Θείων Ερώτων Ύμνοι
Ἀρχὴν ποιήσας Χριστὸν καὶ θερμὴν
πίστιν
οὕτως ἀναχώρησον ἀπὸ τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε
καὶ φίλους,
τοῦτο γὰρ ὠφέλιμον τοῖς ἀρχαρίοις.
Γυμνὸς πρόσελθε τῶν ὑλῶν τῷ Ἀΰλῳ,
οὐδὲν μεῖζον εὑρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπὸ σοῦ ἀποῤῥίψας,
πρὸς δυνατὸν γὰρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβὼν
ἀδιστάκτως,
καὶ γὰρ
κήδεται τῶν μικρῶν στρουθίων.
Ζυγὸν βάστασον τὸν ἐλαφρὸν
Κυρίου,
πολλὴ ἡ ἀντίδοσις γὰρ τῶν μελλόντων.
Ἡμᾶς βροτοὺς ἅπαντας
σῴζοντας δῶρον,
καὶ γὰρ
ἠγοράσθημεν αἵματι θείῳ·
θεοὺς δεικνύντα δυνάμει τοῦ
καλοῦντος,
τοῦτο γὰρ ἡ σάρκωσις ἡ τοῦ Δεσπότου,
ἵν᾿ ἔργῳ γνῷς τῶν ἔργων τὰς ἐκβάσεις·
τὸ πάντων θαυμαστότερον τῶν ὁρωμένων!
Καλόν σοι κέρδος ἐκκοπὴ
θελημάτων,
μάρτυρα δεικνύει σε τῇ συνειδήσει.
(56) Λόγους πατρός σου καὶ προστάγματα
πρᾶττε,
ὁδηγοῦσι γὰρ τὴν ὁδὸν ἀπροσκόπως
μέχρι θανάτου· ὕψος γὰρ τοῦτο
μέγα!
Θεὸς φαίνεται διὰ σέ τοῦτο πρᾶξας.
Νόμιζε εἶναι εὐτελέστερος
πάντων,
τοῦτο πρῶτόν σε ποιεῖ τῆς βασιλείας,
ξένος τε πτωχότερος,
ταπεινότερος ἄλλων·
μεγάλα ὄντως, εἰ ταῦτα κατορθώσῃς.
Ὅλος ὑπάρξῃς μιμητὴς τοῦ
Δεσπότου,
τί δὲ ὑπάρχει ἀγαθότερον τούτου;
Πάντα κατορθοῖ τὸ πενθεῖν
καθ᾿ ἑκάστην,
γλυκὺ γὰρ τοῦτο ὑπὲρ βρῶσιν καὶ πόσιν
ῥεόντων καὶ ἑστώτων διδάσκον
γνῶσιν·
ἀφιστᾷ γὰρ πρότερον παντὸς τοῦ κόσμου.
Σιωπὴν ἄσκει, τὴν φυλάττουσαν
ταῦτα,
ῥίζας κόπτει γὰρ ἀνωφελεῖς παντοίας.
Τὴν μνήμην ἔχε πάντοτε τοῦ
θανάτου·
αὕτη γὰρ πρόξενος ταπεινώσεως πέλει·
Ὑφ᾿ ὧν καθαρθεὶς καὶ αὐγασθεὶς
καρδίαν
ὤ, τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι
φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τὸ θεῖον,
βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου·
Χριστὸς δέ ἐστιν ἡ τελεία
ἀγάπη,
ὁ ἔχων αὐτὴν θέσει Θεὸς ὑπάρχει,
ψυχὰς φωτίζων τὰς αὐτὸν
ἐκζητούσας·
αὗται μόναι ζήσονται, μηδεὶς πλανάσθω!
Ὦ θεοποιὸς ἀγάπη, Θεὸς οὖσα!
Ἔκπληξις τοῦτο καὶ δυσεύρετον πρᾶγμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου