Συμπόσιον των Δέκα Παρθένων ή Περί αγνείας
Ταῦτα
οὖν εἰποῦσαν ἔφη κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετήν ἡ Θεοπάτρα, καὶ στάσας ὑπὸ
τὴν ἅγνον εὐχαριστήριον πρεπόντως ὕμνον ἀναπέμψαι τῷ Κυρίῳ, ἐξάρχειν δὲ τὴν
Θέκλαν καὶ προϋφηγεῖσθαι. Ὡς οὖν ἀνέστησαν, τὴν Θέκλαν μέσην μὲν τῶν παρθένων
ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν κοσμίως ψάλλειν, τὰς δὲ λοιπὰς ἐν κύκλῳ
καθάπερ ἐν χοροῦ σχήματι συστάσας ὑπακούειν αὐτῇ.
Ὑπακοή.
Ἁγνεύω σοι καί λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ἄνωθεν,
παρθένοι, βοῆς
ἐγερσίνεκρος
ἦχος ἦλθε Νυμφίῳ λέγων
πασσυδὶ
ὑπαντάνειν λευκαῖσιν ἐν στολαῖς
καὶ
λαμπάσι πρὸς ἀνατολάς· ἔγρεσθε πρὶν φθάσῃ
μολεῖν
εἴσω θυρῶν Ἄναξ.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Βροτῶν πολυστένακτον
ὄλβον ἐκφυγοῦσα καὶ
βίου
τρυφῆς ἁδονάς τ᾿ ἔρωτα, σαῖς ὑπ᾿ ἀγκάλαις
ζωηφόροις
ποθῶ σκέπεσθαι καὶ βλέπειν τὸ σὸν
κάλλος
διηνεκῶς, Μάκαρ.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Γάμων λιποῦσα
θνητὰ λέκτρα καὶ δόμον,
Ἄναξ,
διὰ σὲ πολύχρυσον, ἦλθον ἀσπίλοις
ἐν
εἵμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων
θαλάμων
εἴσω σύν σοι μολεῖν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Δόλους
δράκοντος ἐκφυγοῦσα μύριους,
Μάκαρ,
θελκτηρίους· ἔτλην δὲ καὶ πυρὸς φλόγα
καὶ
θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους,
σὲ
προσμένουσ᾿ ἀπ᾿ οὐρανῶν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ἐλαθόμην
πάτρας, ποθοῦσα σὴν χάριν, Λόγε,
ἐλαθόμην
τε παρθένων ὁμηλίκων χορούς,
μητρός
τε καὶ γένους φρύαγμα· πάντα γὰρ σύ μοι
αὐτὸς
σύ, Χριστέ, τυγχάνεις.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ζωῆς χοραγός, Χριστέ,
χαῖρε φῶς ἀνέσπερον,
ταύτην
δέδεξο τὴν βοήν· χορός σε παρθένων
προσεννέπει,
τέλειον ἄνθος, ἀγάπη, χαρά,
φρόνησις,
σοφία, Λόγε.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ἠνοιγμέναις
θύραις, ἄνασσα
φαιδρόκοσμε,
δέδεξο θαλάμων εἴσω χ᾿ ἡμᾶς,
ἀχραντόσωμε,
καλλίνικε Νύμφα, καλλίπνου·
ὁμόστολοι
παρήμεθα Χριστῷ, πανόλβιον
μέλπουσαι
σὸν γάμον, θάλος.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Θρηνοῦσι νῦν
βαρύστονοι κόραι πυλῶν πικρῶς
νυμφῶνος
ἔξω καὶ βοῶσι γοερῶς, ὅτι
τὸ
λαμπάδων ἀποσβέσασαι φῶς οὐκ ἔφθασαν
χαρᾶς
ταμεῖον εἰσιδεῖν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ἱερᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι
πρὸς βίου πόρους
κτήσασθ᾿
ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον·
νεκρὰς
δέ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας
στένουσιν
ἔνδον ἐκ φρενῶν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Κρατῆρες ἁδυπληθέες πρόκεινται νέκταρος·
πίνωμεν·
οὐράνιόν ἐστι πόμα, παρθένοι,
ὁ
Νυμφίος ὅπερ τέθεικε τοῖς μετ᾿ ἀξίας
εἰς
τὸν γάμον κεκλημένοις.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Λαμπρῶς σου θάνατον
Ἄβελ προεκτυπῶν, Μάκαρ,
ἔλεξεν
αἱματοσταγὴς βλέπων εἰς οὐρανόν.
Ἀνηλεῶς
με συγγόνου τετρωμένον χειρὶ
δέξαι,
λιτάζομαι, Λόγε.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Μέγιστον ἆθλον ἁγνείας,
ὁ
καρτερός σου παῖς, Λόγε, Ἰωσὴφ ἀνείλετο·
γυνὴ
γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως
εἷλκε
φλογωμένη πόθοις, ὁ δ᾿ οὐδὲν ἐντραπεὶς
ἔφευγε
γυμνὸς ἐκβοῶν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Νεοσφαγῆ
ὁ
Ἰεφθάε κόρην ἀνῆγε θυσίαν Θεῷ,
ἄπειρον
ἀνδρός, ἀμφὶ βωμὸν ἀμνάδος δίκην.
Ἡ
δ᾿ εὐγενῶς σου τὸν τύπον τῆς σαρκός, ὦ Μάκαρ,
τελοῦσ᾿
ἔκραζε καρτερῶς.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ξένων
στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις
Ἰουδὴθ
δόλοις καρατόμησασα, κάλλεος τύποις
θέλξασα
τοῦτον, οὐδὲ χράναντα σώματος μέλη,
νικαφόροις
δ᾿ ἔφη βοαῖς.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ὁρῶντες εἶδος,
εὐπρεπὲς ὑφῆς δύο κριταί,
Σουσάννας
ἐμμανεῖς ἔρωτι λέξαν· ὦ γύναι,
κρυπτῶν
γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα.
ἡ
δ᾿ ἐντρόμοις ἔφη βοαῖς·
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Πολλῷ με κατθανεῖν
ἄμεινόν ἐστιν ἢ λέχη
προδοῦσαν,
ὦ γυναιμανεῖς, ὑμῖν αἰωνίαν
δίκην
ὑπ᾿ ἐμπύροις Θεοῦ τιμωρίαις παθεῖν.
Σῶσόν
με, Χριστέ, τῶνδε νῦν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ῥοαῖς καθαρσίοις
λούων πλήθη βροτῶν ὁ σὸς
πρόδρομος
ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν
ἤχθη δι᾿ ἁγνείαν, λύθρῳ δὲ φοινίῳ κόνιν
δεύων
ἔκραζέ σοι, Μάκαρ·
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Σοῦ καὶ
ζωητόκος χάρις ἄθικτος, ἄτεγκτος, ἀσπίλους
τὰς
σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύι,
μορφὴν
ὑπέσχεν ὡς προδοῦσα λέκτρα παρθένος·
ἔλεξε
δ᾿ ἔγκυος, Μάκαρ·
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Τὴν σήν, Μάκαρ,
γαμήλιον ποθοῦντες ἁμέραν
ἰδεῖν,
ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων Ἄναξ
κέκληκας,
ἥκασι μέγιστα δῶρα σοι, Λόγε,
φέροντες
ἀσπίλοις στολαῖς.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ὕμνοις, μάκαιρα
νεόνυμφε, θαλαμηπόλοι
αἱ
σαὶ γεραίρομέν σε νῦν, ἄθικτε παρθένε,
Ἐκκλησία
χιονόσωμε, κυανοβόστρυχε,
σῶφρον,
ἄμωμ᾿, ἐρασμία.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Φθορὰ πέφευγε καὶ
νόσων πόνοι δακρυσταγεῖς,
θάνατος
ᾑρέθη, ὄλωλε ,πᾶσα ἀφροσύνη,
λύπη
τέθνηκε τηξίφρων, ἔλαμψε δ᾿ ἡ Θεοῦ
χαρὰ βροτοῖς ἄφνω πάλιν.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Χῆρος βροτῶν
παράδεισός ἐστιν οὐκέτι·
πάλιν
γὰρ αὐτὸν ἐκ θείας ὥσπερ τὸ πρὶν ταγῆς
οἰκεῖ
τέχναις ὁ ποικίλαις δράκοντος ἐκπεσών,
ἄφθαρτος,
ἄφοβος, Μάκαρ.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ψάλλων τὸ καινὸν
ᾆσμα νῦν χορός σε παρθένων
καθιστάνει
πρὸς οὐρανούς, ἄνασσ᾿ ὅλως σοφὴ,
ἐστεμμένος
λευκοῖς κρίνων κάλυξι καὶ φλόγας
χερσὶ
σελασφόρους φέρων.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Ψαλμός.
Ὦ τὰς ἀχράντους
οὐρανοῦ, Μάκαρ, ναίων ἕδρας,
ἄναρχε,
πάντα συγκροτῶν αἰωνίῳ κράτει,
δέξαι
σὺν παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς
πύλαις,
Πάτερ, καὶ ἡμέας.
Ὑπακοή.
Ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
Μεθοδίου Πατάρων. Συμπόσιον. PG 18.