειν τὸ σὸν
κάλλος διηνεκῶς, Μάκαρ.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Γάμων λιποῦσα θνητὰ λέκτρα καὶ δόμον,
Ἄναξ, διὰ σὲ πολύχρυσον, ἦλθον ἀσπίλοις    
ἐν εἵμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων    
θαλάμων εἴσω σύν σοι μολεῖν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Δόλους δράκοντος ἐκφυγοῦσα μύριους,
Μάκαρ, θελκτηρίους· ἔτλην δὲ καὶ πυρὸς φλόγα
καὶ θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους,
σὲ προσμένουσ᾿ ἀπ᾿ οὐρανῶν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
λαθόμην πάτρας, ποθοῦσα σὴν χάριν, Λόγε,
ἐλαθόμην τε παρθένων  ὁμηλίκων  χορούς,
μητρός τε καὶ γένους φρύαγμα· πάντα γὰρ σύ μοι
αὐτὸς σύ, Χριστέ, τυγχάνεις.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Ζωῆς χοραγός, Χριστέ, χαῖρε φῶς ἀνέσπερον,
ταύτην δέδεξο τὴν βοήν· χορός σε παρθένων
προσεννέπει, τέλειον ἄνθος, ἀγάπη, χαρά,
φρόνησις, σοφία, Λόγε.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
νοιγμέναις θύραις, ἄνασσα
φαιδρόκοσμε, δέδεξο θαλάμων εἴσω χ᾿ ἡμᾶς,
ἀχραντόσωμε, καλλίνικε Νύμφα, καλλίπνου·
ὁμόστολοι παρήμεθα Χριστῷ, πανόλβιον
μέλπουσαι σὸν γάμον, θάλος.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Θρηνοῦσι νῦν βαρύστονοι κόραι πυλῶν πικρῶς
νυμφῶνος ἔξω καὶ βοῶσι γοερῶς, ὅτι
τὸ λαμπάδων ἀποσβέσασαι φῶς οὐκ ἔφθασαν
χαρᾶς ταμεῖον εἰσιδεῖν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
ερᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι πρὸς βίου πόρους
κτήσασθ᾿ ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον·
νεκρὰς δέ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας
στένουσιν ἔνδον ἐκ φρενῶν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Κρατῆρες ἁδυπληθέες πρόκεινται νέκταρος·
πίνωμεν· οὐράνιόν ἐστι πόμα, παρθένοι,
ὁ Νυμφίος ὅπερ τέθεικε τοῖς μετ᾿ ἀξίας          
εἰς τὸν γάμον κεκλημένοις.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Λαμπρῶς σου θάνατον Ἄβελ προεκτυπῶν, Μάκαρ,
ἔλεξεν αἱματοσταγὴς βλέπων εἰς οὐρανόν.
Ἀνηλεῶς με συγγόνου τετρωμένον χειρὶ
δέξαι, λιτάζομαι, Λόγε.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Μέγιστον ἆθλον ἁγνείας,
ὁ καρτερός σου παῖς, Λόγε, Ἰωσὴφ ἀνείλετο·
γυνὴ γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως
εἷλκε φλογωμένη πόθοις, ὁ δ᾿ οὐδὲν ἐντραπεὶς
ἔφευγε γυμνὸς ἐκβοῶν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Νεοσφαγῆ
ὁ Ἰεφθάε κόρην ἀνῆγε θυσίαν Θεῷ,
ἄπειρον ἀνδρός, ἀμφὶ βωμὸν ἀμνάδος δίκην.
Ἡ δ᾿ εὐγενῶς σου τὸν τύπον τῆς σαρκός, ὦ Μάκαρ,
τελοῦσ᾿ ἔκραζε καρτερῶς.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Ξένων στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις
Ἰουδὴθ δόλοις καρατόμησασα, κάλλεος τύποις
θέλξασα τοῦτον, οὐδὲ χράναντα σώματος μέλη,
νικαφόροις δ᾿ ἔφη βοαῖς.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
ρῶντες εἶδος, εὐπρεπὲς ὑφῆς δύο κριταί,
Σουσάννας ἐμμανεῖς ἔρωτι λέξαν· ὦ γύναι,
κρυπτῶν γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα.
ἡ δ᾿ ἐντρόμοις ἔφη βοαῖς·

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Πολλῷ με κατθανεῖν ἄμεινόν ἐστιν ἢ λέχη
προδοῦσαν, ὦ γυναιμανεῖς, ὑμῖν αἰωνίαν
δίκην ὑπ᾿ ἐμπύροις Θεοῦ τιμωρίαις παθεῖν.
Σῶσόν με, Χριστέ, τῶνδε νῦν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
οαῖς καθαρσίοις λούων πλήθη βροτῶν ὁ σὸς
πρόδρομος ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν
ἤχθη δι᾿ ἁγνείαν, λύθρῳ δὲ φοινίῳ κόνιν
δεύων ἔκραζέ σοι, Μάκαρ·

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Σοῦ καὶ ζωητόκος χάρις ἄθικτος, ἄτεγκτος, ἀσπίλους
τὰς σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύι,
μορφὴν ὑπέσχεν ὡς προδοῦσα λέκτρα παρθένος·
ἔλεξε δ᾿ ἔγκυος, Μάκαρ·

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Τὴν σήν, Μάκαρ, γαμήλιον ποθοῦντες ἁμέραν
ἰδεῖν, ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων Ἄναξ
κέκληκας, ἥκασι μέγιστα δῶρα σοι, Λόγε,
φέροντες ἀσπίλοις στολαῖς.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
μνοις, μάκαιρα νεόνυμφε, θαλαμηπόλοι
αἱ σαὶ γεραίρομέν σε νῦν, ἄθικτε παρθένε,
Ἐκκλησία χιονόσωμε, κυανοβόστρυχε,
σῶφρον, ἄμωμ᾿, ἐρασμία.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.


Ψαλμός.
Φθορὰ πέφευγε καὶ νόσων πόνοι δακρυσταγεῖς,
θάνατος ᾑρέθη, ὄλωλε ,πᾶσα ἀφροσύνη,
λύπη τέθνηκε τηξίφρων, ἔλαμψε δ᾿ ἡ Θεοῦ
χαρὰ   βροτοῖς ἄφνω πάλιν.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Χῆρος βροτῶν παράδεισός ἐστιν οὐκέτι·
πάλιν γὰρ αὐτὸν ἐκ θείας ὥσπερ τὸ πρὶν ταγῆς
οἰκεῖ τέχναις ὁ ποικίλαις δράκοντος ἐκπεσών,
ἄφθαρτος, ἄφοβος, Μάκαρ. 

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
Ψάλλων τὸ καινὸν ᾆσμα νῦν χορός σε παρθένων
καθιστάνει πρὸς οὐρανούς, ἄνασσ᾿ ὅλως σοφὴ,
ἐστεμμένος λευκοῖς κρίνων κάλυξι καὶ φλόγας
χερσὶ σελασφόρους φέρων.

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Ψαλμός.
τὰς ἀχράντους οὐρανοῦ, Μάκαρ, ναίων ἕδρας,  
ἄναρχε, πάντα συγκροτῶν αἰωνίῳ κράτει,     
δέξαι σὺν παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς
πύλαις, Πάτερ, καὶ ἡμέας.           

Ὑπακοή.       
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.

Μεθοδίου Πατάρων. Συμπόσιον. PG 18.

Παρασκευή 12 Οκτωβρίου 2012

Συμεών Ν.Θεολόγου

Θείων Ερώτων Ύμνοι



Ἀρχὴν ποιήσας Χριστὸν καὶ θερμὴν πίστιν
      οὕτως ἀναχώρησον ἀπὸ τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε καὶ φίλους,
      τοῦτο γὰρ ὠφέλιμον τοῖς ἀρχαρίοις.
Γυμνὸς πρόσελθε τῶν ὑλῶν τῷ Ἀΰλῳ,
      οὐδὲν μεῖζον εὑρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπὸ σοῦ ἀποῤῥίψας,
      πρὸς δυνατὸν γὰρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβὼν ἀδιστάκτως,
     καὶ γὰρ κήδεται τῶν μικρῶν στρουθίων.
Ζυγὸν βάστασον τὸν ἐλαφρὸν Κυρίου,
    πολλὴ ἡ ἀντίδοσις γὰρ τῶν μελλόντων.
Ἡμᾶς βροτοὺς ἅπαντας σῴζοντας δῶρον,
    καὶ γὰρ ἠγοράσθημεν αἵματι θείῳ·
θεοὺς δεικνύντα δυνάμει τοῦ καλοῦντος,
    τοῦτο γὰρ ἡ σάρκωσις ἡ τοῦ Δεσπότου,
ἵν᾿ ἔργῳ γνῷς τῶν ἔργων τὰς ἐκβάσεις·
    τὸ πάντων θαυμαστότερον τῶν ὁρωμένων!
Καλόν σοι κέρδος ἐκκοπὴ θελημάτων,
    μάρτυρα δεικνύει σε τῇ συνειδήσει.
(56) Λόγους πατρός σου καὶ προστάγματα πρᾶττε,
    ὁδηγοῦσι γὰρ τὴν ὁδὸν ἀπροσκόπως
μέχρι θανάτου· ὕψος γὰρ τοῦτο μέγα!
    Θεὸς φαίνεται διὰ σέ τοῦτο πρᾶξας.
Νόμιζε εἶναι εὐτελέστερος πάντων,
    τοῦτο πρῶτόν σε ποιεῖ τῆς βασιλείας,
ξένος τε πτωχότερος, ταπεινότερος ἄλλων·
    μεγάλα ὄντως, εἰ ταῦτα κατορθώσῃς.
Ὅλος ὑπάρξῃς μιμητὴς τοῦ Δεσπότου,
    τί δὲ ὑπάρχει ἀγαθότερον τούτου;
Πάντα κατορθοῖ τὸ πενθεῖν καθ᾿ ἑκάστην,
    γλυκὺ γὰρ τοῦτο ὑπὲρ βρῶσιν καὶ πόσιν
ῥεόντων καὶ ἑστώτων διδάσκον γνῶσιν·
    ἀφιστᾷ γὰρ πρότερον παντὸς τοῦ κόσμου.
Σιωπὴν ἄσκει, τὴν φυλάττουσαν ταῦτα,
    ῥίζας κόπτει γὰρ ἀνωφελεῖς παντοίας.
Τὴν μνήμην ἔχε πάντοτε τοῦ θανάτου·
    αὕτη γὰρ πρόξενος ταπεινώσεως πέλει·
Ὑφ᾿ ὧν καθαρθεὶς καὶ αὐγασθεὶς καρδίαν
    ὤ, τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι
φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τὸ θεῖον,
    βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου·
Χριστὸς δέ ἐστιν ἡ τελεία ἀγάπη,
    ὁ ἔχων αὐτὴν θέσει Θεὸς ὑπάρχει,
ψυχὰς φωτίζων τὰς αὐτὸν ἐκζητούσας·
    αὗται μόναι ζήσονται, μηδεὶς πλανάσθω!
Ὦ θεοποιὸς ἀγάπη, Θεὸς οὖσα!
    Ἔκπληξις τοῦτο καὶ δυσεύρετον πρᾶγμα.

Συμεών Ν.Θεολόγου

Θείων Ερώτων Ύμνοι



Ἄφες κόσμον ἅπαντα καὶ τοὺς ἐν κόσμῳ·
μόνον προσλαβοῦ τὸ μακάριον πένθος.
Θρήνησον μόνα τὰ κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καὶ τῶν ἁγίων.
Μηδενὸς ἄλλου φροντίσῃς ἐκτὸς τούτου,
ἀλλὰ καὶ τὸ σῶμά σου ὡς ξένον ἔχε
καὶ κάτω βλέπε ὡς κατακεκριμένος
καὶ τὴν ἐπὶ θάνατον ὁδὸν βαδίζων
στέναζε ἀεὶ ἐκ βάθους τῆς καρδίας
καὶ τὸ πρόσωπον μόνοις δάκρυσι πλῦνε.
Τοὺς δὲ πόδας σου, τοὺς εἰς κακὰ δραμόντας
μὴ θελήσῃς ὕδατι νίψαι μηδόλως,
ναὶ δή, καὶ τὰς χεῖράς σου συνεσταλμένας ἔχε·
ταύτας ἀναιδῶς πρὸς Θεὸν μὴ ἐκτείνῃς,
ἃς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν.
Κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης
-εὐχερὴς  καὶ γὰρ αὕτη πρὸς ἁμαρτίαν -,
ἐπεὶ δι᾿ αὐτῆς μόνης καὶ τῶν μεγάλων
πολλοὶ ἀπεσφάλησαν ὁδοῦ εὐθείας
καὶ ἀπώλεσαν οὐρανῶν βασιλείαν.
(52) Ταύτης δὲ πρῶτον φράξον τὰς ἀκοάς σου,
ἀκούειν μηδὲν τῶν αἰσχρῶν καὶ ματαίων,
καὶ τότε ἴσως κυριεύσεις καὶ ταύτης.
Ἄκουε μόνας πατρός σου νουθεσίας,
ποιοῦ ταπεινὰς πρὸς αὐτόν ἀποκρίσεις
καὶ ὡς τῷ Θεῷ λέγε τοὺς λογισμούς σου
μέχρι προσβολῆς καὶ μηδὲν ἀποκρύψῃς.
Μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου,
μηδὲ κοιμηθῇς μήτε φάγῃς ἢ πίῃς.
Καὶ ὅτε ταῦτα φυλάξῃς ἐπὶ χρόνοις,
μηδὲν δοκήσῃς μέγα κατωρθωκέναι·
καὶ γὰρ ἔσπειρας ἐν ἱδρῶτι καὶ κόπῳ,
οὔπω δὲ καρπὸν τῶν σῶν πόνων ἐδρέψω.
Μὴ οὖν πλανηθῇς ἢ δόξῃς εὑρηκέναι,
Πρὶν ἢ ὀφθαλμοὺς ψυχικοὺς ἐπικτήσῃ
καὶ σῆς καρδίας καθαρθῶσι τὰ ὦτα
τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου
καὶ πνευματικῶς βλέπειν τε καὶ ἀκούειν
καὶ ἀλλοτριοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ,
καὶ γὰρ θεάσῃ πολλὰ τῶν ἀνεκφράστων
καὶ ἀκούσεις πλείονα πανεξαισίως,
ἃ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι.
Φρικτὸν οὖν θαῦμα πνευματικῶς ἀκούειν,
καὶ τὸ οὕτως βλέπειν δὲ θαῦμα θαυμάτων!
Οὐδὲν σαρκικὸν ἐννοεῖ ποτε ὁ τοιοῦτος,
πατεῖ δὲ τὴν γῆν ὡς εἰς ἀέρα βαίνων,
πάντα τε ὁρᾷ μέχρι καὶ τῶν ἀβύσσων
καὶ κατανοεῖ τὰ ποιήματα πάντα,
γνωρίζει Θεόν, ἐκπλήττεται τῷ φόβῳ
καὶ ὡς ποιητὴν προσκυνεῖ καὶ δοξάζει·
μέγα τὸ γνωρίσαι δὲ τὴν δεσποτείαν,
(53) κἄν πάντες νομίζωσι τοῦτο εἰδέναι,
ἀπατῶνται δὲ πλεῖστοι, μὴ ἀμφιβάλλῃς!
Τοῦτο ἴσασιν οἱ φωτισθέντες,
οἱ δ᾿ ἄλλοι πάντες, ὤ, τῆς δεινῆς ἀγνοίας,
σκοτεινότεροί εἰσι καὶ τῶν δαιμόνων.
Ἀλλ᾿ ὦ Κύριε καὶ Κτίστα τῶν ἁπάντων,
Ὃς ἐποίησας ζῷον θνητὸν ἐκ γῆς με
καὶ ἐτίμησας χάριτι ἀθανάτῳ
καὶ ζῇν δέδωκας καὶ λαλεῖν καὶ κινεῖσθαι
καὶ δοξάζειν σε, τὸν Δεσπότην τῶν ὅλων,
αὐτός, Δέσποτα, δός μοι τῷ ταλαιπώρῳ
καὶ προσπίπτειν σοι καὶ αἰτεῖν τὸ συμφέρον.
Ἀγνοῶ καὶ γάρ, πῶς παρήχθην ἐν κόσμῳ
καὶ τί τὰ τῇδε, ἃ νομίζουσιν εἶναι·
τίς ἡ ὅρασις ἡ ἐμή, ὦ Θεέ μου,
τί δὲ τὰ ὁρώμενα, εἰπεῖν οὐκ ἔχω,
πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες
καὶ κρίσιν ὀρθὴν οὐκ ἔχομεν τῶν ὄντων.
Χθὲς ἦλθον πάντως καὶ αὔριον ὑπάγω
καὶ εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα.
Ἔχειν σε Θεόν ὁμολογῶ τοῖς πᾶσιν,
ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ᾿ ἑκάστην·
διδάσκομαί σε ποιητὴν εἶναι πάντων,
ἄνευ δὲ σοῦ βιάζομαι πάντα ἔχειν.
Σὺ βασιλεύεις τῶν ἄνω καὶ τῶν κάτω
κἀγὼ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω·
δὸς τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ
πᾶσαν ἀποῤῥίψασθαι ψυχῆς κακίαν,
ἣν φυσίωσις, ἣν ἔπαρσις ματαία
συνθλῶσιν ἅμα καὶ συντρίβουσιν, οἴμοι!
Δὸς ταπείνωσιν, δὸς χεῖρα βοηθείας
καὶ καθάρισον τὸν ῥύπον τῆς ψυχῆς μου
(54) καὶ παράσχου μοι δάκρυα μετανοίας,
δάκρυα πόθου, δάκρυα σωτηρίας,
δάκρυα καθαίροντα ζόφον νοός μου
καὶ λαμπρόν με ἄνωθεν ἀποτελοῦντα,
τὸν ὁρᾶν σε θέλοντα, τὸ φῶς τοῦ κόσμου,
τὸ φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τοῦ ἀθλίου,
καὶ καρδίαν γέμουσαν κακῶν τοῦ βίου
ἔχοντος πολλῶν ἐκ θλίψεων καὶ φθόνου
τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας
ἤ, μᾶλλον εἰπεῖν, τῶν ἐμῶν εὐεργετῶν,
τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων,
οἷς ἀντὶ κακῶν δὸς ἀγαθά, Χριστέ μου,
τὰ αἰώνια, τὰ καὶ πλούσια καὶ θεῖα,
ἃ ἡτοίμασας εἰς αἰῶνας αἰώνων
τοῖς σέ ποθοῦσι καὶ φιλοῦσιν ἐκθύμως.

Συμεών Ν.Θεολόγου

θείων Ερώτων Ύμνοι




Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ
καὶ ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ,
βλέπων βλέπεται, φιλῶν φιλεῖται
καὶ γίνεται φῶς λαμπόμενος ἀῤῥήτως·
δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν
καὶ προσοικειούμενος ὡς ξένος πέλει.
Ὤ, ξένου πάντῃ θαύματος καὶ ἀφράστου!
Διὰ πλοῦτον ἄπειρον ὑπάρχω πένης
καὶ μηδὲν ἔχειν δοκῶ πολὺ κατέχων
καὶ λέγω· Διψῶ διὰ πλῆθος ὑδάτων
καὶ τίς μοι δώσει, ὅπερ ἔχω πλουσίως,
καὶ ποῦ εὑρήσω, ὃν ὁρῶ καθ᾿ ἑκάστην;
Πῶς δὲ κρατήσω, ὃ ἐντός μου ὑπάρχει
καὶ ἔξω κόσμου, οὐ γὰρ βλέπεται ὅλως;
Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.

Τετάρτη 10 Οκτωβρίου 2012

Συμεών Ν.Θεολόγου

Θείων Ερώτων Ύμνοι.




Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι,
τὸν ἀκάθαρτον, τὸν ἄσωτον, τὸν πόρνον;
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καὶ φῶς ποιοῦσαν ἅπαντά μου τὰ μέλη;
Σῶμα γὰρ τὸ σόν, τὸ ἄχραντον καὶ θεῖον,
ἀπαστράπτει ὅλον πυρὶ θεότητός σου
ἀναφυραθὲν καὶ συμμιγὲν ἀῤῥήτως·
τοῦτο οὖν κἀμοὶ ἐδωρήσω, Θεέ μου.
Τὸ γὰρ ῥυπαρὸν καὶ φθαρτὸν τοῦτο σκῆνος
τῷ παναχράντῳ ἑνωθὲν σώματί σου
καὶ μιγὲν τὸ αἷμά μου τῷ αἵματί σου
ἡνώθην, οἶδα, καὶ τῇ θεότητί σου
καὶ γέγονα σὸν καθαρώτατον σῶμα,
μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως,
μέλος τηλαυγὲς καὶ διαυγὲς καὶ λάμπον.
Ὁρῶ τὸ κάλλος, βλέπω τὴν λαμπηδόνα,
ἐνοπτρίζομαι τὸ φῶς τῆς χάριτός σου
καὶ τὸ ἄῤῥητον ἐκπλήττομαι τῆς αἴγλης
(46) καὶ ἐξίσταμαι κατανοῶν ἑαυτόν·
ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα!
Καὶ εὐλαβοῦμαι, καὶ ἐμαυτὸν αἰδοῦμαι
καὶ, ὡς σέ αὐτόν, καὶ τιμῶ καὶ φοβοῦμαι
καὶ ἐξαπορῶ, ἐντρεπόμενος ὅλως,
τὸ ποῦ καθίσω καὶ τίνι προσεγγίσω
καὶ ποῦ τὰ μέλη τὰ σὰ προσανακλίνω,
εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις
ὅλως χρήσωμαι τὰ φρικτά τε καὶ θεῖα.
Δός μοι καὶ λαλεῖν καὶ πράττειν, ἅπερ λέγω,
ὦ Δημιουργὲ καὶ Πλάστα καὶ Θεέ μου!
Εἰ γάρ, ἃ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου,
γέγονα χαλκὸς ἠχῶν μάτην μεγάλα
καὶ ἀναισθητῶν πρὸς τὴν ἠχὴν τῶν κτύπων·
ἀλλὰ μὴ ἀφῇς μηδὲ ἐγκαταλίπῃς,
μηδὲ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ  μου,
καὶ ταλαίπωρον, τὸν πτωχόν τε καὶ ξένον,
τὸν μυρία σοι τάλαντα χρεωστοῦντα,
ἀλλ᾿ ὥσπερ πάλαι, καὶ νῦν πατρῴας πάσης,
πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων
καὶ ἄλλων πάντων συγγενῶν τε καὶ φίλων
ἀπεχώρισας ἁμαρτωλόν με ὄντα
καὶ πάντων τούτων εὐτελέστερον, Σῶτερ,
καὶ προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις
τὸν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου.
Οὕτω καὶ νῦν με ἐλέησον, οἰκτίρμον,
οὕτω μᾶλλον δὲ μειζόνως, ὦ Θεέ μου,
καὶ σπλαχνίσθητι καὶ περιφύλαξόν με
καὶ τοῦ θυμοῦ  μου πράϋνον τὰς κινήσεις
καὶ ἱκάνωσον τοῦ μακροθύμως φέρειν
(47) πάντα πειρασμὸν καὶ λύπην τὴν τοῦ βίου,
ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως,
ὅσα δαιμόνων πειράζει φθονερὰ φύσις
καὶ οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου
ἔργῳ μοι, λόγῳ προξενοῦσι· φεῦ, οἴμοι,
ὅτι τὰ ἐμὰ μέλη με δαπανῶσι,
καὶ ὀδυνῶμαι δι᾿ αὐτὰ ταῦτα πάλιν.
Ἄγομαι ποσί, κεφαλὴ λαχὼν εἶναι,
καί γυμνοποδῶ καὶ ἀκάνθαις κεντοῦμαι
καὶ σφόδρα ἀλγῶ τὴν ὀδύνην μὴ φέρων·
τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει
καὶ εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος·
ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με
καὶ περισκελίζομαι καὶ πίπτω κάτω.
Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι·
τὸ κεῖσθαι κακὸν καὶ τὸ ὁδεύειν οὕτως
χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινὸν ὄντως,
ὡς πάσας ἄλλας συμφορὰς ὑπερβαῖνον.
Κύριε, δός μοι κατάνυξιν καὶ πένθος
ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου,
ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ
ἐκδουλεῦσαί σοι καὶ καλῶς θεραπεῦσαι
καὶ τὰς ἁγίας ἐντολάς σου φυλάξαι.
Εὐχαριστῶ σοι, ὅτι ζῇν δέδωκάς μοι
καὶ γινώσκειν σε καὶ προσκυνεῖν, Θεέ μου·
τοῦτο γὰρ ζωή, τὸ σὲ γινώσκειν μόνον
Θεόν, κτίστην τε καὶ ποιητὴν ἁπάντων,
ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον,
καὶ τὸν σὸν υἱὸν ἀπὸ σοῦ γεννηθέντα,
καὶ ἐκπορευτὸν τὸ Πανάγιον Πνεῦμα,
τὴν πανύμνητον τριαδικὴν μονάδα,
ἣν τὸ προσκυνεῖν εὐσεβῶς καὶ λατρεύειν
(48) ὑπὲρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει,
κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς.
Τί γὰρ ἀγγέλων, τί δὲ τῶν ἀρχαγγέλων,
κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε
καὶ πασῶν ἄλλων στρατιῶν οὐρανίων
ὑπάρχει δόξα ἢ φῶς ἀθανασίας
ἢ χαρὰ ἢ ἔλλαμψις ζωῆς ἀΰλου,
εἰ μὴ τὸ ἓν φῶς τῆς Ἁγίας Τριάδος
διαιρούμενον τρισσῶς ἀδιαιρέτως,
ὃ ἓν ὑπάρχει ἐν τρισὶ χαρακτῆρσι,
γινωσκόμενον ἀγνώστως, ὅσον θέλει;
Οὐδὲ γὰρ ἐνδέχεται κτίσμα τὸν κτίστην
οὕτω γινώσκειν ἢ νοῒ βλέπειν ὅλον,
ὡς αὐτός οἶδεν ἑαυτὸν κατὰ φύσιν·
κατὰ χάριν δὲ βλέπουσι καὶ νοοῦσιν
ἄγγελοι πάντες καὶ πᾶσα κτιστὴ φύσις,
οὐ καταλαμβάνοντες, ἀλλὰ νοοῦντες,
καθ᾿ ὃ γνωσθῆναι ἢ φανῆναι θελήσει
τοῖς τυφλοῖς τὸ φῶς ἢ καὶ βλέπουσι πάντως·
καὶ γὰρ ὀφθαλμὸς χωρὶς φωτὸς οὐ βλέπει,
ἀλλὰ καὶ ὁρᾶν ἐκ τοῦ φωτὸς λαμβάνει,
ὅτι παρ᾿ αὐτοῦ καὶ ἐδημιουργήθη.
Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς,
εὑρήσεις πάντα Θεόν πεποιηκότα.
Τὰ ἐν οὐρανοῖς εἴ τι δ᾿ ἄν καὶ ἀκούσῃς,
τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις,
καὶ τούτων πάντων μία ζωὴ καὶ δόξα,
μία ἔφεσις καὶ μία βασιλεία,
πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη
καὶ πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη,
ἡ ἐπίγνωσις τῆς ἀρχῆς καὶ αἰτίας,
ὅθεν παρήχθη καὶ γεγόνασι πάντα.
(49) Τοῦτο σύστασις τῶν ἄνω καὶ τῶν κάτω,
τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων,
τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων,
τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν,
προσλαβόμενοι γνῶσιν καὶ φόβον πλείω,
ὅτε πίπτοντα τὸν Σατανᾶν ἑώρων
καὶ τοὺς σὺν αὐτῷ ὑπαχθέντας οἰήσει·
ὅσοι γὰρ μόνον ἐπελάθοντο τούτου
καὶ κατέπεσον ἐπάρσει δουλωθέντες,
ὅσοι δὲ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν,
ἐκουφίζοντο φόβῳ καὶ τῇ ἀγάπῃ,
προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ.
Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας
καὶ τὴν προσθήκην τῆς ἀγάπης ἐποίει,
ὅτι καὶ πλείω τὴν ἀστράπτουσαν αἴγλην
καὶ τρανοτέραν ἑώρων τῆς Τριάδος,
καὶ τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην
ἀπεκρούετο καὶ ἀτρέπτους ἐποίει
τοὺς τρεπτὴν φύσιν τὸ κατ᾿ ἀρχὰς λαβόντας,
ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.

Τρίτη 9 Οκτωβρίου 2012

Συμεών Ν.Θεολόγου. Ευχή Μυστική.



ΕΥΧΗ ΜΥΣΤΙΚΗ



Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν. (33)
Ἐλθέ, τὸ φῶς τὸ ἀληθινόν, ἐλθέ, ἡ αἰώνιος ζωή, ἐλθέ, τὸ ἀποκεκρυμμένον μυστήριον, ἐλθέ, ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ, τὸ ἀνεκφώνητον πρᾶγμα, ἐλθέ, τὸ ἀκατανόητον πρόσωπον, ἐλθέ, ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ, τὸ ἀνέσπερον φῶς, ἐλθέ, πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ, τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ, τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ, ὁ δυνατός, ὁ πάντα ἀεὶ ποιῶν καὶ μεταποιῶν καὶ ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι! Ἐλθέ, ὁ ἀόρατος καὶ ἀναφὴς πάντῃ ἀψηλάφητος, ἐλθέ, ὁ ἀεὶ μένων ἀμετακίνητος καὶ καθ᾿ ὥραν ὅλος μετακινούμενος καὶ ἐρχόμενος πρὸς ἡμᾶς, τοὺς ἐν τῷ ᾅδῃ κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθέ, τὸ περιπόθητον ὄνομα καὶ θρυλούμενον, λαληθῆναι δὲ παρ᾿ ἡμῶν, ὅπερ εἶ, ἢ γνωσθῆναι, ὁποῖος ἢ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον. Ἐλθέ, ἡ αἰώνιος χαρά, ἐλθέ, τὸ στέφος τὸ ἀμαράντινον, ἐλθέ, ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καὶ βασιλέως ἡμῶν, ἐλθέ, ἡ ζώνη ἡ κρυσταλλοειδὴς καὶ διάλιθος, ἐλθέ, τὸ ὑπόδημα τὸ ἀπρόσιτον, ἐλθέ, ἡ  βασίλειος ἁλουργὶς καὶ αὐτοκρατορικὴ ὄντως δεξιά! Ἐλθέ, ὃν ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου ψυχή, ἐλθέ, ὁ μόνος πρὸς μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς! Ἐλθέ, ὁ χωρίσας ἐκ  πάντων καὶ ποιήσας με μόνον ἐπὶ τῆς γῆς, ἐλθέ, ὁ γενόμενος πόθος αὐτὸς ἐν ἐμοὶ καὶ ποθεῖν σε ποιήσας με, τὸν ἀπρόσιτον παντελῶς! Ἐλθέ, ἡ πνοή μου καὶ ἡ ζωή, ἐλθέ, ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς, ἐλθέ, ἡ χαρὰ καὶ ἡ δόξα καὶ ἡ διηνεκής μου τρυφή!
Εὐχαριστῶ σοι, ὅτι ἓν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ· ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ὁ ἐπὶ πάντων Θεός, καὶ αὐτός μοι τὰ πάντα ἐν πᾶσι γεγένησαι, τροφὴ ἀνεκλάλητος καὶ εἰς ἅπαν ἀδάπανος, ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καὶ ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου, ἔνδυμα ἀπαστράπτον καὶ καταφλέγον τοὺς δαίμονας, κάθαρσις διὰ ἀφθάρτων καὶ ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σὴ παρουσία, πρὸς οὓς παραγίνῃ χαρίζεται. Εὐχαριστῶ σοι, τὸ φῶς ἀνέσπερόν μοι γεγένησαι καὶ ἥλιος ἄδυτος, ποῦ κρυβῆναι μὴ ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τὰ σύμπαντα. Οὐδέποτε γὰρ ἀπεκρύβης ἀπό τινος, ἀλλ᾿ ἡμεῖς ἀεὶ κρυπτόμεθα ἀπὸ σοῦ, ἐλθεῖν πρὸς σέ μὴ βουλόμενοι. Ποῦ γὰρ καὶ κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως; Ἢ διὰ τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά, μήτε τινὰ αὐτῶν ἐντρεπόμενος; Νῦν οὖν ἐνσκήνωσον, Δέσποτα, ἐν ἐμοὶ καὶ κατοίκησον καὶ μεῖνον ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοὶ τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγὼ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καὶ μετὰ τὴν ἔξοδον ἐν σοί, ἀγαθέ, καὶ συμβασιλεύσω σοι, τῷ ἐπὶ πάντων Θεῷ!  Μεῖνον, Δέσποτα, καὶ μὴ ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου, οἱ ζητοῦντες ἀεὶ τοῦ καταπιεῖν τὴν ψυχήν μου καὶ εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς καὶ μὴ ἰσχύσωσι κατ᾿ ἐμοῦ, βλέποντές σε, τὸν ἰσχυρότερον πάντων, ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς. Ναί, Δέσποτα, ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον καὶ ἀγνοοῦντός μου αὐτὸς ἐξελέξω με καὶ ἀπὸ τοῦ κόσμου ἐχώρισας καὶ πρὸ προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καὶ νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεὶ καὶ ἀμετακίνητον ἐν τῇ ἐμοὶ οἰκήσει σου διαφύλαξον, ἵνα μὴ βλέπων σε διηνεκῶς ὁ νεκρὸς ἐγὼ ζῶ, καὶ ἔχων σε ὁ πένης ἀεὶ πλουτῶ, καὶ βασιλέων πάντων ἔσομαι πλουσιώτερος, καὶ ἐσθίων καὶ πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ καὶ ἔσομαι ἐντρυφῶν ἀγαθοῖς, ὅτι σὺ ὑπάρχεις πᾶν ἀγαθὸν καὶ πᾶσα δόξα καὶ πᾶσα τρυφὴ καὶ σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ καὶ Ζωοποιῷ Τριάδι, τῇ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι σεβομένῃ τε καὶ γνωριζομένῃ καὶ προσκυνουμένῃ καὶ λατρευομένῃ ὑπὸ πάντων νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.