Πέμπτη 29 Μαρτίου 2012

Οσία Μαρία Αιγυπτία. Σωφρονίου Ιεροσολύμων


ΒΙΟΣ ΜΑΡΙΑΣ ΑΙΓΥΠΤΙΑΣ
ΤΗΣ ΑΠΟ ΕΤΑΙΡΙΔΩΝ ΟΣΙΩΣ ΑΣΚΗΣΑΣΗΣ ΚΑΤΑ ΤΗΝ ΕΡΗΜΟΝ ΤΟΥ ΙΟΡΔΑΝΟΥ
PG.87Γ´. Στῆλες 3697-3725

A   α´. Μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν ἔνδοξον· οὕτω γὰρ εἶπεν ὁ ἄγγελος τῷ Τωβίτ, μετὰ τὴν παράδοξον τὴν ἐκ τυφλώσεως τῶν ὀμμάτων ἀνάβλεψιν, καὶ μετ᾿ἐκείνους τοὺς κινδύνους, οὓς διῆλθε, καὶ ὧν ἐῤῥύσθη, δι᾿ἣν εἶχεν εὐσέβειαν. Καὶ γὰρ τὸ βασιλέως μὴ φυλάττειν μυστήριον, ἐπισφαλὲς καὶ ἐπόλεθρον. Καὶ τὸ σιγᾶν Θεοῦ ἔργα παράδοξα, ψυχῆς φέρει τὸν κίνδυνον. Ὅθεν κἀγὼ φόβῳ τοῦ σιωπᾶν τὰ θεῖα βαλλόμενος, καὶ τὸν ἐπηρτημένον κίνδυνον τῷ δούλῳ, ὑφορώμενος, ὡς λαβὼν ὑπὸ τοῦ δεσπότου τὸ τάλαντον, εἰς γῆν ἐκεῖνο κατώρυξε, καὶ τὸ δοθὲν εἰς ἐργασίαν ἔκρυψεν ἀπραγμάτευτον· ἐξήγησιν ἱεράν, ἕως ἐμοῦ καταντήσασαν, οὐδαμῶς σιωπήσομαι. Καί μοι μηδεὶς ἀπιστείτω ἅπερ ἀκήκοα γράφοντι, ἢ ἐμὲ τερατεύεσθαι τὸ παράπαν ἡγούμενος, ἢ τοῦ πράγματος τῷ μεγέθει πληττόμενος· ἐμοὶ μὲν γὰρ μὴ γένοιτο καταψεύσασθαι καὶ καπηλεύεσθαι λόγον, ἐν ᾧ Θεοῦ μνημονεύεται. [τῶν ἱερῶν καταψεύδεσθαι, καὶ καπηλεύειν τὸν λόγον].  Καὶ τὸ σμικρὰ δὲ φρονεῖν καὶ ἀνάξια τῆς τοῦ σαρκωθέντος Θεοῦ Λόγου B μεγαλειότητος, καὶ ἀπιστεῖν τοῖς οὕτω λεγομένοις, οὔ μοι δοκεῖ ἔχειν τὸ εὔλογον· εἲ δέ τινές εἰσιν οἱ τῇδε τῇ γραφῇ ἐντυγχάνοντες, καὶ τὸ παράδοξον τοῦ λόγου δῆθεν καταπληττόμενοι, καὶ πιστεύειν ἐπιχειρῶς [εὐχερῶς;] οὐκ ἐθέλοντες, κἀκείνοις ἵλεως γένηται Κύριος, ἐπειδήπερ καὶ αὐτοὶ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως λογιζόμενοι, δυσπαράδεκτα ἡγοῦνται τὰ παραδόξως πως περὶ ἀνθρώπων λεγόμενα. Εἶμι δὲ λοιπὸν ἐπ᾿ αὐτὴν τὴν διήγησιν, πρᾶγμα λέξεων ἐν τῇ γενεᾷ τῇ καθ᾿ ἡμᾶς [γεινάμενον] γενέσθαι λεγόμενον. Ὅπερ ἱερὸς ἀνήρ, τὰ θεῖα λέγειν καὶ πράττειν ἐκπαιδόθεν μεμαθηκώς, ἀφηγήσατο. Ἀλλὰ μηδὲ τοῦτο πρὸς ἀπιστίαν ἑλκύσῃ τοὺς ἐντυγχάνοντας, τὸ ἐν τῇ καθ᾿ἡμᾶς γενεᾷ θαῦμα τοιοῦτον ἡγουμένους γενέσθαι ἀδύνατον· ἡ γὰρ χάρις τοῦ Πατρὸς [Πνεύματος] κατὰ γενεὰν [γενεὰς] εἰς ψυχὰς ὁσίας διαβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει, καθὼς ἐδίδαξεν ὁ Σολομών. Καιρὸς δὲ λοιπὸν τῆς ἱερᾶς ἐκείνης ἀπάρξασθαι διηγήσεως.

C  β´. Ἐγένετό τις ἐν τοῖς κατὰ Παλαιστίνην μοναστηρίοις ἀνήρ, βίῳ καὶ λόγῳ κοσμούμενος, ὃς ἐκ σπαργάνων αὐτῶν τοῖς μοναχικοῖς ἀνετράφη ἤθεσί τε καὶ
3700 A πράγμασι· Ζωσιμᾶς ἦν ὄνομα τούτῳ τῷ γέροντι. Καὶ μή τις τῇ ἐπωνυμίᾳ [ὁμωνυμίᾳ] νομισάτω με ἐκεῖνον λέγειν τὸν Ζωσιμᾶν, τὸν ἐν δόγμασί ποτε διαβληθέντα ὡς ἑτερόδοξον· ἄλλος γὰρ οὗτος, καὶ ἄλλος ἐκεῖνος, καὶ πολὺ τὸ μεταξὺ τῶν δύο τὸ διάφορον, εἰ καὶ μίαν ἐκέκτηντο τὴν προσηγορίαν ἀμφότεροι. Οὗτος τοίνυν ὁ Ζωσιμᾶς ὀρθόδοξος, ὃς ἐμόνασεν ἀρχῆθεν ἔν τινι τῶν πάλαι μοναστηρίων, πᾶν εἶδος [ὡς οἷόν τε] ἀσκήσεως μετερχόμενος, καὶ πρὸς πᾶσαν ἐγκράτειαν γενόμενος ἐπιτήδειος· πάντα μὲν γὰρ κανόνα παραδεδομένον ὑπὸ τῶν πρὸς τὴν τοιαύτην αὐτῶν παλαίστραν παιδοτριβησάντων ἐφύλαττεν, πολλὰ δὲ καὶ αὐτὸς προσεπενόησεν οἴκοθεν, ὑποτᾶξαι ζητῶν τὴν σάρκα τῷ πνεύματι. Καί γε τοῦ σκοποῦ οὐ διήμαρτεν· οὕτω γὰρ ἦν ὁ γέρων [ἐπίσημος] περὶ τὸ πνευματικὸν [περὶ τὸ πρακτικόν], ὡς πολλοὺς πολλάκις τῶν ἐγγύθεν μοναστηρίων, ἔστι δὲ ὅτε καὶ τῶν μακρὰν ἀπεχόντων, φοιτᾶν πρὸς αὐτὸν καὶ πρὸς ἐγκράτειαν ὑπὸ τῆς ἐκείνου διδασκαλίας τυποῦσθαι [καὶ κανονίζεσθαι].  B  Καίπερ δὲ οὕτως ἔχων περὶ τὸ πρακτικὸν εἶδος ὁ γέρων, οὐδὲ τῆς μελέτης τῶν θείων λογίων ποτὲ παρημέλησεν· ἀλλὰ καὶ κοιταζόμενος καὶ ἀνιστάμενος, καὶ ἐν χερσὶ κρατῶν τὸ ἐργόχειρον, ὅθεν τὴν τροφὴν ἐπορίζετο [καὶ τροφῆς εἰ δέον καλεῖν τροφὴν ἧς ἐκεῖνος ἐγεύσατο μεταλαμβάνων]. Εἰ δὲ θέλεις μαθεῖν τῆς τροφῆς, ἧς ἐκεῖνος ἐγεύετο, ἓν ἔργον εἶχεν ἐκεῖνος ἀσίγητον, μηδέ ποτε δαπανώμενον, τὸ ψάλλειν διὰ παντός, καὶ μελέτην ἀεὶ ποιεῖσθαι τῶν ἱερῶν λογίων [τὰ ἱερώτατα λόγια]. Πολλάκις γοῦν φασί τινες καὶ θείας ὁράσεως ἀξιοῦσθαι τὸν γέροντα θεόθεν αὐτῷ γειναμένης ἐλλάμψεως, καθάπερ ὁ Κύριος εἶπεν, Οἱ τὴν σάρκα δηλαδὴ τὴν ἑαυτῶν ἐκκαθάραντες, καὶ νήφοντες ἀεὶ ἐγρηγορότι τῷ τῆς ψυχῆς αὐτῶν ὄμματι, ὁρῶσι θείας ἐλλάμψεως ὁράσεις, ἀῤῥαβῶνας ἐντεῦθεν τοῦ μένοντος αὐτοὺς καλοῦ κομιζόμενοι.

γ´. Ἔλεγεν οὖν ὁ Ζωσιμᾶς, ἐξ αὐτῶν εἰπεῖν τῶν πατρικῶν [μητρικῶν]  ἀγκαλῶν ἐν τῷ μοναστηρίῳ τούτῳ δεδόσθαι, καὶ μέχρι τρίτου καὶ πεντηκοστοῦ ἔτους ἐν αὐτῷ τὸν δρόμον τὸν ἀσκητικὸν ἠνυκέναι. Μετὰ C δὲ ταῦτα παρενωχλήθη, ὡς ἔφασκεν, ὑπό τινων λογισμῶν, ὡς ἄρα εἴη τελειούμενος ἐν ἅπασι, τῆς ἑτέρου διδασκαλίας οὐδαμῶς προσδεόμενος· ταῦτα γάρ, ὡς ἔλεγε, καθ᾿ ἑαυτὸν ἐλογίζετο. Ἆράγε ἔστιν ἐν τῇ γῇ μοναχός, ὁ δυνάμενος ξένον τι παραδοῦναί μοι, ἢ ὠφελῆσαί με ἰσχύων, ὅπερ οὐκ οἶδα, οὐδὲ πέπραχα, εἶδος ἀσκήσεως; Ἆρα εὑρίσκεται τῶν ἐν ἐρήμῳ φιλοσοφούντων ἀνήρ, ὃς κατὰ πρᾶξιν ἢ θεωρίαν πρωτεύει μου; Ταῦτα δὲ λογιζομένου τοῦ γέροντος, ἐφίσταταί τις αὐτῷ καί φησι πρὸς αὐτόν· Ὦ Ζωσιμᾶ, καλῶς μὲν καὶ ὡς ἦν δυνατὸν ἀνθρώπῳ ἠγώνισαι, καλῶς δὲ καὶ τὸν ἀσκητικὸν δρόμον διήνυσας· πλὴν οὐδεὶς τῶν ἐν ἀνθρώποις ἐστὶν ἔχων τὸ τέλειον, ἀλλὰ μείζων ἐστὶν ὁ ἀγὼν ὁ προκείμενος τοῦ παρωχηκότος ἤδη, κἄν ὑμεῖς οὐ γινώσκετε. Ἵνα γνῷς καὶ αὐτὸς οὖν, πόσαι εἰσὶ καὶ ἄλλαι πρὸς σωτηρίαν ὁδοί, ἔξελθε ἐκ τῆς γῆς [τῆς] συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καθάπερ Ἀβραὰμ ἐκεῖνος ὁ ἐν πατριάρχαις αἰδέσιμος, καὶ δεῦρο εἰς D τόδε τὸ μοναστήριον, τὸ πλησίον Ἰορδάνου τοῦ ποταμοῦ  διακείμενον. 

δ´. Αὐτίκα γοῦν ὁ γέρων, ἀκολουθῶν τῷ κελεύσματι, ἐξίησι τοῦ μοναστηρίου, ἐν ᾧ ἐκπαιδόθεν ἐμόνασε· καὶ καταλαβὼν Ἰορδάνην τὸν ἐν ποταμοῖς ἁγιώτατον, ὁδηγεῖται ὑπὸ τοῦ κελεύσαντος αὐτὸν εἰς ἐκεῖνο τὸ μοναστήριον, εἰς ὃ ὁ Θεὸς αὐτὸν γενέσθαι  3701 Α παρεκελεύσατο. Κρούσας τοίνυν τῇ χειρὶ τὴν θύραν [τῆς αὐλῆς] ἐντυγχάνει πρῶτον μοναχῷ τῷ τὴν θύραν φυλάττοντι· ἐκεῖνος δὲ αὐτὸν μηνύει πρὸς τὸν ἡγούμενον· ὁ δὲ τοῦτον δεξάμενος, σχῆμά τε καὶ ἦθος εὐλαβείας θεασάμενος, βαλόντα τὴν συνήθη τοῖς μοναχοῖς μετάνοιαν καὶ λαβόντα εὐχήν, ἠρώτησεν αὐτόν.  -Πόθεν, ἀδελφέ, παραγέγονας, καὶ τίνος ἕνεκα πρὸς τοὺς ταπεινοὺς ἐλήλυθας γέροντας; Ὁ δὲ Ζωσιμᾶς ἀπεκρίνατο, Τὸ μὲν πόθεν, λέγειν οὐκ ἀναγκαῖόν μοι, ὠφελείας δὲ χάριν, ὦ Πάτερ ἐλήλυθα· ἀκήκοα γὰρ περὶ ὑμῶν ἔνδοξα [μέγιστά τε] καὶ ἀξιέπαινα, δυνάμενα ψυχὴν προσοικειῶσαι Χριστῷ τῷ Θεῷ ἡμῶν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἡγούμενος, Ὁ Θεός, ἀδελφέ, ὁ μόνος ἰώμενος τὴν ἀνθρωπίνην ἀσθένειαν, αὐτὸς καὶ σὲ καὶ ἡμᾶς διδάξει τὰ θεῖα θελήματα, καὶ ὁδηγήσει εἰς τὸ ποιεῖν τὰ προσήκοντα· ἄνθρωπος γὰρ ἄνθρωπον ὠφελῆσαι οὐ δύναται, εἰ μὴ ἕκαστος ἑαυτῷ προσέχοι διαπαντὸς καὶ νήφοντι τῷ νῷ τὸ δέον ἐργάζοιτο, Θεὸν κεκτημένος τῶν πραττομένων συλλήπτορα. Πλὴν ἐπείπερ, ὡς ἔφης,  B   ἡ ἀγάπη τοῦ Θεοῦ θεάσασθαι ὑμᾶς τοὺς ταπεινοὺς κεκίνηκε γέροντας, μεῖνον μεθ᾿ ἡμῶν, εἴπερ τούτου παραγέγονας ἕνεκα, καὶ πάντας ἡμᾶς διαθρέψει, τῇ τοῦ Πνεύματος χάριτι, ὁ ποιμὴν ὁ καλός, ὁ δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν, καὶ τὰ ἴδια πρόβατα καλῶν ἐξ ὀνόματος. Ταῦτα εἰπόντος τοῦ ἡγούμενου τῷ Ζωσιμᾷ, βαλὼν αὖθις μετάνοιαν, καὶ αἰτήσας εὐχήν, καὶ ἐπειπών, Ἀμήν, ἔμεινεν εἰς ἐκεῖνο τὸ μοναστήριον.

ε´. Εἶδε δὲ γέροντας πράξει καὶ θεωρίᾳ ἐκλάμποντας [καὶ τῷ πνεύματι ζέοντας], καὶ τῷ Κυρίῳ δουλεύοντας· ψαλμωδία γὰρ ἦν ἀκατάπαυστος, στάσιν ἔχουσα παννύχιον καὶ ἐν χερσὶν εἶχον ἀεὶ τὸ ἐργόχειρον, καὶ οἱ ψαλμοὶ ἐπὶ στόματος. Λόγος γὰρ ἀργὸς οὐκ ἐπολιτεύετο, φροντὶς πραγμάτων παρ᾿ ἐκείνοις οὐκ ἐχρημάτιζε, πρόσοδοί τε δι᾿ἔτους ἀριθμούμεναί [τε καὶ συναγόμεναι] καὶ μέριμναι βιωτικοῖς μόχθοις ἁρμόζουσαι, οὐδὲ ὀνόματι παρ᾿ αὐτοῖς ἐγνωρίζοντο· ἀλλ᾿ἓν ἦν [καὶ πρῶτον] καὶ μόνον τὸ C σπουδαζόμενον πᾶσι, τὸ ἕκαστον αὐτῶν νεκρὸν εἶναι τῷ σώματι, ὡς ἅπαξ τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ ἅπασιν ἀποθανόντα, καὶ μὴ ὑπάρχοντα. Τροφὴν δὲ εἶχον ἀδάπανον, τὰ θεόπνευστα λόγια· ἔτρεφον δὲ καὶ τὸ σῶμα τοῖς ἀναγκαίοις μόνοις, ἄρτῳ καὶ ὕδατι, ὡς ἕκαστον εἶναι πρὸς τὴν θείαν ἀγάπην διάπυρον. Ταῦτα Ζωσιμᾶς, ὡς εἶπε, θεώμενος ᾠκοδομεῖτο λίαν ἐπεκτεινόμενος πρὸς τὰ ἔμπροσθεν, ἀεί τε συναύξων τὸν δρόμον τὸν ἴδιον, καὶ συνεργάτας εὑρὼν καλῶς τὸν θεῖον νεουργοῦντας παράδεισον.

ς´. Ἡμερῶν δὲ διελθουσῶν ἱκανῶν, ἤγγισεν ὁ καιρός, καθ᾿ὃν ἱερὰς νηστείας ἐκτελεῖν Χριστιανοῖς παραδέδοται, προκαθαίρουσιν ἑαυτοὺς εἰς τὴν τοῦ θείου πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ προσκύνησιν. Τῆς δὲ πύλης τοῦ μοναστηρίου ἀνοιγομένης μηδέποτε, ἀλλὰ ἀεὶ κεκλεισμένης καὶ ποιούσης τοῖς μοναχοῖς τὴν ἄσκησιν ἀνενόχλητον· οὐδὲ γὰρ ἦν ἀνοῖξαι, εἰ μή που μοναχὸς διά τινα χρείαν ἀναγκαίαν παρέβαλλεν· ἔρημος γὰρ ἦν ὁ τόπος, καὶ τοῖς ἐκ D γειτόνων πλείοσι μοναχοῖς οὐκ ἀνεπίβατος [δὲ] μόνον ἀλλὰ καὶ ἄγνωστος. Κανὼν δέ τις οὗτος ἐν τῷ μοναστηρίῳ [ἄνωθεν] ἐφυλάττετο, δι᾿ὅν, οἶμαι, Θεὸς καὶ Ζωσιμᾶν εἰς ἐκεῖνο τὸ μοναστήριον ἤγαγε. Τίς δὲ ὁ κανών, καὶ πῶς ἐφυλάττετο, ἔνθεν ἐρῶ· Τῇ Κυριακῇ, ἐξ ἧς πρώτη τῶν νηστειῶν ἑβδομὰς ὀνομάζεσθαι εἴωθεν, ἐτελεῖτο δηλαδὴ ἡ θεία μυσταγωγία κατὰ τὸ σύνηθες, καὶ τῶν ἀχράντων ἐκείνων ἕκαστος καὶ ζωοποιῶν μυστηρίων ἐγίνετο μέτοχος· καὶ τροφῆς μικρᾶς, ὡς ἔθος ἦν, μετελάμβανον. Μετὰ τοῦτο συνήγοντο πάντες εἰς τὸ εὐκτήριον, καὶ γενομένης εὐχῆς ἐκτενοῦς καὶ γονυκλισίας ἐφ᾿ἱκανόν,  3704 A ἠσπάζοντο ἀλλήλους οἱ γέροντες, καὶ τὸν ἡγούμενον, περιπτυσσόμενος ἕκαστος, βάλλων μετάνοιαν, ᾐτεῖτο λαβεῖν εὐχὴν καὶ ἔχειν πρὸς τὸν προκείμενον ἀγῶνα συναγωνιστὴν καὶ ἔμπειρον.

ζ´. Τούτων δὲ γενομένων, ἡ θύρα τοῦ μοναστηρίου ἠνοίγετο, καὶ ψάλλοντες συμφώνως τό, Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσομαι; καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ, ἐξῄεσαν ἅπαντες τοῦ μοναστηρίου· ἕνα τινὰ πολλάκις ἢ δεύτερον φύλακα τοῦ μοναστηρίου καταλιμπάνοντες, οὒχ ἵνα φυλάξειε τὰ ἔνδοθεν ἀποκείμενα (οὐδὲ γὰρ ἦν τι παρ᾿ἐκείνοις κλέπταις εὐάλωτον), ἀλλ᾿ ἵνα μὴ τὸ εὐκτήριον ἀλειτούργητον καταλείψειεν. Ἕκαστος δὲ αὐτὸν ἐπεσίτιζεν, ὥσπερ ἠδύνατο καὶ ὥσπερ ἐβούλετο· ὁ μὲν γὰρ ἄρτον ἐκόμιζε τῇ χρείᾳ τοῦ σώματος σύμμετρον, ὁ δὲ ἰσχάδας, ἄλλος φοίνικας, ἕτερος ὄσπρια βραχέντα ἐν ὕδατι, ἄλλος δὲ οὐδέν, εἰ μὴ τὸ σῶμα ἴδιον καὶ τὸ ῥάκιον ὁ περιεβέβλητο, ἐτρέφετο καὶ ὁσάκις ἡ φύσις ἠνάγκαζε ταῖς φυομέναις B βοτάναις κατὰ τὴν ἔρημον. Κανὼν δὲ ἦν ἑκάστῳ αὐτῶν καὶ νόμος οὗτος παρ᾿αὐτοῖς φυλαττόμενος ἀπαράβατος, τὸ μὴ γινώσκειν ἕτερος ἕτερον, πῶς ἐγκρατεύεται, ἢ πῶς διάγει ὁ ἕτερος. Τὸν γὰρ Ἰορδάνην εὐθὺς περαιούμενοι, μακρὰν ἀπ᾿ἀλλήλων ἕκαστος ἐχωρίζετο, καὶ πολλὴν [πόλιν] εἶχε τὴν ἔρημον, καὶ οὐδεὶς παρέβαλλε πρὸς τὸν ἕτερον· ἀλλὰ καὶ εἴπερ εἷς ἐξ αὐτῶν ἐθεάσατο μακρόθεν ἕτερον ἐπ᾿ἐκεῖνον ἐρχόμενον, εὐθέως ἐξέκλινε τοῦ κατ᾿εὐθεῖαν πορεύεσθαι, καὶ ἐφ᾿ἕτερον μέρος ἐγίνετο, ἑαυτῷ δὲ ἔζη καὶ τῷ Θεῷ, ψάλλων διαπαντὸς καὶ τροφῆς ἐπιχείρου γευόμενος.

η´. Οὕτω τοίνυν ἁπάσας τὰς ἡμέρας τῆς νηστείας διατελοῦντες, ὑπέστρεφον εἰς τὸ μοναστήριον, ἐν τῇ Κυριακῇ τῇ πρὸ τοῦ ζωοποιοῦ τοῦ Σωτῆρος ἐκ νεκρῶν ἀναστάσεως, ἣν ἑορτὴν προεόρτιον μετὰ βαΐων ἑορτάζειν ἡ Ἐκκλησία παρέλαβεν. Ὑπέστρεφε δὲ ἕκαστος ἔχων τοῦ ἰδίου σκοποῦ γεώργιον, τὴν ἰδίαν συνείδησιν, γινώσκουσαν ὅπως εἰργάσατο καὶ ποίων πόνων σπέρματα κατεβάλετο· καὶ οὐδεὶς ἠρώτα C τoπαράπαν [τὸ παράπαν] τὸν ἕτερον, πῶς ἢ τίνα τρόπον τὸν προκείμενον ἀγῶνα διήθλησεν. Οὗτος μὲν ἦν ὁ τοῦ μοναστηρίου κανών, καὶ οὕτω καλῶς ἐκτελούμενος. Ἕκαστος γὰρ αὐτῶν ἐν τῇ ἐρήμῳ γινόμενος, ὑπ᾿ἀθλοθέτῃ τῷ Θεῷ καθ᾿ ἑαυτὸν ἀγωνιζόμενος, τοῦ μὴ ἀρέσκειν ἀνθρώποις καὶ κατ᾿ἐπίδειξιν ἐγκρατεύεσθαι [ἐλευθερούμενος]· τὰ γὰρ δι᾿ἀνθρώπους γινόμενα καὶ πρὸς τὸ ἀρέσκειν ἀνθρώποις τελούμενα, μὴ ὅτι γε εἰπεῖν οὐδὲν ὠφελοῦσι τὸν πράττοντα, ἀλλὰ καὶ πολλῆς γίνονται ζημίας τῷ ποιοῦντι παραίτια.

θ´. Τότε τοίνυν ὁ Ζωσιμᾶς τῷ συνήθει νόμῳ τοῦ μοναστηρίου τὸν Ἰορδάνην ἐπέρασε, μικρά τινα κομισάμενος ἐφόδια πρὸς τὴν χρείαν τοῦ σώματος, καὶ αὐτὸ τὸ ῥάκος ὅπερ ἠμφίεστο. Καὶ τὸν μὲν κανόνα διετέλει, τὴν ἔρημον διερχόμενος, καὶ καιρὸν τροφῆς ἐποιεῖτο τὴν ἀνάγκην τῆς φύσεως· ἐκάθευδε δὲ νυκτὸς εἰς τὴν γῆν ὀλίγον κατακλινόμενος καὶ ὕπνου μετρίου γευόμενος, ὅπου δ᾿ἂν αὐτὸν ὁ τῆς D ἑσπέρας χρόνος κατέλαβεν· ὄρθρου δὲ πάλιν βαθέως τοῦ βαδίζειν πάλιν ἀπήρχετο, ἔχων ἀεὶ τῆς κινήσεως τὸν τόνον ἀνένδοτον. Εἰς ἐπιθυμίαν δὲ ἦλθεν, ὡς ἔλεγε, γενέσθαι κατὰ τὴν [ἐνδοτέραν] ἔρημον [ἐλπίσας ... εὑρεῖν τινα πατέρα κατ᾿αὐτὴν] διατρίβοντα, δυνάμενον αὐτὸν συμβαλέσθαι πρὸς τὸ ποθούμενον· καὶ δὴ συντόνως τὴν ὁδοιπορίαν διήνυεν, ὡς ἐπί τι σπεύδων περιφανὲς καὶ πρόδηλον καταγώγιον. Εἴκοσι δὲ ἡμερῶν ὁδὸν διανύσας, ἕως ὅτε ὁ τῆς ἕκτης ὥρας ἦλθε καιρός, ἔστη τῆς ὁδοιπορίας μικρόν, καὶ βλέψας πρὸς ἀνατολάς, ἐτέλει τὴν συνήθη εὐχήν· εἰώθει γὰρ τεταγμένους τῆς ἡμέρας καιρούς, ἐγκόπτειν μὲν τῆς ὁδοιπορίας τὸ σύντονον, καὶ μικρὸν τοῦ κόπου διαναπαύεσθαι, ἑστὼς δὲ ψάλλειν καὶ γόνυ κλίνειν, καὶ οὕτω προσεύχεσθαι.

3705 A  ι´. Ἐν δὲ τῷ ψάλλειν καὶ ὁρᾶν εἰς τὸν οὐρανὸν ἀκαταπαύστῳ ὄμματι, ὁρᾷ ἐκ δεξιοῦ κλίτους, ἐν ᾧ ἑστὼς τὴν ἕκτην προσηύχετο, ἀποσκίασμα φανὲν ὡς ἀνθρωπίνου σώματος. Καὶ τὰ πρῶτα μὲν ἐταράττετο, φάσμα δαιμονικὸν ὑποπτεύων ὁρᾶν, καὶ γέγονε συντρόμος· τῷ δὲ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος [καὶ τὸν φόβον ἀποσεισάμενος] [ἤδη γὰρ τέλος εἶχεν ἡ εὐχὴ αὐτοῦ], ἐπιστρέψας τὸ ὄμμα, ὁρᾷ τινα κατὰ ἀλήθειαν πρὸς μεσημβρίαν βαδίζοντα· γυμνὸν δὲ ἦν τὸ ὁρώμενον, μέλαν τῷ σώματι, ὡς ἐξ ἡλιακῆς φλογὸς μέλαν γενόμενον, καὶ τρίχας ἔχοντα ἐν τῇ κεφαλῇ [λευκὰς] ὡσεὶ ἔριον, ὀλίγας δὲ καὶ αὐτάς, ὡς μὴ πλέον τοῦ τραχήλου τοῦ σώματος καταφέρεσθαι. Τοῦτο τοίνυν ὁ Ζωσιμᾶς θεασάμενος, καὶ ὥσπερ ἔνθους ὑφ᾿ἡδονῆς γενόμενος, περιχαρὴς τῷ παραδόξῳ θεάματι, ἤρξατο τρέχειν ἐπ᾿ἐκεῖνο τὸ μέρος, ἐφ᾿ᾧ καὶ τὸ ὁρώμενον ἔσπευδεν· ἔχαιρε γὰρ χαρὰν ἀνεκλάλητον· οὐδέπω γὰρ ἦν θεασάμενος ἐν ὅλῳ τῶν ἡμερῶν ἐκείνων διαστήματι ἀνθρωπίνου εἴδους, [ζῴου, ἢ πετηνοῦ, ἢ χερσαίου μορφὴν ἢ ἀποσκίασμα]. B Ἐζήτει γοῦν γνῶναι, τίς καὶ ποταπὸς ὁ ὁρώμενος, ἐλπίζων ὅτι τινῶν μεγάλων θεωρὸς καὶ ἐπόπτης γενήσεται.

ια´. Ὡς δὲ ἐπέγνω τὸν Ζωσιμᾶν ἐρχόμενον μήκοθεν, ἤρξατο φεύγειν καὶ τρέχειν ἐπὶ τὸ τῆς ἔρημου ἐνδότερον· ὁ δὲ Ζωσιμᾶς, ὥσπερ τοῦ γήρους ἐπιλαθόμενος, ἔτι δὲ καὶ τὸν κόπον τῆς ὁδοῦ μὴ λογισάμενος, συνέτεινεν ἑαυτὸν καταλαβεῖν τὸ φεῦγον αὐτὸν ἐπειγόμενος. Οὗτος μὲν ἐδίωκε, τὸ δὲ ἐδιώκετο· ἦν δ᾿ὁ τοῦ Ζωσιμᾶ δρόμος ὀξύτερος, καὶ κατ᾿ὀλίγον ἐγένετο τοῦ φεύγοντος πλησιώτερος. Ὡς δὲ ἤγγισεν ἤδη, ὥστε καὶ φωνὴν λοιπὸν ἐξακούεσθαι, ἤρξατο κράζειν ὁ Ζωσιμᾶς, καὶ τοιαύτας φωνὰς ἀφιέναι σὺν δάκρυσι· -Τί με φεύγεις γέροντα καὶ ἁμαρτωλὸν; δοῦλε τοῦ ὄντος Θεοῦ, μεῖνόν με, ὅστις ἂν εἶ, τὸν Θεὸν δι᾿ ὃν ταύτην τὴν ἔρημον ᾤκησας· μεῖνόν με τὸν ἀσθενῆ καὶ ἀνάξιον, τὴν ἐλπίδα ἣν ἔχεις πρὸς τὴν τούτου σου τοῦ καμάτου ἀντίδοσιν· στῆθι καὶ μετάδος εὐχῆς καὶ εὐλογίας τῷ γέροντι, C τὸν Θεὸν μὴ βδελυττόμενόν ποτέ τινα. Ταῦτα τοῦ Ζωσιμᾶ σὺν δάκρυσι λέγοντος, γεγόνασιν ἀμφότεροι τρέχοντες ἔν τινι τόπῳ, ἐν ᾧπέρ τις χείμαῤῥος ξηρὸς ἐτετύπωτο· οὔ μοι δοκεῖ ποτε γεινάμενος χείμαῤῥος, (πῶς γὰρ ἐν ἐκείνῃ, τῇ γῇ φανήσεται χείμαῤῥος;) ἀλλ᾿ ὁ τόπος τοιαύτης ἔλαχε θέσεως.

ιβ´. Ὡς οὖν κατέλαβον τὸν εἰρήμενον τόπον, τὸ μὲν φεῦγον κατῆλθε καὶ αὖθις ἀνῆλθε καὶ εἰς τὸ μέρος τὸ ἕτερον, ὁ δὲ Ζωσιμᾶς κεκμηκὼς καὶ μὴ τρέχειν δυνάμενος ἔστη τὸ ἕτερον μέρος τοῦ τόπου χειμαῤῥοειδοῦς, καὶ προσέθηκε τοῖς δάκρυσι δάκρυα καὶ ταῖς οἰμωγαῖς οἰμωγάς, ὡς πλησίον αὐτοῦ λοιπὸν τοὺς ὀδυρμοὺς ἐξακούεσθαι. Τότε ἐκεῖνον τὸ φεῦγον σῶμα φωνὴν τοιαύτην ἀφίησιν· -Ἀββᾶ Ζωσιμᾶ, συγχώρησόν μοι διὰ τὸν Κύριον, οὐ δύναμαι ἐπιστραφῆναι καὶ ὀφθῆναί σοι οὕτως εἰς πρόσωπον· γυνὴ γάρ εἰμι, καὶ γυμνή, καθάπερ ὁρᾷς, καὶ τὴν D αἰσχύνην τοῦ σώματός μου ἀπερικάλυπτον ἔχουσα.   Ἀλλ᾿εἴπερ θέλεις πάντως ἁμαρτωλῷ γυναίῳ χαρίσασθαι μίαν εὐχήν, ῥῖψον μοι τὸ ῥάκος ὃ περιβέβλησαι, ὅπως ἐν αὐτῷ συγκαλύψω τὴν γυναικείαν ἀσθένειαν, καὶ στρέφωμαι πρὸς σέ, καὶ τὰς εὐχάς σου κομίζωμαι. Τότε φρίκη καὶ φρενῶν ἔκστασις ἔλαβε τὸν Ζωσιμᾶν, ὡς ἔλεγεν, ἀκούσαντα τέως ὅτι Ζωσιμᾶν αὐτὸν ἐκάλεσεν ἐξ ὀνόματος· ὀξὺς γὰρ ὢν ὁ ἀνὴρ καὶ πρὸς τὰ θεῖα σοφώτατος, ἐπέγνω ὅτι οὐκ 3708 A ἂν ἐξ ὀνόματος ἐκάλεσεν, ὃν οὐδέποτε εἶδε καὶ περὶ οὗ οὐδέποτε ἤκουσεν, εἰ μὴ τῷ προορατικῷ προδήλως χαρίσματι ἐλαμπρύνετο.

ιγ´. Ἐποίει δὲ σὺν τάχει τὸ κελευόμενον, καὶ περιελόμενος ὅπερ εἶχε παλαιὸν καὶ ἐῤῥωγὸς ἱμάτιον, ἔῤῥιψεν ἐπ᾿αὐτήν, ὀπισθοφανῶς ἱστάμενος· ἡ δὲ λαβοῦσα αὐτὸ ἐκάλυψέ τινα μέρη τοῦ σώματος, ἅπερ ἔδει πλέον τῶν ἄλλων καλύπτεσθαι. Στρέφεται οὖν πρὸς τὸν Ζωσιμᾶν, καί φησι πρὸς αὐτόν· -Τί σοι ἔδοξεν, ἀββᾶ Ζωσιμᾶ, ἁμαρτωλὸν θεάσασθαι γύναιον; τί ἐξ ἐμοῦ μαθεῖν ἢ ἰδεῖν τοσοῦτον κόπον οὐκ ὤκνησας ἀναδέξασθαι; Ὁ δὲ εἰς γῆν κλίνας τὰ γόνατα, ᾔτει λαβεῖν εὐχὴν κατὰ τὸ σύνηθες, ἡ δὲ καὶ αὐτὴ βάλλει μετάνοιαν· καὶ ἔκειντο ἀμφότεροι ἐπὶ τὴν γῆν, ἕκαστος ἐξαιτῶν εὐλογῆσαι τὸν ἕτερον, καὶ οὐδὲν ἦν ἀκοῦσαι παρὰ ἀμφοτέρων λεγόμενον, εἰ μὴ τό, Εὐλόγησον. Μετὰ δὲ πλείστης ὥρας διάστημα, ἔφησεν ἡ γυνὴ πρὸς τὸν Ζωσιμᾶν· -Ἀββᾶ Ζωσιμᾶ, σοὶ τὸ εὐλογῆσαι ἁρμόζει καὶ εὔχεσθαι· σὺ γὰρ B πρεσβυτέρου ἀξία τετίμησαι, σὺ ἐκ πλείστων ἐτῶν τῷ ἁγίῳ θυσιαστηρίῳ παρίστασαι, καὶ πολλάκις τῶν θείων δώρων μυσταγωγὸς γεγένησαι. Ταῦτα τὸν Ζωσιμᾶν εἰς μείζονα φόβον καὶ ἀγωνίαν ἔβαλε, καὶ συντρόμος ὁ γέρων γενόμενος ἱδρῶτι περιεῤῥεῖτο καὶ ἔστενε, καὶ τὴν φωνὴν περιεκόπτετο· λέγει δὲ πρὸς αὐτήν, διακεκομμένῳ καὶ συνεχεῖ τῷ ἄσθματι· Δήλη μέν, ὦ μῆτερ πνευματική, καὶ ἐκ τοῦ ἤθους αὐτοῦ, ὅτι σὺ πρὸς Θεὸν ἐξεδήμησας καὶ τῷ πλείονι μέρει τῷ κόσμῳ νενέκρωσαι· δῆλον δὲ πλέον τὸ δεδομένον σοι χάρισμα, τῷ οὕτω με ἐξ ὀνόματος καλέσαι καὶ πρεσβύτερον λέγειν, ὃν οὐδέ ποτε τεθέασαι· ἀλλ᾿ἐπείπερ ἡ χάρις οὐκ ἐκ τῶν ἀξιωμάτων γνωρίζεται, ἀλλ᾿ἐκ τρόπων ψυχικῶν [χαρακτηρίζεσθαι εἴωθεν], αὐτὴ εὐλόγησον διὰ τὸν Κύριον, καὶ μετάδος εὐχῆς τῷ δεομένῳ τῆς σῆς ἀντιλήψεως.

ιδ´. Τῇ ἐνστάσει τοίνυν παραχωροῦσα τοῦ γέροντος, ἔφησεν ἡ γυνή· Εὐλογητὸς ὁ Θεός, ὁ τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ ψυχῶν κηδόμενος. Τοῦ C  δὲ Ζωσιμᾶ εἰπόντος τό, Ἀμήν, ἀνέστησαν ἐκ τῆς γονυκλισίας ἀμφότεροι, καί φησιν ἡ γυνὴ πρὸς τὸν γέροντα· Τίνος χάριν πρὸς ἐμὲ τὴν ἁμαρτωλὸν ἐλήλυθας, ἄνθρωπε; τίνος χάριν γυμνὸν πάσης ἀρετῆς ἰδεῖν ἠθέλησας γύναιον; Πλὴν ἐπείπερ σε πάντως ἡ χάρις τοῦ ἁγίου καθωδήγησε Πνεύματος, ὅπως τινὰ διακονίαν ἐκτελέσῃς τῷ χρόνῳ μου πρόσφορον [εἰπέ μοι], πῶς τὸ Χριστιανικὸν φῦλον πολιτεύεται σήμερον; πῶς οἱ βασιλεῖς; πῶς τὰ τῆς Ἐκκλησίας ποιμαίνεται; Ὁ δὲ Ζωσιμᾶς ἔφησε πρὸς αὐτήν, Ἐν ὀλίγῳ, μῆτερ, εὐχαῖς ὑμῶν ὁσίαις, πᾶσιν ὁ Χριστὸς εἰρήνην σταθηρὰν ἐχαρίσατο· ἀλλὰ δέξαι γέροντος ἀνάξιον παράκλησιν, καὶ εὖξαι ὑπὲρ τοῦ κόσμου παντός, καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἄκαρπον τῆς ἔρημου ταύτης γένηταί μοι τὸ διάστημα. Ἐκείνη δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Σὲ μὲν δέον, ἀββᾶ Ζωσιμᾶ, ἱερέως ἔχοντα ἀξίωμα, ὡς εἶπον, ὑπὲρ ἐμοῦ καὶ πάντων προσεύχεσθαι· εἰςτοῦτο γὰρ αὐτὸ κεκλήρωσαι· πλὴν ἐπείπερ ὑπακοὴν ποιεῖν κελευόμεθα, τὸ προσταχθὲν ὑπὸ σοῦ προθύμως ποιήσομαι.

D ιε´. Ταῦτα εἰποῦσα, στρέφεται κατὰ ἀνατολάς, καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸ ὕψος διαίρουσα, καὶ τὰς χεῖρας ἐκτείνουσα, ἤρξατο εὔχεσθαι ὑποψιθυρίζουσα· φωνὴ δὲ αὐτῆς οὐκ ἠκούετο ἔναρθρος, ὅθεν ὁ Ζωσιμᾶς οὐδὲν τῶν τῆς εὐχῆς δεδύνηται σημειώσασθαι· ἵστατο δέ, ὡς ἔλεγε, συντρόμος εἰς γῆν νενευκὼς καὶ μηδὲν καθόλου φθεγγόμενος. Ὤμνυε δέ, Θεὸν τοῦ λόγου προβαλλόμενος μάρτυρα, ὅτι ὡς εἶδεν αὐτὴν εἰς τὴν εὐχὴν χρονίσασαν, μικρὸν ἀνακύψας ἐκ τῆς εἰς γῆν κατανεύσεως, ὁρᾷ αὐτὴν ὑψωθεῖσαν ὡς ἕνα πῆχυν ἀπὸ τῆς γῆς καὶ τῷ ἀέρι κρεμαμένην καὶ οὕτω προσεύχεσθαι. Τοῦτο δὲ ὡς εἶδε, φόβῳ πλεῖον συνεχόμενος καὶ σφόδρα ἀγωνιῶν καὶ μηδὲν φθέγξασθαι ὅλως τολμῶν, καθ᾿ἑαυτὸν δὲ μόνον λέγων ἐπιπολὺ τό, Κύριε ἐλέησον, κείμενος δὲ ἐπὶ τῆς γῆς, ἐν 3709 A τῷ λογισμῷ ὁ γέρων ἐσκανδαλίζετο, μήποτε ἆρα πνεῦμα ᾖ καὶ τὴν εὐχὴν ὑποκρίνοιτο· Στραφεῖσα δὲ ἡ γυνή, ἤγειρε τὸν ἀββᾶν, λέγουσα· Τί σε, ἀββᾶ, οἱ λογισμοὶ συνταράττουσι σκανδαλισθέντα, ἐπ᾿ἐμοί, ὡς ὅτι πνεῦμα ὑπάρχω καὶ τὴν εὐχὴν ὑποκρίνομαι; πληροφορήθητι, ἄνθρωπε, ὅτι ἁμαρτωλόν εἰμι γύναιον, πλὴν τῷ βαπτίσματι τῷ ἁγίῳ τετείχισμαι· καὶ πνεῦμα οὔκ εἰμι, ἀλλὰ γῆ καὶ σποδὸς καὶ τὸ ὅλον σάρξ, μηδὲν πνευματικὸν ἐννοήσασα. Καὶ ἅμα ταῦτα λέγουσα, σφραγίζει ἑαυτὴν τῷ σημείῳ τοῦ σταυροῦ μέτωπόν τε καὶ ὄμματα, χείλη τε καὶ τὸ στῆθος, λέγουσα, οὕτως, Ὁ Θεός, ἀββᾶ Ζωσιμᾶ, ἐξελέτω ἡμᾶς ἐκ τοῦ πονηροῦ καὶ τῆς ἐνέδρας αὐτοῦ, ὅτι πολλὴ καθ᾿ἡμῶν ἡ ἰσχὺς αὐτοῦ.

ις´. Ταῦτα τοίνυν ἀκούσας ὁ γέρων καὶ θεασάμενος, ἔῤῥιψεν ἑαυτὸν εἰς τὸ ἔδαφος, καὶ ἐπελάβετο τῶν ποδῶν αὐτῆς σὺν δάκρυσι λέγων, Ὁρκίζω σε κατὰ [τοῦ ὀνόματος] τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἐκ Παρθένου τεχθέντος, δι᾿ὃν ταύτην ἠμφίεσο τὴν γύμνωσιν, δι᾿ὃν τὰς σάρκας ταύτας οὕτω B  κατεδαπάνησας, μηδὲν κρύψῃς ἀπὸ τοῦ δούλου σου, τίς εἶ, καὶ πόθεν, καὶ πότε, καὶ ποίῳ τρόπῳ τὴν ἔρημον ταύτην κατῴκησας· μηδὲν κρύψῃς ἀπ᾿ἐμοῦ τὰ κατὰ σέ, ἀλλὰ πάντα διήγησαι, ὅπως τὰ μεγαλεῖα τοῦ Θεοῦ ποιήσῃς κατάδηλα· Σοφία γὰρ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐπ᾿ἀμφοτέροις; καθὰ γέγραπται· εἰπέ μοι πάντα διὰ Κύριον· οὐ γὰρ καυχήσεως ἕνεκεν λέξεις ἢ ἐπιδείξεως, ἀλλ᾿ἵνα με πληροφορήσῃς τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον· πιστεύω γὰρ τῷ Θεῷ, ᾧ ζῇς καὶ πεπολίτευσαι, ὅτι τούτου ἕνεκεν εἰς τὴν ἔρημον ταύτην ὡδηγήθην, ὅπως τὰ κατὰ σὲ ποιήσῃ Κύριος κατάδηλα· οὔκ ἐστι τοίνυν τῆς ἡμετέρας δυνάμεως τοῖς κρίμασι τοῦ Θεοῦ διαμάχεσθαι· εἰ μὴ γὰρ ἦν εὐάρεστον Χριστῷ τῷ Θεῷ ἡμῶν τὸ γνωσθῆναί σε καὶ ὅπως ἠγώνισαι, οὐδὲ συνεχώρει θεαθῆναί σε ὑπό τινος, οὐδὲ ἐμὲ τοσαύτην ὁδὸν διανῦσαι ἐνίσχυε, τὸν μηδέποτε προθέμενον ἢ δυνάμενον ἐξελθεῖν τοῦ κελλίου μου.

ιζ´. Ταῦτα εἰπόντος καὶ ἕτερα πλείονα τοῦ ἀββᾶ C Ζωσιμᾶ, ἐγείρασα αὐτὸν ἡ γυνή, ἔφησε πρὸς αὐτόν, -Αἰσχύνομαι, ἀββᾶ μου, εἰπεῖν σοι τὴν αἰσχύνην τῶν ἔργων μου, συγχώρησόν μοι διὰ τὸν Κύριον, πλὴν ἐπείπερ γυμνόν μου τὸ σῶμα τεθέασαι, ἀπογυμνώσω σοι καὶ τὰς πράξεις μου, ἵνα γνῷς πόσης αἰσχύνης καὶ ἐντροπῆς ἡ ψυχή μου πεπλήρωται. Οὐ γάρ, ὥσπερ ὑπέλαβες, τοῦ μὴ καυχᾶσθαι ἕνεκεν τὰ κατ᾿ἐμαυτὴν οὐκ ἤθελον ἐξηγήσασθαι (τί γὰρ καὶ ἔχω καυχήσασθαι) σκεῦος ἐκλογῆς τοῦ διαβόλου γειναμένη; οἶδα δὲ ὅμως ὅτι ἐὰν ἀπάρξωμαι τῆς κατ᾿ἐμαυτὴν ἐξηγήσεως, φεύγεις ἀπ᾿ἐμοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως, μὴ φέρων ἀκοῦσαι τοῖς ὠσὶν ἅπερ ἄτοπα πέπραχα· λέγω δὲ ὅμως μὴ σιωπῶσα μηδέν, ἐξορκοῦσά σε πρότερον μὴ διαλιπεῖν ὑπὲρ ἐμοῦ προσευχόμενον, ὅπως εὕροιμι ἔλεος ἐν τῇ ὥρᾳ τῆς κρίσεως. Τοῦ δὲ γέροντος ἀκατασχέτως δακρύοντος, ἤρξατο ἡ γυνὴ τῆς καθ᾿ἑαυτὴν διηγήσεως, οὕτως εἰποῦσα·

ιη´. -Ἐγώ, ἀδελφέ, πατρίδα μὲν ἔσχον τὴν Αἴγυπτον· ζώντων δὲ τῶν γονέων μου δωδέκατον ἔτος D ἀνύουσα, τὴν πρὸς ἐκείνους στοργὴν ἀθετήσασα,  ἐγεινάμην εἰς Ἀλεξάνδρειαν· καὶ ὅπως μὲν τὴν ἀρχήν, τὴν ἐμαυτῆς παρθενίαν διέφθορα, καὶ πῶς ἀκρατῶς καὶ ἀκορέστως εἶχον περὶ τὸ πάθος τῆς μίξεως, αἰσχύνομαι ἐννοεῖν· τοῦτο γὰρ νῦν εἰπεῖν ὑπάρχει σεμνότερον, ὃ δὲ συντόμως ἐρῶ, ἵνα τὸ ἐμπαθές μου γνῷς καὶ φιλήδονον, δέκα ἑπτὰ καὶ πρὸς ἐνιαυτούς, συγχώρησον, διετέλεσα δημόσιον προκειμένη τῆς ἀσωτείας ὑπέκκαυμα, οὐ δόσεώς τινος, μὰ τὴν ἀλήθειαν, ἕνεκεν, οὐδὲ γάρ τινων διδόναι πολλάκις θελόντων ἐλάμβανον. Τοῦτο δὲ ἐπενόησα, ἵνα πλείστους ποιήσω προσέχειν μοι, δῶρον ἐκτελοῦσα τὸ ἐμοὶ καταθύμιον· μηδὲ γὰρ νομίσῃς με ὡς εὐποροῦσαν μὴ δέχεσθαι· προσαιτοῦσα διέζων, 3712 A καὶ πολλάκις στυππίον νήθουσα, ἐπιθυμίαν δὲ εἶχον ἀκόρεστον καὶ ἀκατάσχετον ἔρωτα τῷ ἐν βορβόρῳ κυλίεσθαι· καὶ τοῦτό μοι τὸ ζῇν ἦν τε καὶ ἐλογίζετο τὸ διαπαντὸς ἐκτελεῖν τὴν ὕβριν τῆς φύσεως.

ιθ´. -Τοῦτον τοίνυν βιούσης μου τὸν τρόπον, ὁρῶ ἔν τινι καιρῷ τοῦ θέρους ἀνδρῶν Λιβύων καὶ Αἰγυπτίων ὄχλον πολύν, τρεχόντων ὡς ἐπὶ θάλασσαν· ἠρώτησά τε τινὰ τὸν τότε παρατυχόντα μοι, Ποῦ σπουδάζουσιν ἆρα οἱ ἄνδρες οὗτοι οἱ τρέχοντες; Ὁ δὲ ἀπεκρίνατο λέγων· -Εἰς Ἱεροσόλυμα πάντες ἀνέρχονται, τῆς Ὑψώσεως ἕνεκεν τοῦ τιμίου σταυροῦ, ἥτις μετ᾿ὀλίγας ἡμέρας εἴωθε γίνεσθαι. Ἔφην τε πρὸς ἐκεῖνον ἐγώ, Ἆρά γε λαμβάνουσι κἀμὲ σὺν αὐτοῖς, εἴπερ ἀκολουθῆσαι θελήσω; Ὁ δὲ πρός με, Ἐὰν ἔχεις τὸν ναῦλόν σου καὶ τὴν δαπάνην, οὐδεὶς ὁ κωλύων σε. Εἶπον δὲ πρὸς αὐτόν· Ὄντως, ἀδελφέ, ναῦλον [καὶ] δαπάνην οὐ κέκτημαι· ἀπέρχομαι δὲ κἀγώ, καὶ ἀνέρχομαι εἰς ἓν τῶν πλοιαρίων ὧν  B  ἐμισθώσαντο, καὶ θρέψαι με ἔχουσι κἂν μὴ θέλουσι· σῶμα γὰρ ἔχω, ἀντὶ ναύλου λαμβάνουσι. Διὰ τοῦτο δὲ ἤθελον ἀπελθεῖν (ἀββᾶ μου, συγχώρησον), ἵνα σχῶ πολλοὺς ἐραστὰς ἐν ἑτοίμῳ τοῦ πάθους μου. Εἶπόν σοι, ἀββᾶ Ζωσιμᾶ, μὴ ἀναγκάσῃς εἰπεῖν σοι τὴν ἀσχημοσύνην μου· φρίττω γάρ, οἶδεν ὁ Κύριος, μολύνουσα καὶ σὲ καὶ τὸν ἀέρα τοῖς λόγοις μου.

κ´. Ὁ δὲ Ζωσιμᾶς δάκρυσι βρέχων τὸ ἔδαφος, πρὸς αὐτὴν ἀπεκρίνατο· Λέγε διὰ τὸν Κύριον, ὦ μῆτέρ μου, λέγε, καὶ μὴ ἐγκόψῃς τὸν [εἱρμὸν] τῆς τοιαύτης ἐπωφελοῦς διηγήσεως. Ἡ δὲ αὖθις ἀναλαβοῦσα τοῖς προτέροις (ῥήμασι, προστέθεικε ταῦτα· -Ἐκεῖνος τοίνυν ὁ νεανίας, ἀκούσας τὸ αἰσχρὸν τῶν ρημάτων, γελῶν ἀνεχώρησεν· ἐγὼ δὲ ρίψασα τὴν ἠλεκάτην [ἠλακάτην], ἥνπερ ἐβάσταζον (ταύτην γὰρ συμβέβηκε διὰ χρόνου βαστάζειν με), τρέχω πρὸς θάλασσαν, ἔνθα τοὺς τρέχοντας ἔβλεπον τρέχοντας· καὶ βλέπουσα νέους τινας πρὸς τὸν αἰγιαλὸν ἑστῶτας, ὡσεὶ C δέκα τὸν ἀριθμὸν ἢ καὶ πλείονας, σφριγῶντας τοῖς σώμασιν ἅμα καὶ τοῖς κινήμασι, καὶ ἱκανούς μοι φανέντας πρὸς τὸ ζητούμενον (ὡς ἔοικε δὲ καὶ ἄλλους συμπλωτῆρας ἀνέβαινον· καὶ γὰρ καὶ ἕτεροι προανελθόντες ἦσαν εἰς τὰ πλοιάρια), ἀναιδῶς δέ, οὕτως ἦν μοι ἔθος, εἰς μέσον αὐτῶν εἰσεπήδησα· Λάβετε, ἔφην, καὶ μὲ ὅπου ἀπέρχεσθε· οὐκ ἔχω γὰρ ὑμῖν εὑρεθῆναι ἀδόκιμος· εἶτα ἕτερα εἰποῦσα ῥήματα αἰσχρότερα, ἐκίνησα ἅπαντας εἰς γέλωτα. Οἱ δὲ τὸ πρὸς ἀναίδειαν ἐπαγωγὸν θεασάμενοι, λαβόντες ἀνάγουσί με εἰς ὅπερ εἶχον πλοιάριον ἕτοιμον· κἀκεῖνοι γὰρ ἐν τοσούτῳ παραγεγόνασιν οὗπερ ἂν ἔμενον. Ἐκεῖθεν τοῦ πλοὸς ἀπηρξάμεθα.

κα´. Τὰ δὲ ἐντεῦθεν πῶς σοι διηγήσομαι, ἄνθρωπε; ποία γλῶσσα ἐξείποι ἢ ἀκοὴ παραδέξεται τὰ ἐν τῷ πλοίῳ καὶ κατὰ τὴν ὁδοιπορίαν γενόμενα; ἅπερ μὴ θέλοντας ποιεῖν τοὺς ἀθλίους ἠνάγκαζον; Οὔκ ἐστιν εἶδος ἀσελγές, ῥητόν τε καὶ ἄῤῥητον, οὗπερ οὐ γέγονα τοῖς ταλαιπώροις διδάσκαλος. Ἐγὼ τοίνυν,
D ἀββᾶ μου, καταπλήττομαι πῶς ὑπήνεγκεν ἡ θάλασσα τὰς ἐμὰς ἀσωτείας· πῶς οὐκ ἤνοιξεν ἡ γῆ τὸ στόμα, καὶ ζῶσαν εἰς ᾍδου με κατήγαγε, τὴν τοσαύτας ψυχὰς παγιδεύσασαν. Ἀλλ᾿ὡς ἔοικεν ὁ Θεὸς τὴν ἐμὴν ἐζήτει μετάνοιαν· οὐ γὰρ θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ μένει μακροθυμῶν, τὴν ἐπιστροφὴν ἐκδεχόμενος· οὕτω τοίνυν καὶ μετὰ τοσαύτης σπουδῆς ἀνήλθομεν εἰς Ἱεροσόλυμα· καὶ ὅσας μὲν ἡμέρας πρὸ τῆς ἑορτῆς ἐν τῇ πόλει διέτριψα, τοῖς ὁμοίοις ἐχρησάμην, μᾶλλον δὲ τοῖς χείροσιν· οὐ γὰρ μόνον ἠρκέσθην τοῖς νεανίσκοις, οὓς κατὰ τὴν θάλασσαν εἶχον καὶ κατὰ τὴν ὁδὸν ὑπουργοῦντάς μοι, ἀλλὰ καὶ ἄλλους πολλοὺς ἠχρείωσα, πολίτας τε καὶ ξένους εἰς τοῦτο συλλέγουσα.

κβ´. Ὅτε δὲ ἔφθασεν ἡ ἁγία τῆς ὑψώσεως τοῦ σταυροῦ ἑορτή, ἐγὼ μέν, καθὰ καὶ τὸ πρίν, περιῄειν ψυχὰς νέων ἀγρεύουσα. Ἔβλεπον δὲ ὄρθρου βαθέος
3713 A πάντας εἰς τὴν ἐκκλησίαν συντρέχοντας, καὶ ἀπίημι κἀγὼ τρέχουσα σὺν τοῖς τρέχουσιν. Ἦλθον οὖν σύν αὐτοῖς εἰς τὰ τοῦ οἴκου προαύλια· καὶ ὅτε ἦλθεν ἡ ὥρα τῆς θείας ὑψώσεως, ὤθουν καὶ ἀντωθούμην βιαζομένη τὴν εἴσοδον, συνελθεῖν τῷ ὄχλῳ σπουδάζουσα. Καὶ ἕως μὲν τῆς θύρας, δι᾿ἧς λοιπὸν εἰς αὐτὸν τὸν ναόν τις ἐγένετο, ἐν ᾧ τὸ ζωοποιὸν ξύλον ἐδείκνυτο, σὺν μόχθῳ πολλῷ καὶ θλίψει προσήγγιζον ἡ ταλαίπωρος. Ὅτε δὲ τὴν φλιὰν τῆς θύρας ἐπάτησα, οἱ μὲν ἄλλοι πάντες ἀκωλύτως εἰσῄεσαν, ἐμὲ δὲ θεία τις ἐκώλυσε δύναμις, μὴ συγχωροῦσα τὴν εἴσοδον εἰσελθεῖν. Αὖθις γὰρ ἀντωθούμην (καὶ ἀντεπεμπόμην), καὶ μόνη πάλιν ὡρώμην ἑστῶσα εἰς τὰ προαύλια. Νομίσασα γὰρ ἐκ γυναικείας ἀδυναμίας τοῦτο συμβαίνειν, πάλιν ἐμαυτὴν ἑτέροις ἐγκαταμίξασα, ἐβιαζόμην ὡς οἷόν τε παραγκωνιζομένη, καὶ ἐμαυτὴν εἰσωθοῦσα. Ἀλλ᾿ἐκοπίων εἰς μάταια· αὖθις γὰρ ἡνίκα τῆς φλιᾶς ὁ ποὺς ἐπέβη ὁ ἄθλιος, τοὺς μὲν ἄλλους ὁ ναὸς εἶχε μηδενὸς ἐμποδίζοντος, ἐμὲ δὲ μόνην τὴν τάλαιναν οὐκ ἐδέχετο, B ἀλλ᾿ὥσπερ στρατιωτικῆς πληθύος τεταγμένης εἰς τοῦτο, τῆς ἐμοὶ προσταχθείσης ἀποκλεῖσαι τὴν εἴσοδον, οὕτω μέ τις ἀθρόα διεκώλυσε δύναμις, καὶ πάλιν ἱστάμην εἰς τὰ προαύλια.

κγ´. Τοῦτο τρὶς καὶ τετράκις παθοῦσά τε καὶ ποιήσασα, ἀποκαμοῦσα λοιπόν, καὶ μηκέτι ὠθεῖν καὶ ἀντωθεῖσθαι ἰσχύουσα (ἐγεγόνει γάρ μου τὸ σῶμα ἐκ τῆς βίας κατάκοπον), καὶ ἐνδοῦσα λοιπόν, ἀνεχώρησα, καὶ ἔστην ἐν τῇ γωνίᾳ τῆς αὐλῆς τοῦ ναοῦ· καὶ μόλις ποτὲ ἐν συναισθήσει τῆς αἰτίας, τῆς κωλυούσης με ἰδεῖν τὸ ζωοποιὸν ξύλον, γεγένημαι. Ἤψατο γὰρ τῶν ὀφθαλμῶν τῆς καρδίας μου λόγος σωτήριος, ὑποδεικνύων μοι, ὅτι ὁ βόρβορος τῶν ἔργων μου ἦν, ὁ τὴν εἴσοδον κλείων μοι. Ἠρξάμην δὲ κλαίειν, καὶ ὀδύρεσθαι, καὶ τὸ στῆθός μου τύπτειν, καὶ στεναγμοὺς ἐκ βάθους τῆς καρδίας μου ἀνάγουσα· κλαίουσα δὲ ὁρῶ ἐπάνω τοῦ τόπου ἐν ᾧ ἱστάμην [ἐπάνωθεν] εἰκόνα τῆς παναγίας Θεοτόκου ἐστῶσαν, καί φημι πρὸς αὐτὴν ἀκλινῶς ἐνατενίζουσα -Παρθένε Δέσποινα, C ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα ὡς οὔκ ἐστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτως με ῥυπαράν οὖσαν, τὴν οὕτως πανάσωτον, εἰκόνα καθορᾶν σου τῆς Ἀειπαρθένου, σοῦ, τῆς ἁγνῆς, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰν καὶ ἀμόλυντον· δίκαιον γάρ ἐστιν ἐμὲ τὴν ἄσωτον, ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαί τε καὶ βδελύττεσθαι. Πλὴν ἐπείπερ, ὡς ἤκουσα, διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ ἁμαρτωλοὺς εἰς μετάνοιαν· βοήθησον τῇ μόνῃ καὶ μὴ ἐχούσῃ τινὰ πρὸς βοήθειαν· ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον τῆς Ἐκκλησίας εἰσελθεῖν· μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν ᾦ κατὰ σάρκα προσπαγεὶς ὁ Θεὸς ὃν ἐγέννησας, τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ δέδωκεν εἰς ἀντίλυτρον· ἐπίταξον, ὦ Δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιγῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως, καὶ σὲ δίδωμι τῷ ἐκ σοῦ τεχθέντι Θεῷ ἐγγυητὴν ἀξιοχρέων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐνυβρίσω δι᾿αἰσχρὰς οἱασδήποτε μίξεως, ἀλλ᾿ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ Υἱοῦ σου D θεάσομαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθὺς ἀποτάσσομαι, καὶ αὐτίκα ἐξέρχωμαι, ὅπου δ᾿ἂν αὐτή, ὡς ἐγγυητὴς σωτηρίας, ὑποθῇς καὶ ὁδηγήσῃς.

κδ´. Ταῦτα εἰποῦσα, καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς Θεοτόκου καταθαῤῥήσασα, κινῶ ἐμαυτὴν ἐκ τοῦ τόπου ἐκείνου, ἐν ᾧ ἑστῶσα ἐποιούμην τὴν δέησιν· καὶ ἔρχομαι πάλιν, καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα, καὶ οὐκέτι οὐδεὶς ὠθῶν με καὶ ἀντωθούμενος, οὐδεὶς ὁ κωλύων με τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι᾿ἧς εἰς τὸν ναὸν εἰσῄεσαν. Ἔλαβέ με οὖν φρίκη καὶ ἔκστασις, καὶ ὅλη δι᾿ὅλου ἐκλονούμην καὶ ἔτρεμον. Εἶτα φθασάσης μου τὴν θύραν τὴν ἕως τότε ἠσφαλισμένην μοι, ὡσεὶ πᾶσα ἡ δύναμις, ἡ πρότερόν με κωλύουσα, νῦν ἐμοὶ προοδοποιεῖ τὴν εἴσοδον, οὕτως εἰσῆλθον ἄπονος, οὕτως ἐντὸς τῶν ἁγίων γεγένημαι, τῆς τε ζωοποιοῦ θέας τοῦ σταυροῦ κατηξίωμαι, καὶ εἶδον τοῦ Θεοῦ τὰ μυστήρια, καὶ οἷός ἐστιν ἕτοιμος τοῦ δέχεσθαι τὴν μετάνοιαν. 3716 A  Ῥίψασα τοίνυν ἐμαυτὴν ἐγὼ ἡ ἀθλία ἐπὶ τῆς γῆς, καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος, ἔτρεχον ἐξιοῦσα, πρὸς τὴν ἐγγυησαμένην με σπουδάζουσα. Γίγνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ τὸ τῆς ἐγγύης ὑπεγράφη χειρόγραφον· καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς Ἀειπαρθένου καὶ Θεοτόκου, τούτοις ἐχρησάμην τοῖς ῥήμασι·

κε´. Σὺ μέν, ὦ φιλάγαθε Δέσποινα, τὸ σὸν ἐνεδείξω [ἐπ᾿ἐμὲ] φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν· εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι· δόξα τῷ Θεῷ, τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν. Τί γὰρ εἶχον πλέον ἡ ἁμαρτωλὸς ἐννοῆσαι ἢ φθέγξασθαι; Καιρός ἐστι λοιπόν, Δέσποινα, πληρωθῆναι λοιπὸν τῆς ἐγγύης, ἧς ἐγγυήσω, τὰ σύμφωνα. Νῦν ὅπου κελεύεις ὁδήγησον· νῦν γενοῦ μοι μᾶλλον τῆς σωτηρίας διδάσκαλος, χειραγωγοῦσα πρὸς τὴν ὁδὸν τὴν εἰς μετάνοιαν ἄγουσαν. Καὶ ταῦτα λέγουσα, ἤκουσα πόῤῥωθεν κράζοντος -Ἐὰν τὸν Ἰορδάνην διέλθῃς, καλὴν εὑρήσεις ἀνάπαυσιν. Ἐγὼ δὲ τῆς B φωνῆς ταύτης ἀκούσασα, καὶ ταύτην δι᾿ ἐμὲ γενέσθαι πιστεύσασα, δακρύουσα ἔκραξα, καὶ τῇ Θεοτόκῳ ἐβόησα· Δέσποινα, Δέσποινα, μὴ ἐγκαταλίπῃς με. Καὶ ταῦτα βοήσασα ἐξίημι ἐκ τῆς αὐλῆς τοῦ ναοῦ, καὶ συντόμως [συντόνως] ἐβάδιζον.

κς´. Ἐξερχομένην δέ τις ἑωρακώς με, ἐπιδίδωσί μοι τρεῖς φόλεις, Δέξαι ταύτας, ἀμμᾶ μου, εἰπών, Ἐγὼ δὲ τὰ δοθέντα μοι κομίσασα, τρεῖς ἐξ αὐτῶν ἠγόρασα ἄρτους, καὶ τούτους ἔλαβον εὐλογίας ἐφόδιον. Ἠρώτησα δὲ τὸν τοὺς ἄρτους πιπράσκοντα, Ποία καὶ πόθεν ἡ ὁδὸς καθέστηκεν, ἄνθρωπε, ἡ εἰς τὸν Ἰορδάνην ἀπάγουσα; Καὶ μαθοῦσα τὴν πύλην τῆς πόλεως, τὴν ἐπ᾿ἐκεῖνο τὸ μέρος ἐξάγουσαν, ἐξῆλθον τρέχουσα, καὶ τῆς ὁδοιπορίας εἰχόμην δακρύουσα. Ἐρωτήσει δὲ φθάνουσα τὴν ἐρώτησιν, καὶ τὸ λοιπὸν ἅπαν τῆς ἡμέρας ὁδοιπορήσασα (ἦν γὰρ τρίτη ὥρα τῆς ἡμέρας, ὅτε τὸν σταυρὸν ἐθεασάμην, ὡς εἰκάζω), κατέλαβον λοιπόν, τοῦ ἡλίου πρὸς τὴν δύσιν κλίναντος, τὸν ναὸν Ἰωάννου τοῦ Βαπτιστοῦ, C τὸν κείμενον τοῦ Ἰορδάνου σύνεγγυς. Καὶ πρότερον ἐν τῷ ναῷ προσκυνήσασα κατῆλθον εἰς τὸν Ἰορδάνην αὐτίκα, καὶ πρόσωπον καὶ χεῖρας ἐξ ἐκείνου τοῦ ἁγίου ὕδατος ἔβρεξα· μετέλαβον δὲ τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων ἐν τῷ ναῷ τοῦ Προδρόμου, καὶ τοῦ ἑνὸς ἄρτου τὸ ἥμισυ ἔφαγον, καὶ ἐκ τοῦ Ἰορδάνου πιοῦσα ἐπὶ τῆς γῆς ἐμαυτὴν τὴν νύκτα κατέκλινα. Τῇ δὲ ἐπαύριον εὑροῦσα μικρὸν ἐκεῖσε πλοιάριον, ἐπὶ τὸ μέρος τὸ ἕτερον γέγονα, καὶ πάλιν ἐζήτησα τὴν ὁδηγόν μου, ὁδηγῆσαί με ὅπου δ᾿ἄν ἐστιν αὐτῇ εὐάρεστον. Γέγονα τοίνυν κατὰ ταύτην τὴν ἔρημον, καὶ ἐξ ἐκείνου μέχρι τῆς σήμερον ἐμάκρυνα φυγαδεύουσα, καὶ ἐν ταύτῃ αὐλίζομαι, προσδεχομένη τὸν Θεόν μου, τὸν ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν διασῴζοντα.

κζ´. Ὁ δὲ Ζωσιμᾶς πρὸς αὐτὴν ἔφησε· -Πόσα δὲ ἔτη εἰσίν, ὦ κυρία μου, ἐξ ὅτε εἰς ταύτην αὐλίζῃ τὴν ἔρημον; Ἀπεκρίθη ἡ γυνή· Τεσσαράκοντα ἑπτὰ ἔτη, ὡς εἰκάζω, εἰσίν, ἐξ ὅτε τῆς ἁγίας πόλεως ἐξελήλυθα. Εἶπε δὲ Ζωσιμᾶς· Καὶ τὶ δὲ εὗρες ἢ ἔσχηκας τροφήν, ὦ κυρία μου; Ἔφη δὲ ἡ γυνή· D Δύο μὲν ἥμισυ ἄρτους τὸν Ἰορδάνην ἐπέρασα φέρουσα, οἵτινες κατ᾿ὀλίγον ξηρανθέντες ἀπελιθώθησαν, καὶ μικρὸν ἐπὶ χρόνους ἐσθίουσα διετέλεσα. Εἶπε δὲ Ζωσιμᾶς· Καὶ οὕτως ἀπόνως παρῆλθες τῶν τοσούτων ἐτῶν τὸ διάστημα, μηδὲν τῆς ἀθρόας γενομένης μεταβολῆς ταραττούσης σε; Ἀπεκρίθη ἡ γυνή· Πρᾶγμά με νῦν ἠρώτησας, ἀββᾶ Ζωσιμᾶ, ὅπερ φρίττω καὶ λέγουσα· ἐὰν γὰρ ἔλθω νῦν εἰς ἀνάμνησιν τῶν τοσούτων κινδύνων, ὧνπερ ὑπέμεινα, καὶ τῶν λογισμῶν τῶν δεινῶς ἐνοχλησάντων μοι, φοβοῦμαι μή πως καὶ αὖθις ὑπ᾿ἐκείνων βληθήσωμαι. Εἶπε δὲ Ζωσιμᾶς· Μηδὲν ἐάσῃς, κυρία μου, ὅπερ μὴ ἀναγγείλῃς μοι· ἅπαξ γὰρ εἰς τοῦτο κατεπηρώτησά σε, ἵνα πάντα ἀπαραλείπτως διδάξῃς με.

κη´. Ἡ δὲ πρὸς αὐτόν· -Πίστευσον, ἀββᾶ, δεκαεπτὰ ἔτη εἰς ταύτην περιῆλθον τὴν ἔρημον, 3717 A θηρσὶν ἀνημέροις ταῖς ἀλόγοις ἐπιθυμίαις πυκτεύουσα. Ἡνίκα τροφῆς μεταλαβεῖν ἐπεχείρησα, ἐπεθύμουν τὰ κρέατα καὶ τοὺς ἰχθύας οὓς ἔχει ἡ Αἴγυπτος· ἐπεθύμουν τοῦ οἴνου τὴν πόσιν, τὴν ἐν ἐμοὶ καταθύμιον· πολλῷ γὰρ οἴνῳ ἐχρώμην ἡνίκα ἐν τῷ κόσμῳ διέτριβον· ἐνταῦθα δὲ οὐδὲ ὕδατος ὅλως ἀπογεύσασθαι ἔχουσα, δεινῶς ἐφλεγόμην καὶ τὴν ἀνάγκην οὐκ ἔφερον. Εἰσῄει δὲ μοι καὶ τῶν πορνικῶν ᾀσμάτων ἐπιθυμία ἡ παράλογος, δεινῶς ἀεὶ ταράττουσα καὶ ἀναπείθουσά με ᾄδειν τὰς ᾠδὰς τῶν δαιμόνων ἅσπερ μεμάθηκα· εὐθὺς δὲ δακρύουσα, καὶ τῇ χειρὶ τὸ στῆθός μου τύπτουσα, ἐμαυτὴν ἀνεμίμνῃσκον τῶν συμφώνων ὧν ἐθέμην ἐξερχομένη κατὰ τὴν ἔρημον. Ἐγιγνόμην δὲ τῷ λογισμῷ πρὸς τὴν εἰκόνα τῆς Θεοτόκου τῆς ἀναδόχου μου, κἀκείνῃ προσέκλαιον, ἐκδιῶξαι τοὺς λογισμοὺς αἰτοῦσα, τοὺς οὕτως τὴν ἀθλίαν μου ψυχὴν κατατρέχοντας. Ὅτε δὲ ἀρκούντως ἐδάκρυσα, καὶ τὸ στῆθος εἰς δύναμιν ἔτυψα, φῶς ἔβλεπον πάντοθεν περιαστρᾶπτόν με· καὶ ἐντεῦθεν λοιπὸν γαλήνη τις σταθηρὰ B ἐκ τρικυμίας ἐγένετό μοι.

κθ´. Τοὺς δὲ λογισμούς, τοὺς εἰς πορνείαν αὖθις ὠθοῦντάς με, πῶς σοι, ἀββᾶ, διηγήσομαι; Πῦρ γὰρ ἔνδοθεν τῆς καρδίας μου τῆς ταλαίνης ἀνήπτετο, καὶ ὅλην δι᾿ὅλου ἐξέφλεγε, καὶ πρὸς ἐπιθυμίαν ἀνηρέθιζε μίξεως. Εὐθὺς δέ, ἡνίκα λογισμὸς τοιοῦτος προσέβαλλεν, ἔῤῥιπτον ἑαυτὴν εἰς γῆν, καὶ τὸ ἔδαφος τοῖς δάκρυσιν ἔβρεχον, αὐτήν μοι νομίζουσα παριστάναι τὴν ἐγγυησαμένην με, ὥσπερ προστάτιδα, καὶ παραβαθεῖσαν, καὶ ποινὰς τῆς παραβασίας εἰσπράττουσαν. Οὐκ ἀνιστάμην τοίνυν ἀπὸ τῆς εἰς γῆν κατανεύσεως, ἣν συνέβη διέρχεσθαι νυχθήμερον, ἕως ὅτου με τὸ φῶς ἐκεῖνο τὸ γλυκὺ περιέλαμψε, καὶ τοὺς λογισμοὺς τοὺς ἐνοχλοῦντάς μοι ἐδίωξε. Λοιπὸν ἀεὶ τὸ ὄμμα τῆς διανοίας μου πρὸς τὴν ἐγγυητὴν ἀκαταπαύστως ἀνέπεμπον, αἰτοῦσα βοήθειαν τῇ κινδυνευούσῃ κατὰ τὸ τῆς ἔρημου πέλαγος· καί γε βοηθὸν ἔσχον, καὶ τῆς μετανοίας συλλήπτορα. Καὶ οὕτως διῆλθον τῶν δεκαεπτὰ ἐτῶν τὸ διάστημα, μυρίοις C κινδύνοις προσομιλήσασα· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς σήμερον ἡ βοηθός μου παρέστηκεν ἐν πᾶσι, καὶ διὰ πάντων χειραγωγοῦσά με.

λ´. Εἶπε δὲ Ζωσιμᾶς πρὸς αὐτήν· Οὐκ ἐδεήθης τροφῆς, ἢ ἐνδύματος; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Τοὺς μὲν ἄρτους ἐκείνους, καθὰ προεῖπον, ἀναλώσασα, τὰ δεκαεπτὰ ἔτη ἐτράφην βοτάναις, καὶ λοιποῖς τοῖς εὑρισκομένοις κατὰ τὴν ἔρημον· τὸ δὲ ἱμάτιον, ὅπερ εἶχον τὸν Ἰορδάνην διαπεράσασα, διαῤῥυὲν δεδαπάνηται. Πολλὴν ἐκ τοῦ κρύους καὶ αὖθις ἐκ τῆς τοῦ θέρους φλογὸς ἀνάγκην ὑπέμεινα, συγκαιομένη τῷ καύσωνι, καὶ τῷ παγετῷ πηγνυμένη καὶ τρέμουσα, ὡς πολλάκις με χαμαὶ πεσοῦσαν ἄπνουν μεῖναι σχεδὸν καὶ ἀκίνητον. Πολλαῖς τοίνυν καὶ πολλαῖς συμφοραῖς καὶ πειρασμοῖς ἀνηκέστοις ἐπύκτευσα. Ἐξ ἐκείνου δὲ καὶ μέχρι τοῦ νῦν ἡ δύναμις τοῦ Θεοῦ πολυτρόπως τὴν ἁμαρτωλόν μου ψυχὴν καὶ τὸ σῶμα τὸ ταπεινὸν διετήρησεν· ἐννοοῦσα γὰρ μόνον ἐξ ὁποίων κακῶν με ἐῤῥύσατο, τροφὴν ἀδάπανον κέκτημαι, τὴν ἐλπίδα τῆς σωτηρίας μου· D τρέφομαι γὰρ καὶ σκέπομαι τῷ ῥήματι τοῦ Θεοῦ διακρατοῦντος τὰ σύμπαντα· οὐδὲ γὰρ ἐπ᾿ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, καὶ παρὰ τὸ μὴ ἔχειν σκέπην, πέτραν περιεβάλοντο, ὅσοι τὸ τῆς ἁμαρτίας ἀπεδύσαντο περιβόλαιον.

λα´. Ἀκούσας δὲ Ζωσιμᾶς ὅτι καὶ χρήσεων Γραφικῶν ἐμνημόνευσεν, ἔκ τε Μωϋσέως καὶ τοῦ Ἰώβ, καὶ τῆς βίβλου τῶν Ψαλμῶν, ἔφησε πρὸς αὐτήν· Ψαλμοῖς δέ, ὦ κυρία μου, ἢ ἄλλοις βιβλίοις ἐντέτυχας; Ἡ δὲ ἀκούσασα τοῦτο ὑπεμειδίασε, καί φησι πρὸς τὸν γέροντα· Πίστευσον, ἄνθρωπε, οὐκ εἶδον ἕτερον ἄνθρωπον ἐξ ὅτε τὸν Ἰορδάνην ἐπέρασα, εἰ μὴ τὸ σὸν πρόσωπον σήμερον· ἀλλ᾿οὐδὲ θηρίον ἢ 3720 A ἄλλον ζῷον τεθέαμαι ἐξ ὅτε ταύτην εἶδον τὴν ἔρημον· γράμματα τοίνυν οὐ μεμάθηκα πώποτε. Ἀλλ᾿οὐδὲ ψάλλοντός τινος ἢ ἀναγινώσκοντος ἤκουσα· ὁ δὲ λόγος τοῦ Θεοῦ, ζῶν τε καὶ ἐνεργὴς ὤν, αὐτὸς διδάσκει τὸν ἄνθρωπον γνῶσιν. Ἕως ᾧδε τὸ πέρας τῆς κατ᾿ἐμὲ διηγήσεως· ἀλλ᾿ὅπερ ἐποίησα ἐναρχομένη τῆς διηγήσεως, καὶ νῦν ἐνορκῶ σε κατὰ τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως, εὔχεσθαι ὑπὲρ ἐμοῦ τῆς ἀσώτου διὰ τὸν Κύριον. Ταῦτα εἰπούσης ἐκείνης, καὶ τὸν λόγον ᾧδε συντελεσάσης, ὥρμησε βαλεῖν μετάνοιαν. Καὶ αὖθις ὁ γέρων σὺν δάκρυσιν ἔκραζεν· Εὐλογητὸς ὁ Θεός, ὁ ποιήσας μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· εὐλογητὸς ὁ Θεὸς ὁ δεῖξάς μοι ὅσα χαρίζει τοῖς φοβουμένοις αὐτόν· ὄντως γὰρ οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.

λβ´. Ἐκείνη δὲ ἐπιλαβομένη τοῦ γέροντος, οὐκέτι συνεχώρησε βαλεῖν τελείως μετάνοιαν, ἀλλ᾿ἔφησε πρὸς αὐτόν· Ταῦτα πάντα, ἅπερ ἤκουσας, ἄνθρωπε, B ἐνορκῶ σε κατὰ τοῦ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μηδενὶ ἐξειπεῖν, ἕως ὅτε ὁ Θεὸς ἀπὸ τῆς γῆς ἀπολύσει με. Τὸ δὲ νῦν ἔχον ἐν εἰρήνῃ πορεύθητι, καὶ πάλιν εἰς τὸ ἔτος τὸ ἐρχόμενον ὄψει με, καὶ ὀφθήσῃ μοι τοῦ Θεοῦ χάριτι φυλαττόμενος· ποίησον δὲ διὰ τὸν Κύριον ὅπερ νῦν σοι ἐντέλλομαι. Εἰς τὰς νηστείας τὰς ἱερὰς τοῦ ἔτους τοῦ ἐπερχομένου μὴ περάσῃς τὸν Ἰορδάνην, ὥσπερ εἰώθατε ποιεῖν εἰς τὸ μοναστήριον. Ἐξίστατο δὲ Ζωσιμᾶς ἀκούων ὅτι καὶ τὸν κανόνα τοῦ μοναστηρίου ἀπήγγειλε, καὶ οὐδὲν ἕτερον ἔλεγεν εἰ μή, Δόξα τῷ Θεῷ, μεγάλα χαριζομένῳ τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνη δὲ ἔφησε, Μεῖνον ἀββᾶ, ὡς εἶπον, εἰς τὸ μοναστήριον· οὐδὲ γὰρ θέλοντί σοι ἐξελθεῖν εὖ γενήσεται· τῇ δὲ ἁγίᾳ ἑσπέρᾳ τοῦ δείπνου τοῦ μυστικοῦ, λάβε μοι τοῦ ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ εἰς σκεῦος ἱερὸν καὶ τῶν τοιούτων μυστηρίων ἐπάξιον, καὶ φέρε, καὶ μεῖνον μετὰ παντὸς εἰς τὸ μέρος τοῦ Ἰορδάνου τὸ προσεγγίζον τῇ οἰκουμένῃ, ὅπως ἐλθοῦσα μεταλάβω τῶν ζωοποιῶν δώρων. Ἐξ ὅτε γὰρ εἰς τὸν C ναὸν τοῦ Προδρόμου, πρὶν ἢ τὸν Ἰορδάνην διέλθω μετέλαβον, οὐκέτι μέχρι τοῦ νῦν τοῦ ἁγιασμοῦ τούτου τετύχηκα· καὶ νῦν ἐκείνου ἐφίεμαι ἀκατασχέτῳ τῷ ἔρωτι· διὸ αἰτῶ καὶ παρακαλῶ τὴν ἐμὴν μὴ παρακούσασθαι αἴτησιν, ἀλλὰ πάντως ἄγαγέ μοι τὰ τοιαῦτα ζωοποιὰ καὶ θεῖα μυστήρια, καθ᾿ἣν ὥραν ὁ Κύριος τοὺς μαθητὰς τοῦ θείου δείπνου μετόχους πεποίηκε. Τῷ δὲ ἀββᾷ Ἰωάννῃ, τῷ ἡγουμένῳ τῆς μονῆς ἐν ᾗ κατοικεῖς, ταῦτα εἰπέ· Πρόσεχε σεαυτῷ καὶ τῇ ποίμνῃ σου· τινὰ γὰρ ἐκεῖ τελοῦνται δεόμενα διορθώσεως. Ἀλλ᾿οὐ νῦν σε θέλω ταῦτα εἰπεῖν αὐτῷ, ἀλλ᾿ὅτε ὁ Κύριος ἐπιτρέψει σοι· ταῦτα εἰποῦσα, καὶ Εὖξαι ὑπὲρ ἐμοῦ, τῷ γέροντι φήσασα, ἐπὶ τὸ βάθος τῆς ἐρήμου αὖθις ἐξέδραμεν. Ὁ δὲ Ζωσιμᾶς κλίνας τὰ γόνατα, καὶ προσκυνήσας τὸ ἔδαφος ἐν ᾧ ἔστησαν τὰ ἴχνη τῶν ποδῶν αὐτῆς, δοὺς τῷ Θεῷ δόξαν καὶ εὐχαριστήσας, ὑπέστρεψεν ἐν ἀγαλλιάσει ψυχῆς τε καὶ σώματος, δοξάζων καὶ εὐλογῶν Χριστὸν τὸν Θεὸν ἡμῶν· αὖθις δὲ διελθὼν ἐκείνην τὴν ἔρημον ἔφθασεν εἰς τὸ μοναστήριον, καθ᾿ἣν ἡμέραν ὑποστρέφειν εἰώθασιν οἱ αὐτόθι μονάζοντες.

D λγ´. Καὶ τὸν μὲν ἐνιαυτὸν ἡσύχασεν ἅπαντα, μηδενὶ τολμῶν ἐξειπεῖν μηδὲν ὧν ἐθεάσατο· καθ᾿ἑαυτὸν δὲ τὸν Θεὸν καθικέτευσε, δεῖξαι αὐτῷ αὖθις τὸ ποθούμενον πρόσωπον. Ἐδυσχέραινε δὲ καὶ ἐδυσφόρει τοῦ ἐνιαυτοῦ ἐννοῶν τὴν περίοδον, μίαν ἐνθέλων [ἐθέλων] τὸν ἐνιαυτὸν ἡμέραν γενέσθαι, ὡς οἷόν τε ἦν. Ἡνίκα δὲ ἔφθασε τῶν ἱερῶν νηστειῶν ἡ ἀπαρχομένη Κυριακή, εὐθὺς μετὰ τὴν ἐξ ἔθους εὐχὴν οἱ μὲν ἄλλοι πάντες ἐξίεσαν ψάλλοντες· αὐτὸν δὲ νόσος κατέσχε πυρέξαντα, καὶ μένειν ἔνδον ἠνάγκασεν. Ἐμνήσθη δὲ Ζωσιμᾶς τῆς Ὁσίας εἰπούσης, ὅτι Οὔτε θέλοντί σοι τῆς μονῆς ἐξελθεῖν οὔ σοι γενήσεται. Ὀλίγαι δὲ ἡμέραι διέδραμον, καὶ τῆς νόσου διαναστὰς ἐν τῷ μοναστηρίῳ διέτριβεν.

3721 A  λδ´. Ἡνίκα δὲ πάλιν οἱ μοναχοὶ ὑπέστρεψαν, καὶ ἤγγισεν ἡ ἑσπέρα τοῦ δείπνου τοῦ μυστικοῦ, ἐποίησε τὰ διαταχθέντα αὐτῷ· καὶ λαβὼν εἰς μικρὸν ποτήριον τοῦ ἄχραντου σώματος καὶ τοῦ τιμίου αἵματος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔβαλεν εἰς κανίσκιον ἰσχάδας καὶ φοίνικας, καὶ φακὴν μικρὰν βραχεῖσαν ἐν ὕδατι· ἀπέρχεται δὲ βαθείας ὀψίας, καὶ καθέζεται εἰς τὸ χεῖλος τοῦ Ἰορδάνου, τῆς Ὁσίας ἀναμένων τὴν ἄφιξιν. Χρονίζοντος δὲ τοῦ γυναίου τοῦ ἱεροῦ, Ζωσιμᾶς οὐκ ἐνύσταξεν, ἀλλ᾿ἀκλινῶς ἑώρα τὴν ἔρημον, ἀναμένων ἰδεῖν ὅπερ ἰδεῖν ἐπεθύμησεν. Ἔλεγε δὲ καθ᾿ἑαυτὸν ὁ γέρων καθήμενος· Ἆρά γε μή ποτε τὸ ἀνάξιόν μου ἐλθεῖν ταύτην διεκώλυσεν; ἆρα ἦλθε, καὶ μὴ εὑροῦσά με αὖθις ὑπέστρεψε; Ταῦτα λέγων ἐδάκρυσε, καὶ δακρύσας ἐστέναξε, καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπάρας, τὸν Θεὸν ἱκέτευσε λέγων· Μὴ στερήσῃς με, Δέσποτα, καὶ αὖθις ἰδεῖν ὅπερ ἰδεῖν συνεχώρησας· μὴ ἀπέλθω κενός, τὰς ἐμὰς ἁμαρτίας φέρων εἰς ἔλεγχον. Ταῦτα σὺν δάκρυσιν ἐπευξάμενος, εἰς ἕτερον B λογισμὸν περιπέπτωκεν· ἔλεγε γὰρ ἐν ἐαυτῷ· Τί δὲ εἰ ἆρα καὶ ἔλθῃ [ἔλθει] γενήσεται; Πλοιάριον γὰρ οὐ πάρεστι. Πῶς τοίνυν τὸν Ἰορδάνην παρέλθοι, καὶ πρὸς ἐμὲ γενήσεται τὸν ἀνάξιον; Οἴμοι τῆς ἐμῆς ἀναξιότητος! οἴμοι τῆς ἐμῆς ἐλεεινότητος! Τίς με τοιούτου καλοῦ δικαίως ἐστέρησε;

λε´. Ταῦτα λογιζομένου τοῦ γέροντος, ἰδοὺ καὶ τὸ ὅσιον ἔφθασε γύναιον, καὶ εἰς τὸ πέραν ἔστη τοῦ ποταμοῦ, ὅθεν καὶ ἤρχετο. Ὁ δὲ Ζωσιμᾶς ἐξανέστη χαίρων καὶ ἀγαλλιώμενος, καὶ δοξάζων τὸν Θεόν. Αὖθις δὲ τῷ λογισμῷ τοῦ μὴ δύνασθαι αὐτὴν περάσαι τὸν Ἰορδάνην ἐπάλαιεν. Ὁρᾷ δὲ αὐτὴν τῷ σημείῳ τοῦ τιμίου σταυροῦ τὸν Ἰορδάνην σφραγίσασαν (πανσέληνος γὰρ ὑπῆρχεν ἡ νύξ, ὡς ἔλεγε), καὶ ἅμα τῇ σφραγῖδι ἐπιβᾶσαν τῷ ὕδατι, καὶ περιπατοῦσαν ἐπὶ τῶν ὑδάτων ἐπάνω, καὶ πρὸς ἐκεῖνον βαδίζουσαν. Τὸν δὲ θελήσαντα ποιῆσαι μετάνοιαν διεκώλυε κράζουσα, καὶ ἐπὶ τῶν ὑδάτων βαδίζουσα, Τὶ ποιεῖς, ἀββᾶ, καὶ ἱερεὺς ὑπάρχων, καὶ βαστάζων θεῖα C μυστήρια; Τοῦ δὲ πρὸς τὸ λεγόμενον εἴξαντος, ἀποβᾶσα τοῦ ὕδατος ἔφησεν πρὸς τὸν γέροντα· Εὐλόγησον, Πάτερ, εὐλόγησον. Ὁ δὲ πρὸς αὐτὴν ἀπεκρίνατο συντρόμος (ἔκστασις γὰρ αὐτὸν εἶχεν ἐπὶ τῷ παραδόξῳ θεάματι)· Ὄντως ἀψευδὴς ὁ Θεὸς ἐπαγγειλάμενος ὁμοιοῦσθαι Θεῷ καθόσον ἐφικτὸν τοὺς ἑαυτοὺς ἐκκαθαίροντας· δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, ὃς οὐκ ἀπέστειλας [ἀπέστησας] τὴν προσευχήν μου, καὶ τὸ ἔλεός σου ἀπὸ τοῦ δούλου σου· δόξα σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν· ὁ δείξας μοι διὰ ταύτης τῆς δούλης σου, πόσον ἀπέχω μέτρον τῆς τελειότητος. Καὶ ταῦτα ἅμα λέγοντα, ᾔτησεν ἡ γυνὴ εἰπεῖν τὸ ἅγιον τῆς πίστεως σύμβολον, καὶ τό, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, κατάρξασθαι. Καὶ τούτου γενομένου, καὶ τῆς εὐχῆς πέρας λαβούσης, κατὰ τὸ σύνηθες δέδωκε τὴν ἀγάπην τῷ γέροντι εἰς τὸ στόμα· καὶ οὕτως τῶν ζωοποιῶν μυστηρίων μεταλαβοῦσα, εἰς τὸν οὐρανὸν τὰς χεῖρας διάρασα, ἐστέναξε σὺν δάκρυσι, καὶ οὕτως ἐβόησε· Νῦν ἀπολύεις τὴν δούλην σου, ὦ Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.

D λς´. Τότε λέγει τῷ γέροντι· Συγχώρησόν μοι, ἀββᾶ , καὶ ἄλλην ἐπιθυμίαν μου πλήρωσον· καὶ νῦν μὲν ἄπελθε εἰς τὸ μοναστήριον, τῇ τοῦ Θεοῦ χάριτι φρουρούμενος, εἰς δὲ τὸ ἔτος τὸ ἐρχόμενον ἐλθὲ καὶ αὖθις εἰς ἐκεῖνον τὸν χείμαῤῥον, ἔνθα σοι τὸ πρὶν συνέτυχον· ἐλθὲ πάντως διὰ τὸν Κύριον καὶ πάλιν ὄψει με καθὼς θέλει ὁ Κύριος. Ὁ δὲ πρὸς αὐτὴν ἀπεκρίνατο· Εἴθε ἦν δυνατὸν ἐντεῦθεν ἀκολουθῆσαί σοι, καὶ βλέπειν διὰ παντὸς τὸ σὸν τίμιον πρόσωπον· ποίησον δὲ μίαν τοῦ γέροντος αἴτησιν, καὶ ἐξ ὧν ἐνήνοχα ᾧδε μικρὰς τροφῆς μετάλαβε· καὶ ἅμα ταῦτα εἰπών, δείκνυσιν αὐτῇ ὅπερ εἶχε κανίσκιον. Ἡ δὲ δακτύλοις ἄκροις τῆς φακῆς ἁψαμένη, καὶ τρεῖς κόκκους ἀνελομένη, τῷ ἰδίῳ προσήγαγε στόματι, ἀρκεῖν εἰποῦσα τὴν χάριν τοῦ Πνεύματος, ὥστε συντηρεῖν τὴν οὐσίαν τῆς ψυχῆς ἀμίαντον. Καὶ ταῦτα εἰποῦσα, εἶπε πάλιν τῷ γέροντι· Εὖξαι 3724 A διὰ τὸν Κύοιον, εὖξαί μοι, καὶ τῆς ἐμῆς ἀθλιότητος μέμνησο. Ὁ δὲ τῶν ποδῶν ἁψάμενος τῆς Ὁσίας καὶ εὔχεσθαι ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τῆς Βασιλείας, καὶ αὐτοῦ ἐξαιτήσας, σὺν δάκρυσιν ἀφῆκε καὶ ἀπῆλθε στένων καὶ ὀδυρόμενος· λοιπὸν γὰρ ἐπὶ πολὺ οὐκ ἐτόλμα κρατῆσαι τὴν ἀκράτητον. Ἡ δὲ αὖθις τὸν Ἰορδάνην σφραγίσασα, ἐπέβη τοῦ ὕδατος, καὶ περιπατοῦσα διῆλθε καθὰ καὶ τὸ πρότερον. Ὁ δὲ γέρων ὑπέστρεψε χαρὰ καὶ φόβῳ πολλῷ συνεχόμενος, μεμφόμενός τε αὑτόν, ὅτι τὸ ὄνομα τῆς Ὁσίας μαθεῖν οὐκ ἐζήτησεν· ἤλπιζε δὲ ὅμως τοῦ τυχεῖν εἰς τὸ ἔτος τὸ ἐπερχόμενον.

λζ´. Τοῦ δὲ ἔτους διελθόντος, γίνεται αὖθις κατὰ τὴν ἔρημον, πάντα δηλαδὴ τελέσας κατὰ τὸ σύνηθες, καὶ τρέχων πρὸς ἐκεῖνο τὸ παράδοξον θέαμα. Ὁδεύσας δὲ τὸ τῆς ἐρήμου διάστημα, καὶ φθάσας τινὰ σημεῖα δηλοῦντα τοῦ ζητουμένου τόπου τὴν εὕρεσιν, δεξιὰ περιεβλέπετο καὶ εὐώνυμα, περιάγων πανταχοῦ τὸ βλέμμα ὡς θηρευτὴς ἐμπειρότατος, εἴπου τὸ γλυκύτατον ζωγρήσειε θήραμα· ὡς δὲ ἔβλεπεν οὐδὲν οὐδαμόθεν κινούμενον, ἤρξατο ἑαυτὸν αὖθις βρέχειν τοῖς δάκρυσι· καὶ τείνας ἄνω τὸ ὄμμα, B προσευχόμενος ἔλεγε· Δεῖξόν μοι, Δέσποτα, τὸν θησαυρόν σου τὸν ἄσυλον, ὃν ἐν τῇδε τῇ ἐρήμῳ κατέκρυψας· δεῖξόν μοι, δέομαι, τὸν ἐν σώματι ἄγγελον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος. Καὶ ταῦτα εὐχόμενος, τὸν τόπον κατέλαβε τὸν εἰς χειμάῤῥου τύπον σχηματιζόμενον, καὶ εἶδε πρὸς τὸ μέρος αὐτοῦ τὸ πρὸς ἀνίσχοντα τὸν ἥλιον, κειμένην τὴν Ὁσίαν νεκράν, καὶ τὰς χεῖρας οὕτως ὥσπερ ἔδει τυπώσασαν καὶ πρὸς ἀνατολὰς ὁρῶσαν κειμένην τῷ σχήματι. Ὁ δὲ προσδραμὼν τοὺς πόδας τῆς μακαρίας δάκρυσιν ἔπλυνεν· οὐδενὸς γὰρ ἑτέρου μέρους ἐτόλμα προσψαῦσαι.

λη´. Δακρύσας οὖν ἐφ᾿ἱκανόν, καὶ ψαλμοὺς εἰπὼν τῷ καιρῷ καὶ τῷ πράγματι πρεπόντως, ἐποίησεν εὐχὴν ἐπιτάφιον, καί φησιν ἐν ἑαυτῷ· Ἆρα θάψαι προσήκει τῆς Ὁσίας τὸ λείψανον; ἆρα μὴ καὶ τοῦτο ἀπαρέσκει τῇ Ὁσίᾳ γιγνόμενον; καὶ ταῦτα λέγων ὁρᾷ πρὸς τῇ κεφαλῇ αὐτῆς ἐκτετυπωμένην C γραφὴν ἐν τῇ γῇ, δι᾿ἧς ταῦτα ἐγέγραπτο· θάψον, ἀββᾶ Ζωσιμᾶ, ἐν τούτῳ τῷ τόπῳ τῆς ταπεινῆς Μαρίας τὸ λείψανον, ἀπόδος τὸν χοῦν τῷ χοΐ, ὑπὲρ ἐμοῦ διὰ παντὸς πρὸς τὸν Κύριον προσευχόμενος τελειωθείσης, μηνὶ Φαρμουθὶ [κατ᾿Αἰγυπτίους, ὅς ἐστι κατὰ Ῥωμαίους Ἀπρίλιος], ἐν αὐτῇ δὲ τῇ νυκτὶ τοῦ πάθους τοῦ σωτηρίου, μετὰ τὴν τοῦ θείου καὶ μυστικοῦ δείπνου μετάληψιν. Ταῦτα τοίνυν ἀναγνοὺς ὁ γέρων τὰ γράμματα, ἐχάρη ὅτι τὸ ὄνομα τῆς Ὁσίας μεμάθηκεν· ἐπέγνω δὲ ὅτι ἅμα τῶν θείων μυστηρίων ἐπὶ τοῦ Ἰορδάνου μετέλαβεν, εὐθὺς ἐν τῷ τόπῳ γέγονεν, ἐν ᾧ τετελείωται· καὶ ἥνπερ ὥδευσεν ὁδὸν Ζωσιμᾶς διὰ εἴκοσιν ἡμερῶν κοπιών, εἰς μίαν ὥραν Μαρία διέδραμε, καὶ εὐθὺς πρὸς τὸν Θεον ἐξεδήμησε.

λθ´. Δοξάζων δὲ τὸν Θεόν, καὶ βρέχων τὸ σῶμα τοῖς δάκρυσι, Καιρός, ἔφη, ταπεινὲ Ζωσιμᾶ, τὸ κελευθὲν ἐκτελέσαι σε. Ἀλλὰ πῶς ποιήσεις, ταλαίπωρε, ὄρυγμα, ἐν χερσὶ μὴ ἔχων τὸ σύνολον; Καὶ τοῦτο εἰπών, εἶδεν ἐκ μικροῦ διαστήματος ξυλάριον D βραχὺ ἐῤῥιμμένον κατὰ τὴν ἔρημον· ὅπερ λαβὼν ἤρξατο δῆθεν ὀρύττειν. Ξηρὰ δὲ οὖσα ἡ γῆ οὐδαμῶς ὑπήκουε κοπιῶντι τῷ γέροντι· ἀλλ᾿ἔκαμνεν ἱδρῶτι περιῤῥεόμενος· στενάξας δὲ μέγα ἐκ βάθους τοῦ πνεύματος, ἀνακύψας, ὁρᾷ λέοντα μέγαν τῷ λειψάνῳ τῆς Ὁσίας παρεστῶτα, καὶ τὰ ἴχνη αὐτῆς ἀναλείχοντα. Ὁ δὲ ἰδὼν τὸ θηρίον, συντρόμος γέγονε φοβούμενος, μάλιστα μνησθεὶς τῶν ῥημάτων Μαρίας, εἰπούσης ὅτι οὐδέποτε θηρίον ἐθεάσατο. Τῷ δὲ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος, ἐπίστευσεν ὡς ἀβλαβῆ φυλάξει τοῦτον τῆς κειμένης ἡ δύναμις. Ὁ δὲ λέων ἤρξατο προσσαίνειν τῷ γέροντι, οὐχὶ 3725 A τοῦτον τοῖς κινήμασι μόνον ἀσπαζόμενος, ἀλλὰ καὶ προθέσει. Ὁ δὲ Ζωσιμᾶς ἔφησε πρὸς τὸν λέοντα· Ἐπειδήπερ, θηρίον, ἡ Μεγάλη ἐπέτρεψε ταφῆναι αὐτῆς τὸ λείψανον, ἐγὼ δὲ γέρων εἰμί, καὶ οὐκ ἰσχύω ποιῆσαι τὸ ὄρυγμα (οὐδὲ γὰρ ἔχω ὀρυκτήριον τῇ χρείᾳ κατάλληλον· καὶ τοσοῦτον πάλιν οὐ δύναμαι ὑποστρέψαι τὸ διάστημα, ὥστε ἀγαγεῖν ὄργανον ἐπιτήδειον), ποίησον οὖν τήν χρείαν τοῖς ὄνυξιν, ὅπως ἀποδῶμεν τῇ γῇ τῆς Ὁσίας τὸ σκήνωμα. Εὐθὺς δὲ ἅμα τῷ ρήματι· τοῖς ἐμπροσθίοις ποσὶν ὄρυγμα ἐποίησεν, ὅσον ἤρκει τῷ σώματι θαπτόμενον.

μ´. Πάλιν τοίνυν τῆς Ὁσίας τοὺς πόδας ἐκπλύνας τοῖς δάκρυσιν ὁ γέρων, καὶ πολλὰ καθικετεύσας νῦν [πλέον] ὑπὲρ πάντων προσεύχεσθαι, ἐκάλυψε τὸ σῶμα τῇ γῇ, παρεστῶτος τοῦ λέοντος, γυμνὸν ὑπάρχον καθὰ καὶ τὸ πρότερον, καὶ μηδὲν ἕτερον ἔχον εἰ μὴ ἐκεῖνο τὸ ἐῤῥηγνυμένον ἱμάτιον, ὅπερ, τοῦ Ζωσιμᾶ ρίψαντος ὀπισθοφανῶς, ἐκάλυψεν ἡ Μαρία τινὰ μέρη τοῦ σώματος. Τότε τοίνυν ἀναχωροῦσιν ἑκάτεροι. Καὶ ὁ μὲν λέων ἐπὶ τὰ ἔνδον τῆς ἐρήμου ὡς B πρόβατον ὑπεχώρησε. Ζωσιμᾶς δὲ ὑπέστρεψεν, εὐλογῶν καὶ αἰνῶν Χριστὸν τὸν Θεὸν ἡμῶν. Ἐλθὼν δὲ αὖθις εἰς τὸ κοινόβιον, ἅπαντα τοῖς μοναχοῖς ἀφηγήσατο, μηδέν τε ἀποκρύψας ὧν τε ἤκουσε καὶ ὧν ἐθεάσατο· ἐξ ἀρχῆς γὰρ αὐτοῖς ἅπαντα κατ᾿ὀλίγον διηγήσατο, ὥστε πάντας ἀκούσαντας τὰ μεγαλεῖα τοῦ Θεοῦ καταπλήττεσθαι, καὶ σὺν φόβῳ καὶ πόθῳ τελεῖν τὸ τῆς Ὁσίας μνημόσυνον. Καὶ Ἰωάννης δὲ ὁ ἡγούμενος εὗρεν ἐν τῇ μονῇ τινας χρῄζοντας διορθώσεως, ὡς μηδὲ ἐν τούτῳ τῆς Ὁσίας τὸν λόγον γενέσθαι ἀργὸν ἢ ἀνόνητον. Ἐτελεύτησε δὲ Ζωσιμᾶς εἰς ἐκεῖνο τὸ μοναστήριον, ἑκατὸν ἐγγὺς ἐτῶν γενόμενος.

μα´. Ἔμειναν δὲ οἱ μοναχοὶ κατὰ διαδοχὴν ἀγράφως ταῦτα διδάσκοντες, καὶ κοινὸν προτιθέντες ὠφελείας ὑπόδειγμα τοῖς ἀκούειν ἐθέλουσιν· ἐγγράφως
δὲ οὐδένα ἤκουσαν ταύτην παραδεδωκέναι μέχρι τῆς σήμερον τὴν διήγησιν. Ἐγὼ δὲ ἅπερ ἀγράφως παρέλαβον, ἐγγράφῳ διηγήσει δεδήλωκα· ἴσως δὲ καὶ ἄλλοι τὸν βίον τῆς Ὁσίας γεγράφασι, καὶ πάντως ἐμοῦ μεγαλοπρεπέστερον, κἂν οὔπω τι τοιοῦτον εἰς ἐμὴν γνῶσιν ἐλήλυθε. Πλὴν κἀγὼ κατὰ δύναμιν ταύτην γέγραφα τὴν διήγησιν, τῆς ἀληθείας μηδὲν προτιμῆσαι θέλων. Ὁ δὲ Θεός, ὁ μεγάλα ἀμειβόμενος τοὺς εἰς αὐτὸν καταφεύγοντας, δῴη τὸν μισθὸν τῆς ὠφελείας τῶν ἐντυγχανόντων τῷ διηγήματι, [καὶ τῷ] τὴν παροῦσαν γραφὴν εἴτουν ἐξήγησιν γραφῇ παραδοθῆναι κελεύσαντι, καὶ τῆς μερίδος αὐτῶν ἀξίωσει στάσεώς τε καὶ τάξεως Μαρίας ταύτης τῆς μακαρίας, περὶ ἧς ἡ διήγησις, μετὰ πάντων τῶν ἀπ᾿αἰῶνος εὐαρεστησάντων αὐτῷ διὰ θεωρίας καὶ πράξεως. Δώσωμεν οὖν καὶ ἡμεῖς δόξαν τῷ Θεῷ, τῷ παμβασιλεῖ τῶν αἰώνων, ὅπως καὶ ἡμᾶς καταξιώσει ἐλέους τυχεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, σὺν τῷ ἀνάρχῳ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.