ΕΥΧΗ ΜΥΣΤΙΚΗ
Τοῦ
ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό
Ἅγιον ὁ αὐτό προορῶν. (33)
Ἐλθέ, τὸ φῶς τὸ ἀληθινόν, ἐλθέ, ἡ αἰώνιος ζωή, ἐλθέ, τὸ ἀποκεκρυμμένον
μυστήριον, ἐλθέ, ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ, τὸ ἀνεκφώνητον πρᾶγμα, ἐλθέ, τὸ
ἀκατανόητον πρόσωπον, ἐλθέ, ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ, τὸ ἀνέσπερον φῶς, ἐλθέ,
πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ, τῶν κειμένων ἡ ἔγερσις,
ἐλθέ, τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ, ὁ δυνατός, ὁ πάντα ἀεὶ ποιῶν καὶ μεταποιῶν
καὶ ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι! Ἐλθέ, ὁ ἀόρατος καὶ ἀναφὴς πάντῃ ἀψηλάφητος,
ἐλθέ, ὁ ἀεὶ μένων ἀμετακίνητος καὶ καθ᾿ ὥραν ὅλος μετακινούμενος καὶ ἐρχόμενος
πρὸς ἡμᾶς, τοὺς ἐν τῷ ᾅδῃ κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθέ, τὸ περιπόθητον
ὄνομα καὶ θρυλούμενον, λαληθῆναι δὲ παρ᾿ ἡμῶν, ὅπερ εἶ, ἢ γνωσθῆναι, ὁποῖος ἢ
ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον. Ἐλθέ, ἡ αἰώνιος χαρά, ἐλθέ, τὸ στέφος τὸ
ἀμαράντινον, ἐλθέ, ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καὶ βασιλέως ἡμῶν, ἐλθέ, ἡ ζώνη ἡ
κρυσταλλοειδὴς καὶ διάλιθος, ἐλθέ, τὸ ὑπόδημα τὸ ἀπρόσιτον, ἐλθέ, ἡ βασίλειος ἁλουργὶς καὶ αὐτοκρατορικὴ ὄντως
δεξιά! Ἐλθέ, ὃν ἐπόθησε καὶ ποθεῖ ἡ ταλαίπωρός μου ψυχή, ἐλθέ, ὁ μόνος πρὸς
μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς! Ἐλθέ, ὁ χωρίσας ἐκ πάντων καὶ ποιήσας με μόνον ἐπὶ τῆς γῆς, ἐλθέ,
ὁ γενόμενος πόθος αὐτὸς ἐν ἐμοὶ καὶ ποθεῖν σε ποιήσας με, τὸν ἀπρόσιτον
παντελῶς! Ἐλθέ, ἡ πνοή μου καὶ ἡ ζωή, ἐλθέ, ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς,
ἐλθέ, ἡ χαρὰ καὶ ἡ δόξα καὶ ἡ διηνεκής μου τρυφή!
Εὐχαριστῶ
σοι, ὅτι ἓν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ· ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ὁ ἐπὶ
πάντων Θεός, καὶ αὐτός μοι τὰ πάντα ἐν πᾶσι γεγένησαι, τροφὴ ἀνεκλάλητος καὶ
εἰς ἅπαν ἀδάπανος, ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καὶ
ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου, ἔνδυμα ἀπαστράπτον καὶ καταφλέγον τοὺς
δαίμονας, κάθαρσις διὰ ἀφθάρτων καὶ ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σὴ
παρουσία, πρὸς οὓς παραγίνῃ χαρίζεται. Εὐχαριστῶ σοι, τὸ φῶς ἀνέσπερόν μοι
γεγένησαι καὶ ἥλιος ἄδυτος, ποῦ κρυβῆναι μὴ ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τὰ
σύμπαντα. Οὐδέποτε γὰρ ἀπεκρύβης ἀπό τινος, ἀλλ᾿ ἡμεῖς ἀεὶ κρυπτόμεθα ἀπὸ σοῦ,
ἐλθεῖν πρὸς σέ μὴ βουλόμενοι. Ποῦ γὰρ καὶ κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς
καταπαύσεως; Ἢ διὰ τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά, μήτε τινὰ αὐτῶν
ἐντρεπόμενος; Νῦν οὖν ἐνσκήνωσον, Δέσποτα, ἐν ἐμοὶ καὶ κατοίκησον καὶ μεῖνον
ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοὶ τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγὼ εὑρεθῶ
ἐν τῇ ἐξόδῳ μου καὶ μετὰ τὴν ἔξοδον ἐν σοί, ἀγαθέ, καὶ συμβασιλεύσω σοι, τῷ ἐπὶ
πάντων Θεῷ! Μεῖνον, Δέσποτα, καὶ μὴ
ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου, οἱ ζητοῦντες ἀεὶ τοῦ καταπιεῖν τὴν
ψυχήν μου καὶ εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς καὶ μὴ
ἰσχύσωσι κατ᾿ ἐμοῦ, βλέποντές σε, τὸν ἰσχυρότερον πάντων, ἔνδοθεν καθήμενον ἐν
τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς. Ναί, Δέσποτα, ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ
κόσμῳ ἐτύγχανον καὶ ἀγνοοῦντός μου αὐτὸς ἐξελέξω με καὶ ἀπὸ τοῦ κόσμου ἐχώρισας
καὶ πρὸ προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καὶ νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεὶ
καὶ ἀμετακίνητον ἐν τῇ ἐμοὶ οἰκήσει σου διαφύλαξον, ἵνα μὴ βλέπων σε διηνεκῶς ὁ
νεκρὸς ἐγὼ ζῶ, καὶ ἔχων σε ὁ πένης ἀεὶ πλουτῶ, καὶ βασιλέων πάντων ἔσομαι
πλουσιώτερος, καὶ ἐσθίων καὶ πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ
καὶ ἔσομαι ἐντρυφῶν ἀγαθοῖς, ὅτι σὺ ὑπάρχεις πᾶν ἀγαθὸν καὶ πᾶσα δόξα καὶ πᾶσα
τρυφὴ καὶ σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καὶ Ὁμοουσίῳ καὶ Ζωοποιῷ Τριάδι, τῇ ἐν
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι σεβομένῃ τε καὶ γνωριζομένῃ καὶ προσκυνουμένῃ
καὶ λατρευομένῃ ὑπὸ πάντων νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου