Πέμπτη 12 Νοεμβρίου 2015

Χριστούγεννα



In diem natalem
Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον
μὲν ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν
ἀπὸ τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.

 αʹ. Ἃ πάλαι πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ, ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ᾿ αὐτὸν τὸν Σωτῆρα ἡμῶν σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν.
Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.
Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου· καὶ διηνεκῶς ηὐχόμην οὕτως ἡμῖν πληρωθῆναι τὸ θέατρον, ὥσπερ ἔστι νῦν ὁρᾷν πεπληρωμένον. Τοῦτο τοίνυν ἐξέβη καὶ τέλος ἔλαβε. Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡ ἡμέρα γεγένηται· ἀλλ᾿ ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον. Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν (καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εἰς τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει τῶν συνδραμόντων. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς τοσαύτης σπουδῆς παρὰ τοῦ σήμερον τεχθέντος κατὰ σάρκα προσδοκήσατε Χριστοῦ· ἐκεῖνος ὑμᾶς ἀμείψεται πάντως τῆς προθυμίας ταύτης· ἡ γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον.
Εἰ δὲ χρή τινα καὶ παρ᾿ ἡμῶν τῶν συνδούλων εἰσενεχθῆναι, καὶ ἡμεῖς τὰ κατὰ δύναμιν εἰσοίσομεν· μᾶλλον δὲ, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις δῷ λεχθῆναι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τί οὖν ἐπιθυμεῖτε ἀκοῦσαι σήμερον; τί δὲ ἄλλο, ἢ περὶ τῆς ἡμέρας ταύτης; Εὖ γὰρ οἶδα, ὅτι πολλοὶ ἔτι καὶ νῦν πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν ἐγκαλοῦντες, οἱ δὲ ἀπολογούμενοι· καὶ πολὺς περὶ τῆς ἡμέρας ταύτης πανταχοῦ γίνεται λόγος, τῶν μὲν αἰτιωμένων, ὅτι νέα τίς ἐστι καὶ πρόσφατος, καὶ νῦν εἰσενήνεκται, τῶν δὲ ἀπολογουμένων, ὅτι παλαιὰ καὶ ἀρχαία ἐστὶ, τῶν προφητῶν ἤδη προειπόντων περὶ τῆς γεννήσεως αὐτοῦ, καὶ ἄνωθεν τοῖς ἀπὸ Θρᾴκης μέχρι Γαδείρων οἰκοῦσι κατάδηλος καὶ ἐπίσημος γέγονε. Φέρε οὖν, τὸν περὶ τούτων κινήσωμεν λόγον. Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ᾿ ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν ἐργαζομένης ὑμῖν. Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι᾿ ὧν εἰσόμεθα πάντως, ὅτι οὗτός ἐστιν ὁ καιρὸς, καθ᾿ ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς Λόγος ἐτέχθη.

Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν ἑορτήν· καὶ ὅπερ ὁ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν, ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ καθ᾿ ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων, ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ᾿ οὐδὲν ἔβλαπτεν ἡ τῶν διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης, καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ἰσχύν.
βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα, ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ᾿ ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν.
Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ ὁ εὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ᾿ ὥστε καὶ τὴν ἡμέραν ἡμῖν δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ οἴκοθεν, οὐδὲ παρ᾿ ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν, οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων ἕν. Ποῖον δὴ τοῦτο; Ἡ Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, ἡ δὲ Ναζαρὲθ πόλις τῆς Γαλιλαίας. Πάλιν ἡ Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη, ἡ δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες, οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ᾿ ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ γέγραπται· Καὶ σύ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν. Διὰ τοῦτο καὶ τοῦ Ναθαναὴλ εἰπόντος πρὸς τὸν Φίλιππον, ἐπειδὴ ἐκεῖνος ἔλεγεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ εὑρήκαμεν, Ἐκ Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; ὁ Χριστὸς περὶ αὐτοῦ φησιν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ τίνος, φησὶν, ἕνεκεν αὐτὸν ἐπῄνεσεν; Ἐπειδὴ οὐ συνηρπάγη τῇ ἀπαγγελίᾳ τοῦ Φιλίππου, ἀλλ᾿ ᾔδει σαφῶς καὶ ἀκριβῶς, ὅτι οὐκ ἐν Ναζαρὲθ, οὔτε ἐν τῇ Γαλιλαίᾳ ἔδει τὸν Χριστὸν τεχθῆναι, ἀλλ᾿ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Βηθλεέμ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπεὶ οὖν ὁ μὲν Φίλιππος τοῦτο ἠγνόησεν, ὁ δὲ Ναθαναήλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει ὁ Χριστός· διὰ τοῦτο καὶ ὁ Χριστὸς, Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησίν, ἐν ᾧ δόλος οὐκ ἔστι. Διὰ τοῦτο καί τινες τῶν Ἰουδαίων ἔλεγον πρὸς τὸν Νικόδημον· Ἐρεύνησον, καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ πάλιν ἀλλαχοῦ· Οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται. Καὶ κοινὴ πάντων ψῆφος ἦν, ὅτι πάντως ἐκεῖθεν αὐτὸν δεῖ παραγενέσθαι, οὐκ ἀπὸ τῆς Γαλιλαίας.
Ἐπεὶ οὖν ὁ Ἰωσὴφ καὶ ἡ Μαρία τῆς Βηθλεὲμ ὄντες πολῖται, ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον (οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχήν, διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι· ἐξῆλθε τὸ δόγμα, καὶ ἄκοντας αὐτοὺς συνωθοῦν εἰς τὴν πόλιν ἐκείνην, τοῦ Θεοῦ οὕτως οἰκονομοῦντος. Ὁ γὰρ νόμος ὁ κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ, ὥστε ἀπογράφεσθαι. Τοῦτο γοῦν αὐτὸ αἰνιττόμενος καὶ ὁ εὐαγγελιστὴς, ἔλεγεν· Ἀνέβη δὲ καὶ ὁ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.
γʹ. Εἶδες, ἀγαπητὲ, οἰκονομίαν Θεοῦ, καὶ διὰ τῶν ἀπίστων καὶ τῶν πιστῶν τὰ καθ᾿ ἑαυτὸν οἰκονομοῦντος, ἵνα μάθωσιν οἱ ἀλλότριοι τῆς εὐσεβείας τὴν ἰσχὺν καὶ τὴν δύναμιν αὐτοῦ. Καὶ ὁ μὲν ἀστὴρ τοὺς μάγους ἤγαγεν ἀπὸ τῆς ἀνατολῆς, ὁ δὲ νόμος τὴν Μαριὰμ εἷλκεν ἐπὶ τὴν πατρίδα τὴν ὑπὸ τῶν προφητῶν εἰρημένην. Ἐντεῦθεν ἡμῖν δῆλόν ἐστιν, ὅτι καὶ ἡ Παρθένος ἐκ γένους ἐστὶ Δαυϊδικοῦ· ἐπειδὴ γὰρ ἐκ τῆς Βηθλεὲμ ἦν, εὔδηλον ὅτι καὶ ἐκ τοῦ οἴκου καὶ τῆς πατριᾶς ἦν τοῦ Δαυΐδ. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν ὁ εὐαγγελιστής, ἐν οἷς ἔλεγεν· Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας σὺν Μαριάμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ.
Ἐπειδὴ γὰρ ὁ μὲν Ἰωσὴφ ἐγενεαλογήθη, τοὺς δὲ ταύτης προγόνους οὐδεὶς ἡμῖν ἠρίθμησεν οὕτως, ὡς τοὺς ἐκείνου· ἵνα μὴ ἀμφιβάλλῃς καὶ λέγῃς, Πόθεν οὖν δῆλον, ὅτι ἐκ τοῦ Δαυΐδ ἐστι καὶ αὐτή; ἄκουσον· Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυΐδ. Τὸ, ἐξ οἴκου Δαυῒδ, περὶ τῆς Παρθένου ὑποληπτέον εἰρῆσθαι· ὅπερ οὖν καὶ ἐνταῦθα δεδήλωται. Διὰ τοῦτο καὶ τὸ πρόσταγμα καὶ ὁ νόμος οὗτος ἐφοίτα, ἀνάγων ἐπὶ τὴν Βηθλεὲμ αὐτούς· ὁμοῦ τε γὰρ τῆς πόλεως ἐπέβησαν, καὶ Ἰησοῦς εὐθέως ἐτίκτετο. Διὸ καὶ ἐν φάτνῃ κατεκλίνετο, πολλῶν πανταχόθεν τότε συντρεχόντων, καὶ τοὺς τόπους προκαταλαμβανόντων, καὶ πολλὴν ποιούντων τὴν στενοχωρίαν· ὅθεν ἐκεῖ αὐτὸν καὶ οἱ μάγοι προσεκύνησαν.
Ἵνα δὲ σαφεστέραν καὶ γνωριμωτέραν ὑμῖν ἀπόδειξιν παράσχωμαι, διανάστητέ μοι, παρακαλῶ, νῦν· καὶ γὰρ μακρὰν ἱστορίαν ἀνακινῆσαι βούλομαι, καὶ παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον σαφέστερον. Νόμος ἦν παλαιὸς τοῖς Ἰουδαίοις· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζοντας, ἐκέλευσεν αὐτοῖς οἰκοδομηθῆναι ναόν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς ἀποκρύπτοντα. Καὶ καθάπερ πατὴρ φιλόστοργος διὰ πολλοῦ χρόνου τὸν υἱὸν τὸν ἑαυτοῦ μιαροῖς ἀνθρώποις καὶ φθορεῦσι καὶ ἀσώτοις συναναστραφέντα καὶ πολλῆς

ἀπολαύσαντα τρυφῆς λαβὼν, μετὰ ἀσφαλείας καὶ σεμνότητος ἐπὶ πλείονι καθίστησιν αὐτὸν ἀφθονίᾳ, ὥστε μήτε στενοχωρηθέντα τῶν προτέρων μνήμην λαβεῖν, μήτε εἰς ἐπιθυμίαν ἐκείνων ἐλθεῖν· οὕτω καὶ ὁ Θεὸς βλέπων τοὺς Ἰουδαίους περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ ἐν τούτοις πολλὴν ποιεῖται τὴν ὑπερβολὴν, ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν τῶν Αἰγυπτίων ἢ τῶν παρ᾿ Αἰγυπτίοις ἐλθεῖν. Καὶ ποιεῖται τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ νοητοῦ.
Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι. Καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον ἄβατον καὶ ἀθέατον πᾶσι, πλὴν τοῦ ἀρχιερέως μόνου. Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ᾿ ἐν τύπῳ τοῦ κόσμου παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων εἰς τὸν οὐρανὸν ἀναβάντος· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν· δεικνὺς ὅτι τὰ ἐνταῦθα ἀντίτυπα ἦν τῶν ἀληθινῶν. Ὅτι δὲ καὶ τὸ καταπέτασμα διεῖργε τὰ Ἅγια τῶν ἁγίων ἀπὸ τῶν ἁγίων τῶν ἔξω, καθάπερ οὗτος ὁ οὐρανὸς τὰ ὑπὲρ αὐτὸν ἀποτειχίζει τούτων τῶν καθ᾿ ἡμᾶς ἁπάντων, ἄκουσον πῶς καὶ τοῦτο ᾐνίξατο, τὸν οὐρανὸν καταπέτασμα καλέσας. Περὶ γὰρ τῆς ἐλπίδος λέγων, ὅτι ὡς ἄγκυραν αὐτὴν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, ἐπήγαγε· Καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, ὑπὲρ τὸν οὐρανὸν ἄνω. Ὁρᾷς πῶς καταπέτασμα τὸν οὐρανὸν ἐκάλεσεν; Ἔξω μὲν οὖν τοῦ καταπετάσματος ἦν ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ βωμὸς χαλκοῦς, τὰς θυσίας δεχόμενος καὶ τὰ ὁλοκαυτώματα· ἔσω δὲ τοῦ καταπετάσματος ἡ κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν, οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου. Καὶ τὰ μὲν ἔξω πατεῖν πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ. Καὶ τούτων δὲ αὐτῶν μαρτυρίαν παρέξομαι πάλιν, τοῦ Παύλου οὕτω πως λέγοντος· Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Ἅγιον δὲ κοσμικὸν καλεῖ τὴν ἔξω σκηνὴν, ἐπειδὴ τῷ κόσμῳ παντὶ εἰσιέναι θέμις ἦν· Ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ὅτι καὶ μόνος εἰσέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;
δʹ. Τί οὖν ταῦτα, φησὶ, πρὸς τὴν προκειμένην ἡμέραν; Ἀναμείνατε μικρὸν, καὶ μὴ θορυβεῖσθε. Ἄνωθεν γὰρ τὴν πηγὴν διορύττομεν, καὶ ἐπ᾿ αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ᾿ εὐκολίας ὑμῖν ἅπαντα γενέσθαι δῆλα· μᾶλλον δὲ, ἵνα μὴ μέχρι πολλοῦ ὁ λόγος συνεσκιασμένος ᾖ, μηδὲ ἀσαφέστερος ὢν ἀπαγορεύειν ὑμᾶς ποιήσῃ πρὸς τὸ μῆκος τῶν λεγομένων, ἤδη τὴν αἰτίαν ὑμῖν ἐρῶ, δι᾿ ἣν ταῦτα πάντα ἀνεκίνησα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἓξ μῆνας ἐν γαστρὶ ἐχούσης τῆς Ἐλισάβετ τὸν Ἰωάννην, ἡ Μαρία ἤρξατο συλλαμβάνειν. Ἂν τοίνυν μάθωμεν ποῖος ἐκεῖνος ὁ μὴν ὁ ἕκτος ἦν, εἰσόμεθα καὶ πότε ἤρξατο συλλαμβάνειν ἡ Μαρία· εἶτα μαθόντες, πότε ἤρξατο συλλαμβάνειν, εἰσόμεθα καὶ πότε ἔτεκεν, ἐννέα μῆνας ἀριθμήσαντες ἐκ τῆς συλλήψεως. Πόθεν οὖν εἰσόμεθα, ποῖος ἦν ὁ ἕκτος μὴν τῆς κυήσεως τῆς

Ἐλισάβετ; Ἂν μάθωμεν ποῖος ἦν ὁ μὴν, καθ᾿ ὃν ἤρξατο συλλαμβάνειν. Πόθεν δὲ εἰσόμεθα ποῖος ἦν ὁ μὴν, καθ᾿ ὃν συνέλαβεν; Ἂν μάθωμεν κατὰ ποῖον καιρὸν εὐηγγελίσθη Ζαχαρίας ὁ ταύτης ἀνήρ. Αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν ἔσται γνώριμον; Ἀπὸ τῶν θείων Γραφῶν· καθὼς τὸ ἅγιον Εὐαγγέλιον λέγει, ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων ἔνδον ὄντα τὸν Ζαχαρίαν ὁ ἄγγελος εὐηγγελίσατο, καὶ εἶπεν αὐτῷ περὶ τοῦ τοκετοῦ Ἰωάννου. Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ᾿ ὃν εὐηγγελίσθη· τούτου δὲ γενομένου δήλου, καὶ ἡ ἀρχὴ τῆς συλλήψεως ἔσται τοῖς πᾶσι γνώριμος. Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε, καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον τὸ ἐσώτερον τοῦ καταπετάσματος εἰς τὸ πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Καὶ πάλιν· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ ἅγια, ἕως ἂν ἐξέλθῃ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάσης τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραήλ· καὶ ἐξιλάσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἔναντι Κυρίου. Ὅτι μὲν οὖν οὐ διὰ παντὸς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, οὔτε ἔνδον ὄντος αὐτοῦ ἅψασθαι θέμις ἦν τινα, ἀλλ᾿ ἔξω παρὰ τὸ καταπέτασμα ἑστάναι, δῆλον ἀπὸ τούτων. Ἀλλὰ κατέχετε δὴ ταῦτα μετὰ ἀκριβείας. Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ καιρὸς, καθ᾿ ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος τοῦτο ἔπραττε. Πόθεν οὖν τοῦτο δῆλον; Ἀπ᾿ αὐτοῦ τοῦ βιβλίου τούτου. Οὕτω γάρ πώς φησιν· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ, ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμῖν. Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· ἐναντίον Κυρίου καθαρισθήσεσθε. Σάββατα σαββάτων, ἀνάπαυσις αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν. Καὶ ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ πάσης τῆς συναγωγῆς ἐξιλάσεται. Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον, ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Ἅπαξ τοῦ ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ. Περὶ τῆς Σκηνοπηγίας ἐνταῦθα διαλέγεται. Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει· ὅπερ οὖν καὶ αὐτὸς ἐδήλωσεν, εἰπών, ὅτι Ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιηθήσεται.
εʹ. Εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς Σκηνοπηγίας εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς μόνος, φέρε λοιπὸν ἀποδείξωμεν, ὅτι τότε ὤφθη ὁ ἄγγελος τῷ Ζαχαρίᾳ, ἡνίκα εἰς τὰ Ἅγια τῶν ἁγίων ἦν· μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι· μόνος δὲ ὁ ἀρχιερεὺς οὐδέποτε εἰσέρχεται, ἀλλ᾿ ἢ τότε μόνον. Οὐδὲν δὲ κωλύει καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων· Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἐγένετο δὲ, ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω, τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἀναμνήσθητί μοι, ἀγαπητέ, τῆς μαρτυρίας ἐκείνης, τῆς λεγούσης· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ Ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Οὐκ εἶπε, τοῦ θυσιαστηρίου τῶν θυσιῶν, ἀλλά, τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Τὸ γὰρ θυσιαστήριον τὸ ἔξω θυσιῶν ἦν καὶ ὁλοκαυτωμάτων, τὸ δὲ ἔσω θυμιάματος. Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν· Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν. Ἐξελθὼν δὲ διένευεν αὐτοῖς, καὶ οὐκ ἠδύνατο λαλῆσαι. Ὁρᾷς ὅτι ἐσωτέρω τοῦ καταπετάσματος ἦν; Τότε τοίνυν εὐηγγελίσθη. Ὁ δὲ καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκηνοπηγίας ἦν καὶ τῆς νηστείας· τοῦτο γάρ ἐστι τὸ, Ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. Τελεῖται δὲ ἡ ἑορτὴ αὕτη τοῖς Ἰουδαίοις περὶ τὰ ἔσχατα τοῦ Γορπιαίου μηνὸς, καθὼς καὶ ὑμεῖς μαρτυρεῖτε· τότε γὰρ τοὺς πολλοὺς καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας κατηγοροῦντες. Τότε τοίνυν καὶ ἡ Ἐλισάβετ συνέλαβεν, ἡ γυνὴ Ζαχαρίου· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Εὔκαιρον οὖν δεῖξαι λοιπόν, ὅτι τὸν ἕκτον μῆνα ταύτης ἐχούσης ἐν τῇ κυήσει τοῦ Ἰωάννου, ἡ Μαρία λαμβάνει τῆς συλλήψεως τὰ εὐαγγέλια. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὴν Γαβριήλ, καὶ ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· θορυβουμένης δὲ ἐκείνης, καὶ τὸν τρόπον ἐπιζητούσης μαθεῖν, ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σἐ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρα· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἰ τοίνυν μετὰ τὸν Γορπιαῖον μῆνα ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται, ἀριθμῆσαι ἐξ ἐκείνου δεῖ τοὺς μεταξὺ μῆνας ἕξ. Εἰσὶ τοίνυν οὗτοι οἱ μῆνες, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος, Αὐδοναῖος, Περίτιος, Δύστρος. Μετὰ τοῦτον οὖν τὸν ἕκτον μῆνα ἀρχὴν ἡ Μαρία τῆς συλλήψεως ἔλαβεν· ὅθεν καὶ ἐννέα μῆνας ἀριθμοῦντες, εἰς τὸν παρόντα τοῦτον ἀπαντησόμεθα μῆνα. Ἔστιν οὖν ὁ πρῶτος μὴν τῆς συλλήψεως τοῦ Δεσπότου Ἀπρίλλιος, ὅς ἐστι Ξανθικός· μεθ᾿ ὃν Ἀρτεμίσιος, Δέσιος, Πάνεμος, Λώϊος, Γορπιαῖος, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος, καὶ οὗτος ὁ μὴν ὁ ἐνεστώς, καθ᾿ ὃν τὴν ἡμέραν ἐπιτελοῦμεν. Ἵνα δὲ καὶ σαφέστερον ὑμῖν πάλιν γένηται τὸ λεγόμενον, ἐν συντόμῳ τὰ αὐτὰ πάλιν ἀναλαβών, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην· Ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων. Πότε δὲ τοῦτο ἐγίνετο; Ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ. Τότε οὖν εἰσῆλθεν ὁ Ζαχαρίας εἰς τὰ Ἅγια τῶν ἁγίων· τότε καὶ εὐηγγελίσθη περὶ τοῦ Ἰωάννου. Ἀνεχώρησεν οὖν ἐκεῖθεν, καὶ ἤρξατο συλλαμβάνειν ἡ γυνὴ αὐτοῦ. Μετὰ δὲ τὸν Γορπιαῖον, ἕκτον μῆνα ἐχούσης τῆς Ἐλισάβετ, ὅσπερ ἐστὶν ὁ Δύστρος, ἤρξατο συλλαμβάνειν λοιπὸν ἡ Μαρία. Ἀπὸ Ξανθικοῦ τοίνυν ἐννέα ἀριθμοῦντες μῆνας, εἰς τὸν παρόντα ἥξομεν μῆνα, καθ᾿ ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη.
Ϛʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα ὑμῖν δῆλα ἐποιήσαμεν· ἓν δὲ λοιπὸν εἰπὼν, καταπαύσω τὸν λόγον, τῷ κοινῷ διδασκάλῳ τῶν μειζόνων παραχωρήσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀκούοντες, ὅτι Θεὸς ἐτέχθη ἐν σαρκὶ, καταγελῶσι διασύροντες, καὶ πολλοὺς τῶν ἀφελεστέρων θορυβοῦσι καὶ ταράττουσιν· ἀναγκαῖον καὶ πρὸς ἐκείνους, καὶ πρὸς τοὺς ταραττομένους εἰπεῖν, ὥστε μὴ θορυβεῖσθαί ποτε, ὑπὸ ἀφρόνων ἀνθρώπων ἀναπειθομένους, μήτε ταράττεσθαι ἐκ τοῦ τῶν ἀπίστων γέλωτος. Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ πολλάκις γελᾷ, σπουδαιολογουμένων ἡμῶν καὶ περὶ τῶν ἀναγκαίων ἀσχολουμένων· ἀλλ᾿ οὐ τῆς τῶν γελωμένων πραγμάτων εὐτελείας, ἀλλὰ τῆς τῶν γελώντων ἀνοίας τεκμήριον ὁ γέλως ἐστίν. Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ περιστέλλουσιν. Ἀλλ᾿ ὅμως καὶ τὰ ἡμέτερα παρ᾿ ἐκείνοις γελώμενα ἐπὶ τῆς οἰκείας σεμνότητος μένει, οὐδὲν ἀπὸ τοῦ γέλωτος ἐκείνων εἰς τὴν ἑαυτῶν παραβλαπτόμενα δόξαν· καὶ τὰ αὐτῶν πανταχόθεν περιστελλόμενα τὴν οἰκείαν ἀσχημοσύνην ἐνδείκνυται. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εὐολίσθους ὑπάρχοντας εἰς λίθους καὶ ξύλα καὶ εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεούς, καὶ καθάπερ ἐν δεσμωτηρίῳ τινὶ ἀποκλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν, μήτε λέγειν· ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ Πνεύματος ἁγίου, δι᾿ αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε; Καὶ ποῖον ἔγκλημα τοῦτο; Εἰ γὰρ αἰσχρόν, ἐν ἀνθρωπίνῳ σώματι Θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, καὶ τοσοῦτον, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου, εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ γὰρ καὶ εἰς αἰλούρους καὶ κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἔτι τούτων ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτε λέγομεν, οὔτε ἀκοῦσαί ποτε ἂν ἀνασχοίμεθα· ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα. Κἀκεῖνοι μέν, καὶ οἱ τὰ αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ τὴν οὐσίαν εἰσάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ λέγειν φασίν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα· ὃ δὲ αὐτῷ πρέπον ἦν καὶ προσῆκον, λέγομεν, ὅτι τὸ οἰκεῖον ἔργον ἐλθὼν διωρθώσατο τῷ τῆς γεννήσεως ταύτης τρόπῳ. Τί λέγεις, εἰπέ μοι, ὦ ἄνθρωπε; Τὴν τῶν ἀνδροφόνων ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν, ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους· ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ Θεὸς, δι᾿ ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ πῶς οὐκ ἂν εἴητε μυρίων θανάτων ἄξιοι, καὶ ὑπὲρ τῶν ἐγκλημάτων, ὧν ἡμῖν ἐγκαλεῖτε, καὶ ὑπὲρ τῶν ἀσεβημάτων, ὧν ἀσεβοῦντες οὐ παύεσθε; Εἰ γὰρ ἀπρεπὲς Θεῷ, σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, ὡς ὑμεῖς λέγετε· πολὺ μᾶλλον ἀπρεπέστερον, τὸ τοῦ γόητος, τὸ τοῦ τυμβωρύχου, τὸ τοῦ λῃστοῦ, τὸ τοῦ πιθήκου, τὸ τοῦ κυνὸς, οὐκ αὐτὸ τὸ ἅγιον καὶ ἄμωμον καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς νῦν καθεζόμενον. Ποία γὰρ ἂν βλάβη τῷ Θεῷ γένοιτ᾿ ἂν ἀπὸ τῆς
οἰκονομίας ταύτης, ἢ ποία κηλίς; Οὐχ ὁρᾶτε τουτονὶ τὸν ἥλιον, οὗ τὸ σῶμά ἐστιν αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἄν μυριάκις ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες; Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ γῆ, καὶ θάλασσα, καὶ πᾶσα ἁπλῶς ἡ ὁρωμένη κτίσις, τῇ ματαιότητι ὑποτέτακται. Καὶ ἄκουε Παύλου τοῦτο δηλοῦντος, ἐν οἷς φησι· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι. Εἶτα δηλῶν, τί ποτέ ἐστι, ματαιότητι ὑποταγῆναι, ἐπήγαγε, λέγων· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὥστε νῦν ἐπίκηρός ἐστι, καὶ φθαρτή ἐστι· τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν ἐστιν, ἢ φθαρτὸν εἶναι. Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων Δεσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ᾿ ἡμῶν γένοιτ᾿ ἄν, ἀλλ᾿ ἢ μόνον ἡ
σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια.
ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες ἅπαντα εἰσενέγκωμεν, πίστιν, ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην, φιλοξενίαν. Καὶ ὃ πρώην ὑμᾶς παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι. Τί δὲ τοῦτό ἐστι; Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον· ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης. Διὸ καὶ πολλὴν ἐπάγει τοῖς ταῦτα ποιοῦσι τὴν κόλασιν καὶ τὴν τιμωρίαν. Ἐννόησον, ὦ ἄνθρωπε, ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ· ἐνθυμήθητι καὶ ὅτι γῆ ὢν καὶ σποδὸς, αἷμα καὶ σῶμα Χριστοῦ μεταλαμβάνεις. Καὶ βασιλέως μὲν εἰς εὐωχίαν καλοῦντος ὑμᾶς, μετὰ φόβου ἀνακλίνεσθε, καὶ τῶν προκειμένων μετὰ αἰδοῦς καὶ ἡσυχίας μεταλαμβάνετε ἐδεσμάτων· τοῦ Θεοῦ δὲ καλοῦντος ἐπὶ τὴν ἑαυτοῦ τράπεζαν, καὶ τὸν ἑαυτοῦ προτιθέντος Υἱὸν, ἀγγελικῶν δυνάμεων παρισταμένων μετὰ φόβου καὶ τρόμου, καὶ τῶν Χερουβὶμ κατακαλυπτόντων τὰ πρόσωπα, τῶν Σεραφὶμ κραζόντων τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος· σὺ κράζεις, εἰπέ μοι, καὶ θορυβῇ πρὸς τὴν πνευματικὴν ταύτην ἐστίασιν; Οὐκ οἶδας, ὅτι γαλήνης δεῖ γέμειν τὴν ψυχὴν κατ᾿ ἐκεῖνον τὸν καιρόν; Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς· ταῦτα γὰρ ἀκάθαρτον ποιεῖ τὴν προσιοῦσαν ψυχήν. Τίς οὖν ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων; Τί δὲ ὅλως ἀναγκαιότερον τῶν προκειμένων; ἢ τί ἡμᾶς θορυβεῖ, ἵνα σπουδάσωμεν, τοῦτο καταλιπόντες, ἐκεῖ τρέχειν; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ κινήσωμεν τὴν ὀργὴν τοῦ Θεοῦ καθ᾿ ἑαυτῶν. Φάρμακόν ἐστι σωτήριον τῶν ἡμετέρων τραυμάτων τὸ προκείμενον, πλοῦτός ἐστιν ἀνελλιπὴς, βασιλείας οὐρανῶν πρόξενος. Φρίξωμεν τοίνυν προσιόντες, εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν καταφιλήσωμεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν, ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ᾿ εἰς σωφροσύνην ψυχῆς, εἰς ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι. Τί γὰρ ὄφελος, ἁπλῶς καὶ εἰκῆ τρέχειν ἐνταῦθα, μηδὲν τῶν χρησίμων μανθάνοντας; ποῖον δὲ κέρδος, ἀεὶ τὰ πρὸς χάριν ὁμιλεῖν; Βραχὺς ὁ παρὼν καιρὸς, ἀγαπητοί· νήψωμεν, γρηγορήσωμεν, συγκροτήσωμεν ἑαυτοὺς, πᾶσαν σπουδὴν περὶ πάντας γνησίαν ἐπιδειξώμεθα, περὶ πάντα γενώμεθα εὐλαβεῖς· κἄν ἀκροᾶσθαι δέοι τῶν θείων λογίων, κἄν εὔχεσθαι, κἄν προσιέναι, κἄν ἕτερόν τι ποιεῖν, μετὰ φόβου καὶ τρόμου τοῦτο γινέσθω, ἵνα μὴ κατάραν ἐπισπασώμεθα διὰ τῆς ῥᾳθυμίας. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὸ ἔργον τοῦ Κυρίου ἀμελῶς. Ὁ θόρυβος καὶ ἡ ὀργὴ ὕβρις εἰς τὴν προκειμένην θυσίαν γίνεται. Καταφρόνησις ἐσχάτη, μεμολυσμένον ἑαυτὸν προσενέγκαι τῷ Θεῷ. Ἄκουσον τί περὶ τῶν τοιούτων φησὶν ὁ Ἀπόστολος· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Μὴ τοίνυν ἀντὶ καταλλαγῆς παροξύνωμεν τὸν Θεὸν, ἀλλὰ πᾶσαν ἐπιμέλειαν καὶ πάντα κόσμον ἐπιδεικνύμενοι, καὶ ἀταραξίαν ψυχῆς, μετ᾿ εὐχῆς καὶ συντετριμμένης καρδίας προσίωμεν, ἵνα καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἡμῶν Ἰησοῦν Χριστὸν ἐξιλεωσάμενοι, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σάββατο 20 Ιουνίου 2015

Μακαρισμοί υπό Εφραίμ του Σύρου



Μακαρισμοί, κεφάλαια νεʹ
αʹ. Μακάριος ὃς γέγονεν ὅλος ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων τῶν γηΐνων τοῦ ματαίου τούτου βίου καὶ Θεὸν μόνον ἠγάπησε τὸν ἀγαθὸν καὶ εὔσπλαγχνον.
βʹ. Μακάριος ὃς γέγονεν ἀροτὴρ τῶν ἀρετῶν καὶ ὕψωσε θημωνίαν καρπῶν ζωῆς ἐν Κυρίῳ, ὡς ἄρουρα σιτοφόρος.
γʹ. Μακάριος ὃς γέγονε γεωργὸς καλὸς τῶν ἀρετῶν καὶ ἐφύτευσεν ἀμπελῶνα πνευματικόν, καὶ τρυγήσας ἐνέπλησε ληνοὺς αὑτοῦ καρποῖς ζωῆς ἐν Κυρίῳ.
δʹ. Μακάριος ὃς εὔφρανε τοὺς συνδούλους αὑτοῦ εὐφρασίαν πνευματικὴν ἐκ τοῦ καρποῦ τῶν ἀρετῶν, ὧν πονήσας ἐφύτευσεν ἀποδοῦναι καρπὸν ζωῆς ἐν Κυρίῳ.
εʹ. Μακάριος ὁ ἱστάμενος ἐν συνάξει καὶ προσευχῇ, ὡς ἄγγελος οὐράνιος, ἁγνοὺς ἔχων καθ᾿ ἑκάστην τοὺς λογισμούς, καὶ πάροδον οὐκ ἔδωκε τῷ Πονηρῷ αἰχμαλωτίσαι ψυχὴν αὑτοῦ ἀπὸ Θεοῦ Σωτῆρος.
ςʹ. Μακάριος ὁ ἐν γνώσει ποθήσας κλαυθμὸν καὶ μετὰ κατανύξεως ῥάνας ἐπὶ γῆς τὰ δάκρυα, ὡς καλοὺς μαργαρίτας ἐνώπιον τοῦ Κυρίου.
ζʹ. Μακάριος ὁ ἀγαπῶν ἁγιασμόν, ὥσπερ τὸ φῶς, καὶ οὐκ ἐμόλυνε σῶμα αὑτοῦ ἐν σκοτεινοῖς ἔργοις τοῦ Πονηροῦ, ἐνώπιον τοῦ Κυρίου.
ηʹ. Μακάριος ὁ φυλάσσων τὸ σῶμα αὑτοῦ εἰς ἁγιασμὸν τῷ Σωτῆρι, καὶ οὐ κατῄσχυνε ψυχὴν ἑαυτοῦ ἐν ἔργοις ἀλλοτρίοις, ἀλλ᾿ ἔμεινεν εὐάρεστος ἐν Κυρίῳ.
θʹ. Μακάριος ὁ μισήσας αἰσχρουργίαν μεστὴν οὖσαν τῆς αἰσχύνης, καὶ ἑαυτὸν παρέστησε θυσίαν ζῶσαν, εὐάρεστον τῷ Κυρίῳ.
ιʹ. Μακάριος ὁ ἀεὶ ἔχων ἐν ἑαυτῷ μνήμην Θεοῦ· ἔσται γὰρ ὅλος αὐτὸς ὡς ἄγγελος οὐράνιος ἐπὶ τῆς γῆς μετὰ φόβου καὶ ἀγάπης λειτουργῶν τῷ Κυρίῳ.
ιαʹ. Μακάριος ὁ ἀγαπῶν μετάνοιαν τὴν σῴζουσαν ἁμαρτωλούς, καὶ οὐ προσέθετο τοῦ πρᾶξαι φαῦλον, ὡς ἀγνώμων ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.
ιβʹ. Μακάριος ὁ καθεσθεὶς ἐν κελλίῳ, ὡς γενναῖος στρατιώτης, φυλάσσων θησαυρὸν βασιλείας, τουτέστι τὸ σῶμα αὑτοῦ σὺν τῇ ψυχῇ ἀμέμπτους ἐν Κυρίῳ.
ιγʹ. Μακάριος ὁ καθεσθεὶς ἐν κελλίῳ, ὡς ἄγγελος ἐν οὐρανῷ, ἁγνοὺς ἔχων τοὺς λογισμοὺς καὶ ἐν στόματι ὑμνῶν τῷ ἔχοντι ἐξουσίαν πάσης πνοῆς.
ιδʹ. Μακάριος ὃς γέγονεν ὡς Σεραφὶμ καὶ Χερουβίμ, καὶ οὐκ ὤκνησέ ποτε πρὸς λειτουργίαν πνευματικήν, ἀδιαλείπτως δοξολογῶν τὸν Κύριον.
ιεʹ. Μακάριος ὁ γέμων ἀεὶ χαρᾶς πνευματικῆς, καὶ οὐκ ἐῤῥᾳθύμησε βαστάσας τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου· στεφανωθήσεται γὰρ ἐν δόξῃ.
ιςʹ. Μακάριος ὁ ἐκκαθάρας ἑαυτὸν ἀπὸ πάσης κηλῖδος ἁμαρτιῶν, ἵνα μετὰ παῤῥησίας δέξηται εἰς οἶκον ἑαυτοῦ τὸν τῆς δόξης Βασιλέα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
ιζʹ. Μακάριος ὁ προσερχόμενος μετὰ φόβου καὶ τρόμου καὶ φρίκης τοῖς ἀχράντοις μυστηρίοις τοῦ Σωτῆρος, καὶ ἐπεγνωκὼς ὅτι βίον ἀκατάλυτον ἐδέξατο ἐν ἑαυτῷ.
ιηʹ. Μακάριος ὁ μελετῶν καθ᾿ ἑκάστην τὸν θάνατον καὶ καταργήσας πάθη αἰσχρὰ ἐμφωλεύοντα ἐν καρδίαις τῶν ἀμελῶν· παρακληθήσεται γὰρ ὁ τοιοῦτος ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ.
ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τοῦ φόβου τῆς γεέννης καὶ σπεύδει ἐν δάκρυσι καὶ στεναγμοῖς εἰλικρινῶς μετανοεῖν ἐν Κυρίῳ· ὅτι ῥυσθήσεται ἐκ τῆς θλίψεως τῆς μεγάλης.
κʹ. Μακάριος ὁ ταπεινῶν ἑαυτὸν διηνεκῶς ἑκουσίως· στεφανωθήσεται γὰρ ὑπὸ τοῦ ταπεινώσαντος ἑαυτὸν ἑκουσίως ὑπὲρ ἡμῶν.
καʹ. Μακάριος ὁ μετὰ πάσης εὐλαβείας καθεσθεὶς ἐν κελλίῳ, ὡς Μαρία παρὰ τοὺς πόδας τοῦ Κυρίου, καὶ ἔσπευσεν, ὥσπερ ἡ Μάρθα, εἰ ὑποδοχὴν αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος.
κβʹ. Μακάριος ὁ πυρωθεὶς φόβῳ Θεοῦ, ἔχων ἀεὶ ἐν ἑαυτῷ τὴν θέρμην τοῦ Ἁγίου Πνεύματος, καὶ κατέφλεξε τὰς ἀκάνθας καὶ τριβόλους τῶν πονηρῶν λογισμῶν.
κγʹ. Μακάριος ὃς οὐκ ἐμίηνε χεῖρας αὑτοῦ ἐν ἔργοις ἀλλοτρίοις, ὡς βέβηλος· καὶ γὰρ περὶ τούτου κρίσις ἔσται ἐν ἡμέρᾳ φοβερᾷ ἐνώπιον τοῦ Κυρίου.
κδʹ. Μακάριος ὁ γεωργῶν ἐννοίας καλὰς καὶ ἀγαθὰς καθ᾿ ἑκάστην, καὶ νικήσας, τῇ ἐλπίδι, ἀκηδίας τὸ πονηρὸν πάθος, ᾧ πολεμοῦνται ἀσκηταὶ τοῦ Κυρίου.
κεʹ. Μακάριος ὃς γέγονεν ὡς γενναῖος πολεμιστὴς ἐν τῇ ἔργῳ τοῦ Κυρίου, διεγείρων τοὺς ῥᾳθύμους, παρακαλῶν ὀλιγωροῦντας ἐν τῇ ὁδῷ τοῦ Κυρίου.
κςʹ. Μακάριος ὃς γέγονε κατάκαρπος ἐν Κυρίῳ, ἵνα φρουροὺς ἔχῃ τοὺς ἁγίους Ἀγγέλους, ὡς τὸ δένδρον τὸ ἔγκαρπον φρουρὸν ἔχει τὸν γεωργὸν τὸν ἴδιον.
κζʹ. Μακάριος ὁ ἀγαπῶν πραΰτητα ἐν συνέσει πνευματικῇ, καὶ οὐκ ἐπτερνίσθη ὑπὸ τοῦ πονηροῦ Ὄφεως, ἐλπίδα ἔχων τὸν Κύριον τὸν ἀγαθὸν καὶ εὔσπλαγχνον.
κηʹ. Μακάριος ὁ τιμῶν τοὺς Ἁγίους καὶ ἀγαπῶν τὸν πλησίον καὶ φθόνον ἐξορίσας ἐκ τῆς ψυχῆς τῆς ἰδίας, δι᾿ ὃν Κάϊν ἀδελφοκτόνος ἐγένετο.
κθʹ. Μακάριος ὁ ἐν ἔργῳ ἐλέγξας τὸν τύραννον καὶ οὐκ ἔπτηξεν ἐκ προσώπου τῆς φλογὸς τῶν ἡδονῶν· δροσισθήσεται γὰρ αὑτοῦ ἡ ψυχὴ ἐν τῇ δρόσῳ τοῦ Ἁγίου Πνεύματος.
λʹ. Μακάριος οὗ οὐκ ἴσχυσε τὸ σκοτεινὸν νέφος διαβολικὸν ἐπιδραμεῖν τῷ νῷ καὶ στερῆσαι τοῦ γλυκείου φωτὸς καὶ τῆς εὐφροσύνης τῶν δικαίων.
λαʹ. Μακάριος ὁ φωτισθεὶς τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ἐνοπτριζόμενος ἀεὶ τὸν Κύριον· κουφισμὸν γὰρ ὁ τοιοῦτος ἐδέξατο τῶν παθῶν καὶ τῶν πονηρῶν λογισμῶν.
λβʹ. Μακάριος ὁ ἀγαπῶν ῥήσεις καλὰς καὶ ἀγαθάς, καὶ μισῶν λόγους αἰσχροὺς φθοροποιούς, ὅτι οὐ γενήσεται αἰχμάλωτος τῷ Πονηρῷ.
λγʹ. Μακάριος ὁ νουθετῶν τὸν πλησίον φόβῳ Θεοῦ, καὶ οὐκ ἠπάτησε ψυχὴν αὑτοῦ, φοβούμενος καθ᾿ ἑκάστην τὴν σιδηρᾶν ῥάβδον τοῦ Ποιμένος τοῦ μεγάλου.
λδʹ. Μακάριος ὁ ὑπακούων τῷ πλησίον κατὰ Θεόν, καὶ τὰς θλίψεις ὑπομένων εὐχαριστῶν· στεφανωθήσεται γὰρ ὁ τοιοῦτος, ὁμολογητὴς γενόμενος ἐν Κυρίῳ.
λεʹ. Μακάριος ὁ μὴ ἐλασθεὶς ὑπὸ πάθους ἀκηδίας, ὡς ἄνανδρος· ἀλλ᾿ ἤρατο ὑπομονὴν τὴν τελείαν, ἐν ᾗ πάντες οἱ Ἅγιοι τοὺς στεφάνους ἐδέξαντο.
λςʹ. Μακάριος ὁ ἀγαπῶν ἐγκράτειαν κατὰ Θεόν, καὶ οὐ κατεγνώσθη χάριν γαστρὸς ὡς τρυφητὴς καὶ ῥυπαρός· μεγαλυνθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ.
λζʹ. Μακάριος ὁ μὴ μεθυσθεὶς ἐν οἴνῳ ὡς ἄσωτος, ἀλλ᾿ εὐφραινόμενος καθ᾿ ἑκάστην ἐν τῇ μνήμῃ τοῦ Κυρίου, ἐν ᾧ πάντες οἱ Ἅγιοι εὐφραίνονται διηνεκῶς.
ληʹ. Μακάριος ὁ οἰκονομῶν κατὰ Θεὸν τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ οὐ κατεγνώσθη ὑπὸ Θεοῦ τοῦ Σωτῆρος ὡς φιλάργυρος καὶ ἄσπλαγχνος τῷ πλησίον.
λθʹ. Μακάριος ὁ ἀγρυπνῶν ἐν προσευχαῖς καὶ ἀναγνώσεσι καὶ τῷ ἔργῳ τῷ ἀγαθῷ· φωτισθήσεται ὁ τοιοῦτος τοῦ μὴ ὑπνοῦν εἰς θάνατον.
μʹ. Μακάριος ὃς γέγονε σαγήνη καλὴ πνευματικὴ καὶ ἐζώγρησε πολλοὺς τῷ Δεσπότῃ τῷ ἀγαθῷ· ἐπαινεθήσεται γὰρ ὁ τοιοῦτος σφόδρα ἐν Κυρίῳ.
μαʹ. Μακάριος ὃς γέγονε τύπος καλὸς τῷ πλησίον καὶ οὐκ ἔπληξε συνείδησιν τοῦ συνδούλου ἐπιτελῶν ἀθέμιτα· ἐνευλογηθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ.
μβʹ. Μακάριος ὃς γέγονε μακρόθυμος καὶ εὔσπλαγχνος, καὶ οὐκ ἐδούλωσε τῷ βαρβάρῳ, θυμῷ φημὶ καὶ τῇ μήνιδι τῇ πονηρᾷ· ὑψωθήσεται γὰρ ὁ τοιοῦτος ἐν Κυρίῳ.
μγʹ. Μακάριος ὁ ὑψωθεὶς ἐν ἀγάπῃ, γενόμενος ὥσπερ πόλις ἐπάνω ὄρους κειμένη· ἥντινα θεασάμενος ὁ ἐχθρὸς ὑπεχώρησε μετὰ φόβου, φρίξας αὐτῆς τὴν ἀσφάλειαν ἐν Κυρίῳ.
μδʹ. Μακάριος ὃς ἔλαμψεν ἐν τῇ πίστει τοῦ Κυρίου, ὥσπερ λύχνος φαιδρὸς ἐπὶ λυχνίαν ὑψηλήν, καὶ ἐσκοτισμένας ψυχὰς ἐφώτισεν ἐξακολουθούσας τῇ αἱρέσει τῶν ἀπίστων καὶ δυσσεβῶν.
μεʹ. Μακάριος ὁ ἀγαπῶν ἀλήθειαν διηνεκῶς, καὶ οὐ δέδωκεν στόμα αὑτοῦ ὡς ἀσεβείας ὄργανον τῷ ψεύδει, φοβούμενος τὸ πρόσταγμα τὸ περὶ ἀργοῦ λόγου.
μςʹ. Μακάριος ὁ μὴ κρίνων τὸν πλησίον, ὡς ἄσοφος, ἀλλ᾿ ὡς συνετὸς καὶ πνευματικὸς ἠγωνίσατο τοῦ ἐκβαλεῖν τὴν δοκὸν ἐκ τοῦ ἰδίου ὀφθαλμοῦ.
μζʹ. Μακάριος οὗ ἤνθησεν ἡ καρδία, ὥσπερ φοῖνιξ, ἐν ὀρθότητι πίστεως, καὶ οὐ γέγονεν, ὡς ἀκάνθαις, ἐξωσμένη τῇ αἱρέσει τῶν ἀπίστων καὶ δυσσεβῶν.
μηʹ. Μακάριος ὁ ἐγκρατὴς γενόμενος τῶν βλεφάρων, καὶ οὐκ ἠπάτησεν αὑτὸν νοερῶς καὶ αἰσθητῶς δέρμα σαρκός, μετ᾿ ὀλίγον ἀποστάζον τοὺς ἰχῶρας.
μθʹ. Μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἐξόδου, καὶ ἐμίσησεν ὑπερηφανίαν, πρὶν ὑπὸ θανάτου ἐλεγχθῇ τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν ἐν τῷ τάφῳ σηπόμενον.
νʹ. Μακάριος ὁ ἐννοῶν τοὺς ἐν μνήμασι σωρηδὸν καθεύδοντας, καὶ ἀπωσάμενος πᾶσαν ἐπιθυμίαν δυσώδη· ἐγερθήσεται γὰρ ἐν δόξῃ, ἡνίκα ἠχήσει ἡ οὐράνιος σάλπιγξ, ἀφυπνίζουσα πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
ναʹ. Μακάριος ὁ ἐν συνέσει πνευματικῇ καθορῶν τὸν χορὸν τῶν ἀστέρων τῇ δόξῃ λαμπόμενον καὶ τὸ κάλλος τοῦ οὐρανοῦ, καὶ ἐπιποθῶν θεάσασθαι τὸν Ποιητὴν τῶν ἁπάντων.
νβʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὸ πῦρ τὸ κατελθὸν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ καὶ τὰς φωνὰς τῶν σαλπίγγων, καὶ Μωυσέα ἱστάμενον ἀναμέσον μετὰ φόβου καὶ τρόμου, καὶ μὴ ἀμελήσας τῆς ἑαυτοῦ σωτηρίας.
νγʹ. Μακάριος ὁ μὴ ἔχων τὴν ἐλπίδα ἐπ᾿ ἄνθρωπον, ἀλλ᾿ ἐπὶ Κύριον τὸν ἐρχόμενον πάλιν μετὰ δόξης πολλῆς κρῖναι τὴν σύμπασαν ἐν δικαιοσύνῃ· ἔσται γὰρ ὡς δένδρον εὐθηνοῦν παρ᾿ ὕδατα, καὶ οὐ διαλείψει ποιεῖν καρπόν.
νδʹ. Μακάριος οὗ γέγονεν ἡ διάνοια ἐν χάριτι, ὥσπερ νέφος μεστὸν ὑετοῦ, καὶ ἐπότισε ψυχὰς βροτῶν εἰς αὔξησιν καρπῶν ζωῆς· ἔσται γὰρ αὐτοῦ ἡ χάρις εἰς καύχημα αἰώνιον.
νεʹ. Μακάριοι οἱ νήφοντες κατὰ Θεὸν διηνεκῶς· σκεπασθήσονται γὰρ ὑπὸ Θεοῦ ἐν ἡμέρᾳ τῆς κρίσεως· υἱοὶ νυμφῶνος γενόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὄψονται τὸν Νυμφίον. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι καὶ φιλήδονοι κλαύσομεν καὶ πενθήσομεν, θεωροῦντες τοὺς ἀδελφοὺς ἡμῶν ἐν δόξῃ ἀνεικάστῳ, ἑαυτοὺς δὲ ἐν βασάνοις.
[Ἀναλογίζω μὲ] Ἀναλογίζομαι καθ᾿ ἑαυτόν, ἀγαπητοί, καὶ πλήρης γίνομαι δακρύων, ὅτι ἀρξάμενος τοῦ τρέχειν ἠτόνησα, καὶ ἐν μέσῳ τοῦ σταδίου τὸν δρόμον κατέλυσα, ἐλεεινὸν θέαμα τοῖς ἐμὲ θεωροῦσι γενόμενος. Πῶς μὴ πενθήσω τὴν πολλὴν ῥᾳθυμίαν, τὴν πολλήν μου ἀμέλειαν; Οἱ μὲν γὰρ ἐν σάκκῳ καὶ σιδήρῳ ἑαυτοὺς ἐταπείνωσαν, οἱ δὲ συγκλεισμῷ καὶ νηστείᾳ τῷ Κυρίῳ ἐδούλευσαν, ἕτεροι δὲ ἐπὶ στύλων τὸν ἀγῶνα ἀμέμπτως ἐξετέλεσαν, ἄλλοι ἐν ἐρημίᾳ καὶ μονίᾳ τὴν ἀρετὴν κατώρθωσαν, ἄλλοι ἐν ὑποταγῇ τοὺς στεφάνους ἐδέξαντο· ἐγὼ δὲ ὁ ἄθλιος καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι καὶ φιλόδοξοι, τὸ μὲν σχῆμα τῆς εὐσεβείας ἐνεδύθημεν, τοῖς δὲ ἔργοις τὴν εὐσέβειαν ἀπεδύθημεν.
Τίς ἄρα ἀναλογίζεται τὰ παθήματα τῶν ἁγίων Μαρτύρων, οὐ μόνον ἀῤῥένων, ἀλλὰ καὶ θηλειῶν, καὶ οὐκ ἐξίσταται τῇ διανοίᾳ; Ἐκεῖνοι τὸν ἴδιον Δεσπότην μιμούμενοι, ἑαυτοὺς ἐταπείνουν· ἡμεῖς δὲ τιμὰς καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς ἐπιθυμοῦμεν. Ἐκεῖνοι ἐν φυλακαῖς κατεκλείσθησαν ἐν λιμῷ καὶ βασάνοις καὶ σιδήρῳ δι᾿ εὐσέβειαν· ἡμεῖς δὲ μικρὰν κακοπάθειαν ἑκουσίως ὑπομεῖναι οὐ δυνάμεθα, ἀλλὰ τὰ ἀπολαυστικὰ παντὶ σθένει μετα-
διώκομεν. Ἐκεῖνοι ὑβριζόμενοι καὶ ὀνειδιζόμενοι καὶ ἐξουδενούμενοι ἕως θανάτου, ἡδέως ὑπέμεινον· ἡμεῖς δὲ καὶ παρακαλούμενοι, ὀλιγωροῦμεν. Ἐκεῖνοι πυρὸς κατεπολέμησαν· ἡμεῖς δὲ σκληρὸν λόγον οὐ βαστάζομεν. Ἐκεῖνοι μετὰ βασάνων δημοσίως ἐπόμπευον, καὶ χαίροντες ἐβάδιζον· ἡμεῖς δὲ καὶ ἀκούοντες αὐτῶν τοὺς ἀγῶνας ὑπερθαυμάζομεν, μιμήσασθαι δὲ αὐτῶν τοὺς ἀγῶνας οὐ προαιρούμεθα.
Χρῄζομεν τοιγαροῦν πολλῶν στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀποῤῥιφῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, πολλῆς δόξης ἀποκειμένης τοῖς ἀγωνιζομένοις. Μὴ οὖν ἀμελήσωμεν, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου τῶν δούλων αὑτοῦ, οἵτινες ὁλοσχερῶς παρέσχον ἑαυτοὺς τῷ θελήματι αὐτοῦ. Ἀπετάξαντο τῷ βίῳ διὰ τὸ ὄνομα αὐτοῦ, τῶν κατὰ σάρκα γονέων ἑαυτοὺς ἐμάκρυναν· κρούουσιν ἐν τῇ θύρᾳ αὐτοῦ τρίτην, ἕκτην, ἐνάτην, ἑσπέρας, ὄρθρου, μᾶλλον δὲ ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ νομίζεις, ὅτι παριδεῖν ἔχει ὁ Θεὸς τὴν τοσαύτην ταπείνωσιν; Μὴ γένοιτο. Ὑπομένουσι γὰρ συγκλεισμόν, κόπον ἐργοχείρου· ὑπομένουσι νηστείαν καὶ ἀγρυπνίαν καὶ προσβολὰς πνευμάτων πονηρῶν· κλίνουσι γόνυ εἰς προσευχήν· κρούουσι συνεχῶς τὸ μέτωπον εἰς τὸ ἔδαφος, δεόμενοι τῆς ἀγαθότητος αὐτοῦ· καὶ ὑπεριδεῖν ἔχει τὴν τοσαύτην
ἱκεσίαν; Μὴ γένοιτο. Ἀνθρώπῳ ἰταμῷ καὶ αὐστηρῷ ἐάν τις προσέλθῃ ἐπιμελῶς, κάμπτεται πρὸς συμπάθειαν. Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος, ἀγαθός, ὁ πλούσιος ἐν ἐλέει καὶ ἀχαρίστους ἐλεῶν, ὑπεριδεῖν ἔχει τὴν τοσαύτην κακουχίαν, τὴν εὐλάβειαν, τὸν στεναγμόν, τὰ δάκρυα, τὴν συμπάθειαν, τὸν ἁγιασμόν, τὴν ταπείνωσιν, τὴν σιωπήν, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν τῶν ὑπερηφάνων ἐξουδένωσιν; Οὐδαμῶς.
Μὴ τοίνυν δυσπιστεύσωμεν, ἀγαπητοί, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις, ἀλλὰ μᾶλλον θαρσαλέως κρούσωμεν. Ὅσον γὰρ ἐπιμένεις κρούων, τοσοῦτον πλεονάζει σου μισθός. Νῆφε καθ᾿ ἑκάστην· γὰρ ὥρᾳ, οὐ προσδοκᾷς, ἀποστελεῖ Κύριος τοῦ συνάξαι σε εἰς ἀποθήκην ζωῆς, εἰς τὸν χορὸν τῶν δικαίων, ἵνα τοῦ λοιποῦ ἀναπαύσῃ καὶ ἀμεριμνήσῃς, ἔνθα οὐκ ἔστι πόλεμος καὶ ἀντικείμενος· ἀνῄρηται γὰρ ἐκεῖ ἐχθρὸς πολεμῶν, καὶ αἱ ἀφορμαὶ τοῦ πολέμου. Ἔστι δὲ ἀφορμὴ τοῦ πολέμου ἐπιθυμία κάλλους πρὸς συνουσίαν. Ἀλλ᾿ ἐν οὐρανοῖς οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοί εἰσιν ἐν οὐρανῷ. Πάλιν εἰσὶν ἀφορμαὶ τοῦ πολέμου, πλοῦτος, δόξα ἐπίγειος· ἀλλὰ ταῦτα πάντα φθαρτά εἰσιν, ἐπίγεια τυγχάνοντα· διὸ καί τις τῶν Ἁγίων διδάσκει ἡμᾶς λέγων· μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις τὸν κόσμον ἀγαπᾶ, οὐκ ἔστιν ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· γὰρ ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί. Καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ. δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὥσπερ γὰρ περιπεσὼν εἰς χωρίον ἀκανθῶν πλῆρες, θλίβεται συνεχόμενος ὑπ᾿ αὐτῶν, ἄχρις οὗ ἐξέλθῃ εἰς τόπον καθαρόν· ἐπὰν δὲ ἐξέλθῃ, οὐ φοβηθήσεται τὰς ἀκάνθας· οὕτως καὶ οἱ Ἅγιοι περιπεσόντες τῷ αὐτῷ χωρίῳ τῇ σπουδῇ καὶ τῇ φιλοπονίᾳ δίκην ὑποδημάτων ἐχρήσαντο, καὶ βαδίσαντες ἐν μέσῳ τῶν ἀκανθῶν, ὑπ᾿ αὐτῶν οὐκ ἐτρώθησαν. Οἱ δὲ τὴν ἀμέλειαν διώξαντες, καὶ τῇ μισοπονίᾳ εἰς τέλος ἑαυτοὺς ἐκδεδωκότες, ὑπ᾿ αὐτῶν κατεφθάρησαν. Τοῦτο δὲ σημαίνων Κύριος, προσέταξε δοθῆναι τῷ ἐπιστρέψαντι υἱῷ ὑποδήματα τοῖς ποσὶ μετὰ τὴν στολὴν
καὶ τὸν δακτύλιον, ἵνα θαρσαλέως καὶ ἀφόβως καταπατήσῃ τὴν κεφαλὴν τοῦ Ὄφεως. Παρεικάζει δὲ τῷ ἀκανθώδει τόπῳ τὸν παρόντα βίον, ἐν αἱ ἁμαρτίαι δίκην ἀκανθῶν ἀναφύουσι· τῷ δὲ καθαρῷ τόπῳ, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ τοῦ Βασιλέως τοῦ μεγάλου, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

Μακαρισμοὶ ἕτεροι, κεφάλαια κʹ
αʹ. Μακάριος ὃς μισήσας κατέλιπε τὸν βίον τοῦτον ἀνθρώπινον, καὶ σὺν Θεῷ μονωτάτῳ ἡ μελέτη τῆς ζωῆς αὑτοῦ ἐγένετο.
βʹ. Μακάριος ὃς μισήσας βδελύσσεται τὴν κακίστην ἁμαρτίαν, Θεὸν μόνον ἀγαπήσας τὸν ἀγαθὸν καὶ φιλάνθρωπον.
γʹ. Μακάριος ὃς γέγονεν ἐπὶ τῆς γῆς ὡς ἄγγελος οὐράνιος καὶ μιμητὴς τῶν Σεραφίμ, ἁγνοὺς ἔχων καθ᾿ ἑκάστην τοὺς λογισμούς.
δʹ. Μακάριος ὃς γέγονεν ἁγνὸς Θεῷ καὶ ἅγιος καὶ καθαρὸς ἀπὸ πάντων τῶν μιασμῶν καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν.
εʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων τῶν πραγμάτων τοῦ βίου τούτου ματαίου.
ςʹ. Μακάριος ἔχων ἐν νῷ τὴν ἡμέραν τὴν μέλλουσαν τὴν φοβερὰν καὶ σπουδάσας ἰάσασθαι ἐν δάκρυσι τὰ τραύματα τῆς ψυχῆς αὑτοῦ.
ζʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ὥσπερ νέφος ἐν δάκρυσι καὶ ἔσβεσε καθ᾿ ἑκάστην φλόγα πυρὸς τὴν τῶν πονηρῶν παθῶν.
ηʹ. Μακάριος ὁ βαδίζων ἐν τῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, μονὰς ποιῶν καθ᾿ ἡμέραν εἰλικρινῶς διὰ πίστεως καὶ ἀγάπης.
θʹ. Μακάριος ὁ προκόπτων ἐν ἀγαθοῖς τρόποις ἀσκήσεως, ἐλπίζων πρὸς τοῦ Θεοῦ λαβεῖν βασιλείαν οὐράνιον.
ιʹ. Μακάριος ὃς μέμνηται τὸ πρόσταγμα τοῦ λόγου ἀργοῦ τὸ φοβερὸν καὶ φύλακας στήσας αὑτοῦ τῷ στόματι μὴ ἐκπεσεῖν τῆς ἐντολῆς.
ιαʹ. Μακάριος οὗ γέγονεν ἡ ψυχὴ ὥσπερ ξύλον νεόφυτον, ἔχον ἀεὶ τὰ δάκρυα κατὰ Θεόν, ὥσπερ πνοὴν τοῦ ὕδατος.
ιβʹ. Μακάριος ὁ φυτεύων φυτὰ καλὰ ἐν τῇ ψυχῇ ἰδίᾳ, τὰς ἀρετὰς καὶ τοὺς βίους τῶν Ἁγίων.
ιγʹ. Μακάριος ὁ φυτεύων καὶ ἀρδεύων φυτὰ αὑτοῦ ἐν δάκρυσιν εὐχόμενος, ἵνα ᾖ τὰ φυτὰ αὑτοῦ εὐάρεστα καὶ καρποφόρα τῷ Κυρίῳ.
ιδʹ. Μακάριος ὁ ἐκκαυθεὶς τῇ ἀγάπῃ τοῦ Κυρίου, ὡς ἐκ πυρός, καὶ ἔφλεξε πάντα λογισμὸν ῥυπαρὸν καὶ ψυχῆς αὑτοῦ τὸν μιασμόν.
ιεʹ. Μακάριος ὃς γέγονεν ἑκουσίως ὡς γῆ καλὴ καὶ ἀγαθή, καρποφορῶν σπόρον καλὸν ἐν ἑκατὸν καὶ τριάκοντα καὶ ἑξήκοντα.
ιςʹ. Μακάριος ὁ εὑρεθεὶς τῇ προθέσει σπόρος καλὸς ἐν τῷ ἀγρῷ, ὃν ἔσπειρεν ὁ Δεσπότης ἐν τῷ ἀγρῷ τῷ ἰδίῳ.
ιζʹ. Μακάριος ὅστις εὗρε μαργαρίτην ἐκλεκτὸν τὸν οὐράνιον καὶ πωλήσας πάντα αὑτοῦ τὰ ἐν τῇ γῇ τοῦτον μόνον ὠνήσατο.
ιηʹ. Μακάριος ὅστις εὗρε τὸν θησαυρὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον, χαιρόμενος δὲ ἀπώσατο τὰ σύμπαντα καὶ αὐτὸν μόνον ἐκτήσατο.
ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τὴν ἡμέραν τῆς ἐξόδου καὶ σπουδάζει εὑρεθῆναι ἐν τῇ ὥρᾳ εὐπρόθυμος καὶ ἄφοβος.
κʹ. Μακάριος ὅστις εὗρε παῤῥησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν ψυχὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν· ἔρχονται γὰρ οἱ Ἄγγελοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος καὶ παραστῆσαι τῷ βήματι τοῦ ἀθανάτου καὶ φρικτοῦ κριτηρίου.
Μέγας φόβος, ὦ ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυρμοῦ. Τῇ γὰρ ψυχῇ παρίστανται ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τὰ ἔργα αὐτῆς, ἃ ἔπραξεν ἡμέρᾳ καὶ νυκτί, ἀγαθά τε καὶ πονηρά, καὶ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος· ἡ δὲ ψυχὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλιᾷ τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ ψυχὴ μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται
παραστῆναι κριτηρίῳ ἀθανάτῳ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος καὶ βλέπουσα τὰ ἔργα αὑτῆς, λέγει αὐτοῖς μετὰ φόβου· δότε τόπον μίαν ὥραν ἵνα ἐξέλθω.
Ἀποκρίνονται δὲ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς ἅμα πάντα· ἡμᾶς σὺ ἔπραξας, σὺν σοὶ ἀπάγωμεν πρὸς τὸν Θεόν.
Μισήσωμεν, ἀγαπητοί μου ἀδελφοί, τὸν βίον τοῦτον μάταιον. Χριστὸν μόνον ποθήσωμεν τὸν ἅγιον καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν. Οὐκ οἴδαμεν, ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡ ἔξοδος ἡμῶν· οὐδὲ ἐπίσταταί τις τὴν ἡμέραν καὶ τὴν ὥραν τοῦ χωρισμοῦ. Ἄφνω ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερίμνως ἐπὶ τῆς γῆς, καταλαμβάνει τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν τοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ, πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα ἀπολογίαν. Χάριν τούτου παρακαλῶ, ἀγαπητοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ συσχῶμεν τὴν δουλείαν βίου τούτου τοῦ ματαίου καὶ προσκαίρου. Πλήρης ἐστὶν ὁ βίος οὗτος σκανδάλων τε καὶ παγίδων τοῦ θανάτου· πτερώσωμεν τὴν ψυχὴν ἡμῶν ἐκ παγίδων καὶ σκανδάλων. Καθ᾿ ἑκάστην ὁ Πονηρὸς κρύπτει τὰς παγίδας ἐνώπιον τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγεύσῃ εἰς κόλασιν αἰώνιον. Ἀναμέσον τῶν σκανδάλων βαδίζομεν, ἀγαπητοί· προσέχωμεν οὖν
ἑαυτοῖς μὴ ἐμπεσεῖν εἰς παγίδας θανάτου. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγίδες τοῦ θανάτου τοῦ Πονηροῦ. μὴ χαυνωθῇ ἡ ψυχὴ ἡμῶν εἰς τὴν αὑτοῦ γλυκύτητα τῶν παγίδων. Ἐστὶν αὐτῶν ἡ γλυκύτης τῶν παγίδων, ἡ μέριμνα τῶν γηΐνων πραγμάτων καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν. Μὴ γλυκανθῇς σύ, ἀδελφέ, γλυκύτητι τῆς παγίδος τοῦ θανάτου. Μὴ χαυνωθεὶς ἐκλυθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν. Ἐὰν εὕρῃ ὁ πονηρὸς λογισμὸς εἴσοδον ἐν τῇ ψυχῇ, γλυκαίνεται εἰς μελέτην τὴν πονηράν, ἵνα
αὐτὴν θανατώσῃ, καὶ γίνεται ὁ πονηρὸς λογισμός, ὥσπερ παγὶς ἐν τῇ ψυχῇ, μὴ διωχθεὶς εἰ μὴ δι᾿ εὐχῆς καὶ δακρύων καὶ ἐγκρατείας καὶ ἀγρυπνίας. Γίνου δὲ ἐγρήγορος καὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων, ἵνα ῥυσθῇς τῶν παγίδων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥοπὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ. Μὴ χρονίσῃ ὁ πονηρὸς λογισμὸς ἐν τῇ ψυχῇ σου, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς τὸν Θεὸν δι᾿ εὐχῆς καὶ νηστείας καὶ δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων καὶ τῶν σκανδάλων καὶ τῶν παθῶν.
Μὴ νομίσῃς, ὦ ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, καὶ χαυνωθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων, ἄφνω δὲ ἔλθῃ τὸ πρόσταγμα τοῦ Κυρίου καὶ εὑρήσῃ ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν ἔτι, μηδὲ συγχωρήσεως. Καὶ τί ἐρεῖς τῷ θανάτῳ ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἀδελφέ; Συμβαίνει γὰρ μηδὲ συγχωρεῖν τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ τῆς γῆς. Πολλοὶ νομίσαντες πολὺν χρόνον ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω
θάνατος, εὗρεν ἄνδρα ἁμαρτωλὸν καὶ πλούσιον, ψηφίζοντα τὰ ἔτη πολλά, νομίζοντα ἐν ἀνέσει ζῆν ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύλοις ψηφισμὸν κεφαλαίου καὶ τόκου, μερίζοντα ἐν ἔτεσι χρόνου πολλοῦ τὸν ἀριθμὸν πλούτου αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, μιᾷ ῥοπῇ κατήργησε πάντα ψηφισμὸν ὁμοῦ καὶ τὸν πλοῦτον καὶ μέριμναν τοῦ χρόνου τοῦ ματαίου. Ἦλθε πάλιν ὁ θάνατος, εὗρεν ἄνδρα δίκαιον συνάγοντα πλοῦτον καλὸν οὐράνιον δι᾿ εὐχῆς καὶ νηστείας, ἔχοντα ἀεὶ θάνατον πρὸ ὀφθαλμῶν, μὴ φοβούμενον παρουσίαν θανάτου καὶ χωρισμὸν τοῦ σώματος. Οὕτως ἀεὶ προσδόκησον τὸν θάνατον καθ᾿ ἡμέραν, ὡς συνετὸς καὶ πνευματικός, τὸν χωρισμόν, τὴν παράστασιν τοῦ βήματος τοῦ Κυρίου. Ἑτοίμασον καθ᾿ ἡμέραν λαμπάδα σου, ὡς πρόθυμος καὶ φρόνιμος· ἐπίσκεψαι καθ᾿ ὥραν πάλιν αὐτὴν ἐν δάκρυσι καὶ προσευχαῖς. Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀγαπητέ μου, σπούδασον. Ἔρχεται γὰρ ὁ καιρός σου γέμων ἀπιστίας, χαυνότητος, ῥᾳθυμίας, σκληρότητος, μὴ
συγχωρῶν λογίζεσθαι τὰ κρείττονα ἐκ τῆς αὑτοῦ συγχύσεως.
Προσέχετε, ἀγαπητοί, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι, προκόπτουσι καθ᾿ ἡμέραν τὰ κάκιστα. Προβαίνει πονηρία. Συμφαίνουσι τὴν σύγχυσιν ἐρχομένην καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἔρχεσθαι ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἡμῶν ἁμαρτίας προκόπτουσι ταῦτα πάντα καθ᾿ ἡμέραν καὶ διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρὰ ἐπὶ τῆς γῆς.
Γενόμενοι ἐγρήγοροι, φιλόθεοι, πολεμισταί, καθ᾿ ἑκάστην τὸν πόλεμον τοῦ Πονηροῦ νικήσομεν, ὡς τέλειοι φιλόθεοι· διδαχθῶμεν καὶ τὰ ἔθη τοῦ πολέμου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἡ γυμνότης τῶν γηΐνων. Ἂν προσδοκᾷς τὸν θάνατον καθ᾿ ἡμέραν πρὸ ὀφθαλμῶν, οὐχ ἁμαρτήσῃς. Ἂν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τραπήσῃ ἐν πολέμῳ. Ἂν μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, ἀγαπητέ, τότε δυνήσῃ, ὡς ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης λαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα προσέλκουσι πρὸς ἑαυτὰ εἰς τὰ κάτω καὶ τὰ πάθη σκοτοῦσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἐν πολέμῳ, χάριν τούτου νικᾷ ἡμᾶς ἐν πολέμῳ ὁ Πονηρός, τοὺς γηΐνους, πλήρεις ὄντας καὶ τῇ μερίμνῃ τῶν γηΐνων τοῖς πάθεσι δουλεύοντας. Τὰ γήϊνα γὰρ σήμερον ἀγαπῶμεν πάντες ὁμοῦ, ἀγαπητοί, καὶ ἡλοῦται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς χάριν τῆς ἡμῶν χαυνότητος. Ἡ ἡμέρα κέκλικε πρὸς ἑσπέραν. Λοιπόν ἐστιν ὁ χρόνος ἡμῶν, καὶ ἡμεῖς δι᾿ ἡμῶν ἀπιστίαν νομίζομεν πρωῒ εἶναι. Ἰδοὺ ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν,
ἡμεῖς δὲ περὶ ταύτης οὐδέποτε θέλομεν ἀκροάσασθαι τὰ σημεῖα καὶ τέρατα, ἃ ἔλεγεν ὁ Κύριος. Γεγόνασι λοιμοί, σεισμοί, φόβοι τε πόλεμοί τε καὶ τῶν ἐθνῶν ἡ κίνησις· ταῦτα πάντα ὥσπερ ὄναρ δοκεῖ ἡμῖν διηγεῖσθαι πρὸς ἀλλήλους· οὐκ ἀκοὴ τούτων πτοεῖ ἡμᾶς, οὐδὲ αὐτὴ ἡ θέα. Οἱ ἐκλεκτοὶ συνάγονται πρὸ θλίψεως τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην ἐρχομένην εἰς τὸν κόσμον τὸν ἄδικον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν.
Τέλος ἔχει ὁ αἰὼν οὗτος, καὶ Ἄγγελοι κατέχουσι τὰ δρέπανα καὶ τὸ νεῦμα ἐκδέχονται.
Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ τὸ μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ ὁδῷ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι καὶ νήψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης πάσης τῆς γῆς ἔχει ἐλθεῖν. Κουφίσωμεν οὖν ἑαυτοὺς ἀπὸ βάρους καὶ μερίμνης τῶν γηΐνων. Μὴ μεριμνᾶτε παντελῶς ἐπὶ τῆς γῆς, εἶπεν ἡμῖν ὁ Κύριος.
Τὸ ἀγαπᾶν πάντας ὁμοῦ ἐντέταλκεν ἡμῖν. Ἡμεῖς δὲ μᾶλλον τὴν ἀγάπην ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Ἁμαρτίαι πληθύνονται· ἀδικία ἐκάλυψε πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιποθεῖ, τῶν οὐρανίων καταφρονεῖ· τὰ μέλλοντα οὐδεὶς ἡμῶν ἀγαπᾷ. Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ τῆς γῆς μίσει ἀεὶ καὶ βδελύσσου καὶ ἄσκησον ὡς τέλειος καὶ πόθησον βασιλείαν οὐρανῶν. Μὴ λογίζου οὕτως, ὦ μοναχέ, λέγων, ὅτι πολύς ἐστιν ὁ κάματος τῆς
ἀσκήσεως, κἀγώ εἰμι ὀλιγοστὸς καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω τοῦ ἀσκῆσαι.
Ἐνώτισαι ῥήματα συμβουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε ὅσα λέγω, ἀγαπητέ μου ἀδελφὲ καὶ φιλόχριστε. Εἰ βουληθῇς ἀποδημεῖν εἰς ἑτέραν μακρὰν χώραν καὶ πατρίδα, οὐ δύνασαι παραδραμεῖν ὅλης ὁδοῦ τὸ διάστημα μιᾷ ῥοπῇ, ἀλλὰ ῥυθμῷ τῶν βημάτων καθ᾿ ἡμέραν κατὰ μονὴν ἀποδημεῖς, καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν ἣν προσδοκᾷς. Οὕτως ἐστὶν ἡ βασιλεία ἡ ἐπουράνιος καὶ τῆς τρυφῆς ὁ παράδεισος. Διὰ νηστειῶν, δι᾿ ἐγκρατείας, δι᾿ ἀγρυπνιῶν εἷς ἕκαστος φθάνει ἐκεῖ. Ἐγκράτεια καὶ δάκρυα καὶ προσευχή, ἀγρυπνία καὶ ἀγάπη, αὗταί εἰσιν αἱ μοναὶ εἰς οὐρανὸν ἀπάγουσαι. Μὴ φοβηθῇς ἀρχὴν καλὴν βαλεῖν καλῆς ὁδοῦ ἀναγούσης εἰς τὴν ζωήν. Θέλησον μόνον τοῦ βαδίσαι τὴν ὁδὸν καὶ εὑρεθῇς εὐπρόθυμος· παραχρῆμα αὕτη ἡ ὁδὸς εὐθύνεται ἐνώπιον τῶν ποδῶν σου, καὶ χαίρων καὶ βαδίζων μονὰς ποιεῖς τερπόμενος εἰς τὴν ὁδόν. Δυναμοῦνται τὰ βήματα τῆς
ψυχῆς σου κατὰ μονὴν καθ᾿ ἑκάστην. Οὐ μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν τὴν εἰς οὐρανὸν ἀπάγουσαν· ὁ Κύριος οὐράνιος αὐτὸς δι᾿ ἑαυτοῦ ὁδὸς ζωῆς ἐγένετο τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων.
Ἐγένου μοι, Χριστὲ Σῶτερ, ὁδὸς ζωῆς ἀπάγουσα πρὸς τὸν Πατέρα. Μόνη αὕτη χαρά ἐστιν, τέλος δὲ αὐτῆς βασιλεία οὐράνιος. Ἐγένου μοι, ὦ Δέσποτα Ἰησοῦ Υἱὲ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός, καὶ ἤντλησα δι᾿ ἐμαυτοῦ ἐκ τῆς σῆς πηγῆς χαρίσματα, πλήρης πόθου. Ἐγένετο ἡ χάρις σου ἐν καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν
τῷ στόματι οἰκέτου σου. Ἐγένετο ἡ χάρις σου ἐν τῇ ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός, ἐπλούτισε τὴν πτωχείαν, ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν. Ἐγένετο ἡ χάρις σου, τοῦ δούλου σου καταφυγὴ καὶ δύναμις, ἀντίληψις καὶ ὕψωμα καὶ καύχημα, ἐδέσματα πάσης ζωῆς. Πῶς σιγήσῃ ὁ δοῦλός σου, Δέσποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς σῆς ἀγάπης καὶ χάριτος; Καὶ διηνέῳξα τὸ στόμα μου ἀναξίως. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τῆς αὐτῆς
ὠφελείας τοῦ ἀνυμνεῖν καὶ δοξάζειν τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πάλιν ἀποτολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτος τὰ βρύοντα ἐν καρδίᾳ ἁμαρτωλοῦ, πλήρη ὄντα γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασι; Ψαλῶ δόξαν τῷ Δεσπότῃ τῶν οὐρανίων, τῷ δώσαντι θεράποντι τὰ ἴδια χαρίσματα οὐράνια διὰ πολλῶν χαρισμάτων. Μεγαλυνῶ τὴν χάριν σου, Χριστὲ Σῶτερ· ἐν τῷ γὰρ μεγαλύνειν, μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύομαι ἐν γλώσσῃ μου ὑμνολογῶν τὴν χάριν σου, ὦ Δέσποτα· οὐ σιγήσει κιθάρα μου μελῳδοῦσα
μελῳδίας πνευματικάς. Ὁ πόθος σου ἑλκύει με πρὸς σέ, Σωτήρ, τὸ καύχημα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου διάνοιαν ἑλκυσθῆναι ὀπίσω σου. Γενέσθω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ ἡ χάρις σου εἰς αὐτὴν δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου δραγμὴν καλὴν ἀπὸ τῆς γῆς τῆς καρδίας, κατάνυξιν, προσκύνησιν, ἁγιασμόν, τὰ ἀρεστά σοι πάντοτε. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν παραδείσου τῆς τρυφῆς σὺν προβάτῳ εὑρεθέντι. Εὑρεθείη ἡ ψυχή μου ἐν τῷ φωτί. Ἐκεῖνο μὲν τὸ πρόβατον εὑρεθὲν εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην δὲ τὴν ἀναξίαν ψυχὴν διὰ χειρός σου ἕλκυσον καὶ πρόσφερε [ἀμφοτέρους] τῷ ἀχράντῳ σου καὶ ἀθανάτῳ Πατρί. Ἵνα λέγω ἐν τρυφῇ παραδείσου, μετὰ πάντων τῶν Ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ, προσκύνησις τῷ δώσαντι χαρίσματα οὐράνια τῷ εὐτελεῖ, ἵνα αὐτὸς προσφέρῃ δραγμὴν δόξης τῷ Βασιλεῖ τῶν ἁπάντων εἰς τοὺς αἰῶνας. Ἀμήν.