In
diem natalem
Εἰς
τὴν γενέθλιον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄδηλον
μὲν
ἔτι οὖσαν τότε, πρὸ δὲ ὀλίγων ἐτῶν γνωρισθεῖσαν παρά τινων τῶν
ἀπὸ
τῆς Δύσεως ἐλθόντων καὶ ἀναγγειλάντων.
αʹ. Ἃ πάλαι
πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, δίκαιοι δὲ ἰδεῖν ἐπεθύμουν, ταῦτα
ἐξέβη, καὶ τέλος ἔλαβε σήμερον· καὶ Θεὸς ἐπὶ γῆς ὤφθη διὰ σαρκὸς, καὶ τοῖς
ἀνθρώποις συνανεστράφη. Χαίρωμεν τοίνυν καὶ ἀγαλλιώμεθα, ἀγαπητοί. Εἰ γὰρ ὁ
Ἰωάννης ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν, τῆς Μαρίας εἰσελθούσης πρὸς τὴν Ἐλισάβετ,
ἐσκίρτησε· πολλῷ μᾶλλον ἡμᾶς οὐχὶ τὴν Μαρίαν, ἀλλ᾿ αὐτὸν τὸν Σωτῆρα ἡμῶν
σήμερον τεχθέντα θεασαμένους, σκιρτᾷν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ
ἐκπλήττεσθαι τῆς οἰκονομίας τὸ μέγεθος πᾶσαν ὑπερβαῖνον διάνοιαν.
Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα,
ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν. Εἰ δὲ ἐπὶ τοῦ
αἰσθητοῦ φωστῆρος τοῦτο συμβὰν πάντας ἐξέπληξεν ἂν τοὺς θεωμένους, σκόπει μοι
καὶ λογίζου νῦν, ἡλίκον ἐστὶ τὸν τῆς δικαιοσύνης ἥλιον ἐκ τῆς ἡμετέρας σαρκὸς
ἀφιέντα τὰς ἀκτῖνας ὁρᾷν, καὶ τὰς ψυχὰς ἡμῶν καταυγάζοντα.
Πάλαι ταύτην ἐπεθύμουν ἐγὼ τὴν ἡμέραν ἰδεῖν, καὶ οὐχ ἁπλῶς
ἰδεῖν, ἀλλὰ μετὰ πλήθους τοσούτου· καὶ διηνεκῶς ηὐχόμην οὕτως ἡμῖν πληρωθῆναι
τὸ θέατρον, ὥσπερ ἔστι νῦν ὁρᾷν πεπληρωμένον. Τοῦτο τοίνυν ἐξέβη καὶ τέλος ἔλαβε.
Καίτοι γε οὔπω δέκατόν ἐστιν ἔτος, ἐξ οὗ δήλη καὶ γνώριμος ἡμῖν αὕτη ἡ ἡμέρα
γεγένηται· ἀλλ᾿ ὅμως, ὡς ἄνωθεν καὶ πρὸ πολλῶν ἡμῖν παραδοθεῖσα ἐτῶν, οὕτως
ἤνθησε διὰ τῆς ὑμετέρας σπουδῆς. Ὅθεν οὐκ ἄν τις ἁμάρτοι καὶ νέαν αὐτὴν ὁμοῦ
καὶ ἀρχαίαν προσειπών· νέαν μὲν διὰ τὸ προσφάτως ἡμῖν γνωρισθῆναι, παλαιὰν δὲ
καὶ ἀρχαίαν διὰ τὸ ταῖς πρεσβυτέραις ταχέως ὁμήλικα γενέσθαι, καὶ πρὸς τὸ αὐτὸ
τῆς ἡλικίας αὐταῖς φθάσαι μέτρον. Καθάπερ γὰρ τὰ γενναῖα καὶ εὐγενῆ τῶν φυτῶν
(καὶ γὰρ ἐκεῖνα ὁμοῦ τε εἰς τὴν γῆν κατατίθεται, καὶ πρὸς ὕψος εὐθὺς ἀνατρέχει
μέγα, καὶ τῷ καρπῷ βρίθεται), οὕτω καὶ αὕτη παρὰ μὲν τοῖς τὴν Ἑσπέραν οἰκοῦσιν
ἄνωθεν γνωριζομένη, πρὸς ἡμᾶς δὲ κομισθεῖσα νῦν, καὶ οὐ πρὸ πολλῶν ἐτῶν, ἀθρόον
οὕτως ἀνέδραμε, καὶ τοσοῦτον ἤνεγκε τὸν καρπὸν, ὅσονπερ ἔστι νῦν ὁρᾷν, τῶν
περιβόλων ἡμῖν πεπληρωμένων, καὶ τῆς ἐκκλησίας ἁπάσης στενοχωρουμένης τῷ πλήθει
τῶν συνδραμόντων. Τὴν μὲν οὖν ἀξίαν ἀμοιβὴν τῆς τοσαύτης σπουδῆς παρὰ τοῦ
σήμερον τεχθέντος κατὰ σάρκα προσδοκήσατε Χριστοῦ· ἐκεῖνος ὑμᾶς ἀμείψεται
πάντως τῆς προθυμίας ταύτης· ἡ γὰρ περὶ τὴν ἡμέραν φιλία καὶ σπουδὴ, τῆς περὶ
τὸν τεχθέντα ἀγάπης μέγιστόν ἐστι σημεῖον.
Εἰ δὲ χρή τινα καὶ παρ᾿ ἡμῶν τῶν συνδούλων εἰσενεχθῆναι,
καὶ ἡμεῖς τὰ κατὰ δύναμιν εἰσοίσομεν· μᾶλλον δὲ, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις δῷ
λεχθῆναι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τί οὖν ἐπιθυμεῖτε ἀκοῦσαι σήμερον; τί
δὲ ἄλλο, ἢ περὶ τῆς ἡμέρας ταύτης; Εὖ γὰρ οἶδα, ὅτι πολλοὶ ἔτι καὶ νῦν πρὸς
ἀλλήλους ἀμφισβητοῦσιν, οἱ μὲν ἐγκαλοῦντες, οἱ δὲ ἀπολογούμενοι· καὶ πολὺς περὶ
τῆς ἡμέρας ταύτης πανταχοῦ γίνεται λόγος, τῶν μὲν αἰτιωμένων, ὅτι νέα τίς ἐστι
καὶ πρόσφατος, καὶ νῦν εἰσενήνεκται, τῶν δὲ ἀπολογουμένων, ὅτι παλαιὰ καὶ
ἀρχαία ἐστὶ, τῶν προφητῶν ἤδη προειπόντων περὶ τῆς γεννήσεως αὐτοῦ, καὶ ἄνωθεν
τοῖς ἀπὸ Θρᾴκης μέχρι Γαδείρων οἰκοῦσι κατάδηλος καὶ ἐπίσημος γέγονε. Φέρε οὖν,
τὸν περὶ τούτων κινήσωμεν λόγον. Εἰ γὰρ ἀμφισβητουμένη τοσαύτης ἀπολαύει παρ᾿
ὑμῶν εὐνοίας, εἰ γένοιτο γνωριμωτέρα, εὔδηλον ὅτι πολλῷ πλείονος σπουδῆς
ἀπολαύσεται, τῆς κατὰ τὴν διδασκαλίαν σαφηνείας πλείονα τὴν περὶ αὐτὴν διάθεσιν
ἐργαζομένης ὑμῖν. Ἔχω τοίνυν τρεῖς ἀποδείξεις εἰπεῖν, δι᾿ ὧν εἰσόμεθα πάντως,
ὅτι οὗτός ἐστιν ὁ καιρὸς, καθ᾿ ὃν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Θεὸς Λόγος
ἐτέχθη.
Καὶ τῶν τριῶν τούτων μία μὲν ἔστιν ἀπόδειξις, τὸ ταχέως
οὕτω πανταχοῦ περιαγγελθῆναι, καὶ πρὸς ὕψος ἐπιδοῦναι τοσοῦτον, καὶ ἀνθῆσαι τὴν
ἑορτήν· καὶ ὅπερ ὁ Γαμαλιὴλ ἔλεγε περὶ τοῦ κηρύγματος, ὅτι Εἰ ἔστιν ἐξ
ἀνθρώπων, καταλυθήσεται, εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε
καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο κἀγὼ περὶ τῆς ἡμέρας ταύτης εἴποιμι ἂν θαῤῥῶν,
ὅτι, ἐπειδὴ ἐκ Θεοῦ Θεὸς Λόγος ἐστὶ, διὰ τοῦτο οὐ μόνον οὐ κατελύθη, ἀλλὰ καὶ
καθ᾿ ἕκαστον ἔτος ἐπιδίδωσι, καὶ λαμπροτέρα γίνεται· ἐπεὶ καὶ τὸ κήρυγμα ἐν
ὀλίγοις ἔτεσι τὴν πᾶσαν κατέλαβεν οἰκουμένην, καίτοι σκηνοποιῶν, ἁλιέων,
ἀγραμμάτων, ἰδιωτῶν πανταχοῦ διακομιζόντων αὐτό· ἀλλ᾿ οὐδὲν ἔβλαπτεν ἡ τῶν
διακονούντων εὐτέλεια, τῆς τοῦ κηρυττομένου δυνάμεως πάντα προκαταλαμβανούσης,
καὶ τὰ κωλύματα ἀναιρούσης, καὶ τὴν οἰκείαν ἐπιδεικνυμένης ἰσχύν.
βʹ. Εἰ δέ τις τῶν φιλονείκων οὐκ
ἀνέχοιτο τῶν εἰρημένων, ἔστι καὶ δευτέραν εἰπεῖν. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς
ἀπογραφῆς τῆς ἐν τοῖς Εὐαγγελίοις κειμένης. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς,
ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι
πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας
Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν.
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς
πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς
Δαυΐδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ.
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ
ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν
αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ὅθεν δῆλον, ὅτι
κατὰ τὴν πρώτην ἀπογραφὴν ἐτέχθη. Καὶ τοῖς ἀρχαίοις τοῖς δημοσίᾳ κειμένοις
κώδιξιν ἐπὶ τῆς Ῥώμης ἔξεστιν ἐντυχόντα καὶ τὸν καιρὸν τῆς ἀπογραφῆς μαθόντα,
ἀκριβῶς εἰδέναι τὸν βουλόμενον. Τί οὖν πρὸς ἡμᾶς, φησὶ, τοῦτο τοὺς οὐκ ὄντας
ἐκεῖ οὔτε παραγενομένους; Ἀλλ᾿ ἄκουε, καὶ μὴ ἀπίστει, ὅτι παρὰ τῶν ἀκριβῶς
ταῦτα εἰδότων, καὶ τὴν πόλιν ἐκείνην οἰκούντων παρειλήφαμεν τὴν ἡμέραν.
Οἱ γὰρ ἐκεῖ διατρίβοντες, ἄνωθεν καὶ ἐκ παλαιᾶς παραδόσεως
αὐτὴν ἐπιτελοῦντες, αὐτοὶ νῦν αὐτῆς ἡμῖν τὴν γνῶσιν διεπέμψαντο. Οὐδὲ γὰρ ὁ
εὐαγγελιστὴς ἁπλῶς τὸν καιρὸν ἐπεσημήνατο τοῦτον, ἀλλ᾿ ὥστε καὶ τὴν ἡμέραν ἡμῖν
δήλην ποιῆσαι καὶ γνώριμον, καὶ τοῦ Θεοῦ τὴν οἰκονομίαν ἐνδείξασθαι. Οὐ γὰρ
οἴκοθεν, οὐδὲ παρ᾿ ἑαυτοῦ τότε ὁ Αὔγουστος τὸ δόγμα τοῦτο ἐξέπεμψεν, ἀλλὰ τοῦ
Θεοῦ κινοῦντος αὐτοῦ τὴν ψυχὴν, ἵνα καὶ ἄκων ὑπηρετήσηται τῇ τοῦ Μονογενοῦς
παρουσίᾳ. Καὶ τί τοῦτο συντελεῖ πρὸς τὴν οἰκονομίαν ταύτην, φησίν; Οὐ μικρὸν,
οὐδὲ τὸ τυχὸν, ἀγαπητὲ, ἀλλὰ καὶ σφόδρα μέγα, καὶ τῶν ἀναγκαίων καὶ σπουδαζομένων
ἕν. Ποῖον δὴ τοῦτο; Ἡ Γαλιλαία χώρα τίς ἐστιν ἐν Παλαιστίνῃ, ἡ δὲ Ναζαρὲθ πόλις
τῆς Γαλιλαίας. Πάλιν ἡ Ἰουδαία χώρα τίς ἐστι, παρὰ τῶν ἐγχωρίων οὕτω καλουμένη,
ἡ δὲ Βηθλεὲμ πόλις τῆς Ἰουδαίας. Τὸν δὲ Χριστὸν οἱ προφῆται προὔλεγον ἅπαντες,
οὐκ ἀπὸ τῆς Ναζαρὲθ, ἀλλ᾿ ἀπὸ τῆς Βηθλεὲμ ἥξειν, καὶ ἐκεῖ τεχθήσεσθαι. Οὕτω γὰρ
γέγραπται· Καὶ σύ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν
Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν
Ἰσραήλ. Καὶ οἱ Ἰουδαῖοι οἱ τότε παρὰ τοῦ Ἡρώδου ἐρωτώμενοι, ποῦ ὁ Χριστὸς
γεννᾶται, ταύτην εἶπον αὐτῷ τὴν μαρτυρίαν. Διὰ τοῦτο καὶ τοῦ Ναθαναὴλ εἰπόντος
πρὸς τὸν Φίλιππον, ἐπειδὴ ἐκεῖνος ἔλεγεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ εὑρήκαμεν, Ἐκ
Ναζαρὲθ δύναταί τι ἀγαθὸν εἶναι; ὁ Χριστὸς περὶ αὐτοῦ φησιν· Ἴδε ἀληθῶς
Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ τίνος, φησὶν, ἕνεκεν αὐτὸν ἐπῄνεσεν; Ἐπειδὴ
οὐ συνηρπάγη τῇ ἀπαγγελίᾳ τοῦ Φιλίππου, ἀλλ᾿ ᾔδει σαφῶς καὶ ἀκριβῶς, ὅτι οὐκ ἐν
Ναζαρὲθ, οὔτε ἐν τῇ Γαλιλαίᾳ ἔδει τὸν Χριστὸν τεχθῆναι, ἀλλ᾿ ἐν τῇ Ἰουδαίᾳ καὶ
ἐν τῇ Βηθλεέμ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπεὶ οὖν ὁ μὲν Φίλιππος τοῦτο ἠγνόησεν, ὁ
δὲ Ναθαναήλ, ἅτε νομομαθὴς ὢν, ἀπεκρίνατο τὰ κατὰ τὴν ἄνωθεν προφητείαν
εἰρημένα, εἰδὼς, ὅτι οὐκ ἐκ Ναζαρὲθ ἥξει ὁ Χριστός· διὰ τοῦτο καὶ ὁ Χριστὸς,
Ἴδε ἀληθῶς Ἰσραηλίτης, φησίν, ἐν ᾧ δόλος οὐκ ἔστι. Διὰ τοῦτο καί τινες τῶν
Ἰουδαίων ἔλεγον πρὸς τὸν Νικόδημον· Ἐρεύνησον, καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς
Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ πάλιν ἀλλαχοῦ· Οὐκ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν
Δαυΐδ, ὁ Χριστὸς ἔρχεται. Καὶ κοινὴ πάντων ψῆφος ἦν, ὅτι πάντως ἐκεῖθεν αὐτὸν
δεῖ παραγενέσθαι, οὐκ ἀπὸ τῆς Γαλιλαίας.
Ἐπεὶ οὖν ὁ Ἰωσὴφ καὶ ἡ Μαρία τῆς Βηθλεὲμ ὄντες πολῖται,
ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον
(οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν
ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχήν,
διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι· ἐξῆλθε τὸ δόγμα, καὶ
ἄκοντας αὐτοὺς συνωθοῦν εἰς τὴν πόλιν ἐκείνην, τοῦ Θεοῦ οὕτως οἰκονομοῦντος. Ὁ
γὰρ νόμος ὁ κελεύων ἕκαστον εἰς τὴν ἰδίαν ἀπογράψασθαι πατρίδα, ἠνάγκαζεν
ἐκεῖθεν αὐτοὺς ἀνίστασθαι, ἀπὸ τῆς Ναζαρὲθ λέγω, καὶ ἔρχεσθαι εἰς τὴν Βηθλεὲμ,
ὥστε ἀπογράφεσθαι. Τοῦτο γοῦν αὐτὸ αἰνιττόμενος καὶ ὁ εὐαγγελιστὴς, ἔλεγεν·
Ἀνέβη δὲ καὶ ὁ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν,
εἰς πόλιν Δαυΐδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς
Δαυΐδ, ἀπογράφεσθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ οὔσῃ ἐγκύῳ. Καὶ
ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ
ἔτεκε τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον.
γʹ. Εἶδες, ἀγαπητὲ, οἰκονομίαν Θεοῦ,
καὶ διὰ τῶν ἀπίστων καὶ τῶν πιστῶν τὰ καθ᾿ ἑαυτὸν οἰκονομοῦντος, ἵνα μάθωσιν οἱ
ἀλλότριοι τῆς εὐσεβείας τὴν ἰσχὺν καὶ τὴν δύναμιν αὐτοῦ. Καὶ ὁ μὲν ἀστὴρ τοὺς
μάγους ἤγαγεν ἀπὸ τῆς ἀνατολῆς, ὁ δὲ νόμος τὴν Μαριὰμ εἷλκεν ἐπὶ τὴν πατρίδα
τὴν ὑπὸ τῶν προφητῶν εἰρημένην. Ἐντεῦθεν ἡμῖν δῆλόν ἐστιν, ὅτι καὶ ἡ Παρθένος
ἐκ γένους ἐστὶ Δαυϊδικοῦ· ἐπειδὴ γὰρ ἐκ τῆς Βηθλεὲμ ἦν, εὔδηλον ὅτι καὶ ἐκ τοῦ
οἴκου καὶ τῆς πατριᾶς ἦν τοῦ Δαυΐδ. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν ὁ εὐαγγελιστής,
ἐν οἷς ἔλεγεν· Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας σὺν Μαριάμ, διὰ τὸ εἶναι
αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυΐδ.
Ἐπειδὴ γὰρ ὁ μὲν Ἰωσὴφ ἐγενεαλογήθη, τοὺς δὲ ταύτης
προγόνους οὐδεὶς ἡμῖν ἠρίθμησεν οὕτως, ὡς τοὺς ἐκείνου· ἵνα μὴ ἀμφιβάλλῃς καὶ
λέγῃς, Πόθεν οὖν δῆλον, ὅτι ἐκ τοῦ Δαυΐδ ἐστι καὶ αὐτή; ἄκουσον· Ἐν τῷ μηνὶ τῷ
ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα
Ναζαρὲθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυΐδ. Τὸ,
ἐξ οἴκου Δαυῒδ, περὶ τῆς Παρθένου ὑποληπτέον εἰρῆσθαι· ὅπερ οὖν καὶ ἐνταῦθα
δεδήλωται. Διὰ τοῦτο καὶ τὸ πρόσταγμα καὶ ὁ νόμος οὗτος ἐφοίτα, ἀνάγων ἐπὶ τὴν
Βηθλεὲμ αὐτούς· ὁμοῦ τε γὰρ τῆς πόλεως ἐπέβησαν, καὶ Ἰησοῦς εὐθέως ἐτίκτετο.
Διὸ καὶ ἐν φάτνῃ κατεκλίνετο, πολλῶν πανταχόθεν τότε συντρεχόντων, καὶ τοὺς
τόπους προκαταλαμβανόντων, καὶ πολλὴν ποιούντων τὴν στενοχωρίαν· ὅθεν ἐκεῖ
αὐτὸν καὶ οἱ μάγοι προσεκύνησαν.
Ἵνα δὲ σαφεστέραν καὶ γνωριμωτέραν ὑμῖν ἀπόδειξιν
παράσχωμαι, διανάστητέ μοι, παρακαλῶ, νῦν· καὶ γὰρ μακρὰν ἱστορίαν ἀνακινῆσαι
βούλομαι, καὶ παλαιοὺς ἀναγνῶναι νόμους, ὥστε πάντοθεν ὑμῖν γενέσθαι τὸν λόγον
σαφέστερον. Νόμος ἦν παλαιὸς τοῖς Ἰουδαίοις· μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον
ἀγάγωμεν· Ὅτε τῶν Αἰγυπτιακῶν θορύβων καὶ τῆς τοῦ βαρβάρου τυραννίδος τὸν τῶν
Ἑβραίων δῆμον ἀπήλλαξεν ὁ Θεὸς, ὁρῶν αὐτοὺς ἔτι λείψανα ἀσεβείας ἔχοντας καὶ
περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ μεγέθη καὶ κάλλη ναῶν θαυμάζοντας, ἐκέλευσεν
αὐτοῖς οἰκοδομηθῆναι ναόν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ
τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐν τῇ γῇ ναοὺς
ἀποκρύπτοντα. Καὶ καθάπερ πατὴρ φιλόστοργος διὰ πολλοῦ χρόνου τὸν υἱὸν τὸν
ἑαυτοῦ μιαροῖς ἀνθρώποις καὶ φθορεῦσι καὶ ἀσώτοις συναναστραφέντα καὶ πολλῆς
ἀπολαύσαντα τρυφῆς λαβὼν, μετὰ ἀσφαλείας καὶ σεμνότητος ἐπὶ
πλείονι καθίστησιν αὐτὸν ἀφθονίᾳ, ὥστε μήτε στενοχωρηθέντα τῶν προτέρων μνήμην
λαβεῖν, μήτε εἰς ἐπιθυμίαν ἐκείνων ἐλθεῖν· οὕτω καὶ ὁ Θεὸς βλέπων τοὺς
Ἰουδαίους περὶ τὰ αἰσθητὰ ἐπτοημένους, καὶ ἐν τούτοις πολλὴν ποιεῖται τὴν ὑπερβολὴν,
ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν τῶν Αἰγυπτίων ἢ τῶν παρ᾿ Αἰγυπτίοις ἐλθεῖν.
Καὶ ποιεῖται τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ
νοητοῦ.
Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ
στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι. Καὶ εἰς δύο διατεμὼν τὸν ναὸν
τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι
συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον ἄβατον καὶ ἀθέατον πᾶσι, πλὴν τοῦ
ἀρχιερέως μόνου. Καὶ ὅτι οὐχ ἡμέτερος ταῦτα στοχασμὸς, ἀλλ᾿ ἐν τύπῳ τοῦ κόσμου
παντὸς ὁ ναὸς κατεσκεύαστο, ἄκουσον τί φησιν ὁ Παῦλος, περὶ τοῦ Χριστοῦ λέγων
εἰς τὸν οὐρανὸν ἀναβάντος· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς,
ἀντίτυπα τῶν ἀληθινῶν· δεικνὺς ὅτι τὰ ἐνταῦθα ἀντίτυπα ἦν τῶν ἀληθινῶν. Ὅτι δὲ
καὶ τὸ καταπέτασμα διεῖργε τὰ Ἅγια τῶν ἁγίων ἀπὸ τῶν ἁγίων τῶν ἔξω, καθάπερ
οὗτος ὁ οὐρανὸς τὰ ὑπὲρ αὐτὸν ἀποτειχίζει τούτων τῶν καθ᾿ ἡμᾶς ἁπάντων, ἄκουσον
πῶς καὶ τοῦτο ᾐνίξατο, τὸν οὐρανὸν καταπέτασμα καλέσας. Περὶ γὰρ τῆς ἐλπίδος
λέγων, ὅτι ὡς ἄγκυραν αὐτὴν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, ἐπήγαγε·
Καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν
εἰσῆλθεν Ἰησοῦς, ὑπὲρ τὸν οὐρανὸν ἄνω. Ὁρᾷς πῶς καταπέτασμα τὸν οὐρανὸν
ἐκάλεσεν; Ἔξω μὲν οὖν τοῦ καταπετάσματος ἦν ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ βωμὸς
χαλκοῦς, τὰς θυσίας δεχόμενος καὶ τὰ ὁλοκαυτώματα· ἔσω δὲ τοῦ καταπετάσματος ἡ
κιβωτὸς, περικεκαλυμμένη πάντοθεν χρυσίῳ, τὰς πλάκας ἔχουσα τῆς διαθήκης, καὶ
τὴν στάμνον τὴν χρυσῆν, καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ βωμὸν χρυσοῦν,
οὐχὶ θυσιῶν οὐδὲ ὁλοκαυτωμάτων, ἀλλὰ θυμιάματος μόνου. Καὶ τὰ μὲν ἔξω πατεῖν
πᾶσιν ἐφεῖτο, τὰ δὲ ἔνδον μόνῳ τῷ ἀρχιερεῖ. Καὶ τούτων δὲ αὐτῶν μαρτυρίαν
παρέξομαι πάλιν, τοῦ Παύλου οὕτω πως λέγοντος· Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ
δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Ἅγιον δὲ κοσμικὸν καλεῖ τὴν ἔξω
σκηνὴν, ἐπειδὴ τῷ κόσμῳ παντὶ εἰσιέναι θέμις ἦν· Ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα
καὶ ἡ πρόθεσις τῶν ἄρτων. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ
Ἅγια τῶν ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης
περικεκαλυμμένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ
ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς
Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον. Τούτων δὲ οὕτω κατεσκευασμένων,
εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας
ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς
αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ὅτι καὶ
μόνος εἰσέρχεται ὁ ἀρχιερεὺς, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ παντός;
δʹ. Τί οὖν ταῦτα, φησὶ, πρὸς τὴν
προκειμένην ἡμέραν; Ἀναμείνατε μικρὸν, καὶ μὴ θορυβεῖσθε. Ἄνωθεν γὰρ τὴν πηγὴν
διορύττομεν, καὶ ἐπ᾿ αὐτὴν σπεύδομεν τὴν κορυφὴν ἐλθεῖν, ὥστε μετ᾿ εὐκολίας
ὑμῖν ἅπαντα γενέσθαι δῆλα· μᾶλλον δὲ, ἵνα μὴ μέχρι πολλοῦ ὁ λόγος
συνεσκιασμένος ᾖ, μηδὲ ἀσαφέστερος ὢν ἀπαγορεύειν ὑμᾶς ποιήσῃ πρὸς τὸ μῆκος τῶν
λεγομένων, ἤδη τὴν αἰτίαν ὑμῖν ἐρῶ, δι᾿ ἣν ταῦτα πάντα ἀνεκίνησα. Τίς οὖν ἐστιν
ἡ αἰτία; Ἓξ μῆνας ἐν γαστρὶ ἐχούσης τῆς Ἐλισάβετ τὸν Ἰωάννην, ἡ Μαρία ἤρξατο συλλαμβάνειν.
Ἂν τοίνυν μάθωμεν ποῖος ἐκεῖνος ὁ μὴν ὁ ἕκτος ἦν, εἰσόμεθα καὶ πότε ἤρξατο
συλλαμβάνειν ἡ Μαρία· εἶτα μαθόντες, πότε ἤρξατο συλλαμβάνειν, εἰσόμεθα καὶ
πότε ἔτεκεν, ἐννέα μῆνας ἀριθμήσαντες ἐκ τῆς συλλήψεως. Πόθεν οὖν εἰσόμεθα,
ποῖος ἦν ὁ ἕκτος μὴν τῆς κυήσεως τῆς
Ἐλισάβετ; Ἂν μάθωμεν ποῖος ἦν ὁ μὴν, καθ᾿ ὃν ἤρξατο
συλλαμβάνειν. Πόθεν δὲ εἰσόμεθα ποῖος ἦν ὁ μὴν, καθ᾿ ὃν συνέλαβεν; Ἂν μάθωμεν
κατὰ ποῖον καιρὸν εὐηγγελίσθη Ζαχαρίας ὁ ταύτης ἀνήρ. Αὐτὸ δὲ τοῦτο πόθεν ἡμῖν
ἔσται γνώριμον; Ἀπὸ τῶν θείων Γραφῶν· καθὼς τὸ ἅγιον Εὐαγγέλιον λέγει, ὅτι εἰς
τὰ Ἅγια τῶν ἁγίων ἔνδον ὄντα τὸν Ζαχαρίαν ὁ ἄγγελος εὐηγγελίσατο, καὶ εἶπεν
αὐτῷ περὶ τοῦ τοκετοῦ Ἰωάννου. Ἂν τοίνυν ἀποδειχθῇ σαφῶς ἀπὸ τῶν Γραφῶν, ὅτι
καὶ ἅπαξ εἰσήρχετο εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς, καὶ μόνος, καὶ πότε, καὶ
ποίῳ μηνὶ τοῦ ἐνιαυτοῦ τὸ ἅπαξ τοῦτο εἰσέρχεται, εὔδηλος ἔσται ὁ καιρὸς, καθ᾿
ὃν εὐηγγελίσθη· τούτου δὲ γενομένου δήλου, καὶ ἡ ἀρχὴ τῆς συλλήψεως ἔσται τοῖς
πᾶσι γνώριμος. Ὅτι μὲν οὖν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο, καὶ ὁ Παῦλος ἐδήλωσε,
καὶ ὁ Μωϋσῆς δὲ τοῦτο αὐτὸ δῆλον ποιεῖ, οὕτω λέγων· Καὶ ἐλάλησε Κύριος πρὸς
Μωϋσῆν λέγων· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν
ὥραν εἰς τὸ ἅγιον τὸ ἐσώτερον τοῦ καταπετάσματος εἰς τὸ πρόσωπον τοῦ
ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ οὐκ ἀποθανεῖται. Καὶ
πάλιν· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου,
εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ ἅγια, ἕως ἂν
ἐξέλθῃ, καὶ ἐξιλάσεται περὶ ἑαυτοῦ, καὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάσης τῆς
συναγωγῆς τῶν υἱῶν Ἰσραήλ· καὶ ἐξιλάσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ἔναντι Κυρίου.
Ὅτι μὲν οὖν οὐ διὰ παντὸς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, οὔτε ἔνδον ὄντος αὐτοῦ
ἅψασθαι θέμις ἦν τινα, ἀλλ᾿ ἔξω παρὰ τὸ καταπέτασμα ἑστάναι, δῆλον ἀπὸ τούτων.
Ἀλλὰ κατέχετε δὴ ταῦτα μετὰ ἀκριβείας. Ὑπόλοιπον γάρ ἐστι δεῖξαι, ποῖος ἦν ὁ
καιρὸς, καθ᾿ ὃν εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ὅτι ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος
τοῦτο ἔπραττε. Πόθεν οὖν τοῦτο δῆλον; Ἀπ᾿ αὐτοῦ τοῦ βιβλίου τούτου. Οὕτω γάρ
πώς φησιν· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, δεκάτῃ τοῦ μηνὸς, ταπεινώσετε τὰς ψυχὰς ὑμῶν,
καὶ πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ, ὁ αὐτόχθων, καὶ ὁ προσήλυτος ὁ προσκείμενος
ἐν ὑμῖν. Ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξιλάσεται περὶ ὑμῶν, καθαρίσαι ὑμᾶς περὶ πασῶν
τῶν ἁμαρτιῶν ὑμῶν· ἐναντίον Κυρίου καθαρισθήσεσθε. Σάββατα σαββάτων, ἀνάπαυσις
αὕτη ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν.
Καὶ ἐξιλάσεται ὁ ἱερεύς, ὃν ἂν χρίσωσιν αὐτὸν, καὶ ὃν ἂν τελειώσωσι τὰς χεῖρας
αὐτοῦ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτοῦ· καὶ ἐνδύσεται τὴν στολὴν αὐτοῦ τὴν
ἁγίαν, καὶ ἐξιλάσεται τὸ ἅγιον τοῦ ἁγίου, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ
θυσιαστήριον ἐξιλάσεται, καὶ ἐξιλάσεται περὶ τῶν ἁμαρτιῶν τῶν ἱερέων, καὶ περὶ
πάσης τῆς συναγωγῆς ἐξιλάσεται. Καὶ ἔσται τοῦτο ὑμῖν νόμιμον αἰώνιον,
ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. Ἅπαξ τοῦ
ἐνιαυτοῦ ποιηθήσεται, καθάπερ συνέταξε Κύριος τῷ Μωϋσῇ. Περὶ τῆς Σκηνοπηγίας
ἐνταῦθα διαλέγεται. Τότε γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ ἀρχιερεὺς εἰσῄει· ὅπερ οὖν καὶ
αὐτὸς ἐδήλωσεν, εἰπών, ὅτι Ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο ποιηθήσεται.
εʹ. Εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς
Σκηνοπηγίας εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων ὁ ἀρχιερεὺς μόνος, φέρε λοιπὸν
ἀποδείξωμεν, ὅτι τότε ὤφθη ὁ ἄγγελος τῷ Ζαχαρίᾳ, ἡνίκα εἰς τὰ Ἅγια τῶν ἁγίων
ἦν· μόνῳ γὰρ αὐτῷ ὤφθη θυμιῶντι· μόνος δὲ ὁ ἀρχιερεὺς οὐδέποτε εἰσέρχεται, ἀλλ᾿
ἢ τότε μόνον. Οὐδὲν δὲ κωλύει καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων· Ἐγένετο ἐν ταῖς
ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, καὶ ἡ
γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. Ἐγένετο δὲ, ἐν
τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ
ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Καὶ
πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν προσευχόμενον ἔξω, τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἀναμνήσθητί
μοι, ἀγαπητέ, τῆς μαρτυρίας ἐκείνης, τῆς λεγούσης· Καὶ πᾶς ἄνθρωπος οὐκ ἔσται
ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, εἰσπορευομένου αὐτοῦ ἐξιλάσασθαι εἰς τὰ Ἅγια τῶν
ἁγίων, ἕως ἂν ἐξέλθῃ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ
θυσιαστηρίου τοῦ θυμιάματος. Οὐκ εἶπε, τοῦ θυσιαστηρίου τῶν θυσιῶν, ἀλλά, τοῦ
θυσιαστηρίου τοῦ θυμιάματος. Τὸ γὰρ θυσιαστήριον τὸ ἔξω θυσιῶν ἦν καὶ
ὁλοκαυτωμάτων, τὸ δὲ ἔσω θυμιάματος. Ὥστε καὶ ἀπὸ τούτου, καὶ ἀπὸ τοῦ ὀφθῆναι
αὐτῷ μόνῳ, καὶ ἀπὸ τοῦ λέγεσθαι, ὅτι ἔξω ἦν ὁ λαὸς προσδεχόμενος αὐτὸν, εὔδηλον
ὅτι εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῆλθε. Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος
ἐπέπεσεν ἐπ᾿ αὐτόν· Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι
εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ
καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ
ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν. Ἐξελθὼν δὲ διένευεν αὐτοῖς, καὶ οὐκ ἠδύνατο
λαλῆσαι. Ὁρᾷς ὅτι ἐσωτέρω τοῦ καταπετάσματος ἦν; Τότε τοίνυν εὐηγγελίσθη. Ὁ δὲ
καιρὸς τοῦ εὐαγγελισμοῦ ὁ τῆς Σκηνοπηγίας ἦν καὶ τῆς νηστείας· τοῦτο γάρ ἐστι
τὸ, Ταπεινώσετε τὰς ψυχὰς ὑμῶν. Τελεῖται δὲ ἡ ἑορτὴ αὕτη τοῖς Ἰουδαίοις περὶ τὰ
ἔσχατα τοῦ Γορπιαίου μηνὸς, καθὼς καὶ ὑμεῖς μαρτυρεῖτε· τότε γὰρ τοὺς πολλοὺς
καὶ μακροὺς πρὸς Ἰουδαίους ἀνηλώσαμεν λόγους, τῆς ἀκαίρου αὐτῶν νηστείας
κατηγοροῦντες. Τότε τοίνυν καὶ ἡ Ἐλισάβετ συνέλαβεν, ἡ γυνὴ Ζαχαρίου· καὶ
περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν
ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Εὔκαιρον οὖν δεῖξαι
λοιπόν, ὅτι τὸν ἕκτον μῆνα ταύτης ἐχούσης ἐν τῇ κυήσει τοῦ Ἰωάννου, ἡ Μαρία
λαμβάνει τῆς συλλήψεως τὰ εὐαγγέλια. Ἐπειδὴ γὰρ ἦλθε πρὸς αὐτὴν Γαβριήλ, καὶ
ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν
γαστρί, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· θορυβουμένης δὲ
ἐκείνης, καὶ τὸν τρόπον ἐπιζητούσης μαθεῖν, ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ·
Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σἐ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ
γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής
σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ
τῇ καλουμένῃ στείρα· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἰ τοίνυν μετὰ
τὸν Γορπιαῖον μῆνα ἀρχὴν ἔλαβε συλλαμβάνειν ἡ Ἐλισάβετ, καθὼς ἀποδέδεικται,
ἀριθμῆσαι ἐξ ἐκείνου δεῖ τοὺς μεταξὺ μῆνας ἕξ. Εἰσὶ τοίνυν οὗτοι οἱ μῆνες, Ὑπερβερεταῖος,
Δῖος, Ἀπελλαῖος, Αὐδοναῖος, Περίτιος, Δύστρος. Μετὰ τοῦτον οὖν τὸν ἕκτον μῆνα
ἀρχὴν ἡ Μαρία τῆς συλλήψεως ἔλαβεν· ὅθεν καὶ ἐννέα μῆνας ἀριθμοῦντες, εἰς τὸν
παρόντα τοῦτον ἀπαντησόμεθα μῆνα. Ἔστιν οὖν ὁ πρῶτος μὴν τῆς συλλήψεως τοῦ
Δεσπότου Ἀπρίλλιος, ὅς ἐστι Ξανθικός· μεθ᾿ ὃν Ἀρτεμίσιος, Δέσιος, Πάνεμος,
Λώϊος, Γορπιαῖος, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος, καὶ οὗτος ὁ μὴν ὁ ἐνεστώς,
καθ᾿ ὃν τὴν ἡμέραν ἐπιτελοῦμεν. Ἵνα δὲ καὶ σαφέστερον ὑμῖν πάλιν γένηται τὸ
λεγόμενον, ἐν συντόμῳ τὰ αὐτὰ πάλιν ἀναλαβών, ἐρῶ πρὸς τὴν ὑμετέραν ἀγάπην·
Ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο μόνος ὁ ἀρχιερεὺς εἰς τὰ Ἅγια τῶν ἁγίων. Πότε δὲ
τοῦτο ἐγίνετο; Ἐν τῷ μηνὶ τῷ Γορπιαίῳ. Τότε οὖν εἰσῆλθεν ὁ Ζαχαρίας εἰς τὰ Ἅγια
τῶν ἁγίων· τότε καὶ εὐηγγελίσθη περὶ τοῦ Ἰωάννου. Ἀνεχώρησεν οὖν ἐκεῖθεν, καὶ
ἤρξατο συλλαμβάνειν ἡ γυνὴ αὐτοῦ. Μετὰ δὲ τὸν Γορπιαῖον, ἕκτον μῆνα ἐχούσης τῆς
Ἐλισάβετ, ὅσπερ ἐστὶν ὁ Δύστρος, ἤρξατο συλλαμβάνειν λοιπὸν ἡ Μαρία. Ἀπὸ
Ξανθικοῦ τοίνυν ἐννέα ἀριθμοῦντες μῆνας, εἰς τὸν παρόντα ἥξομεν μῆνα, καθ᾿ ὃν ὁ
Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη.
Ϛʹ. Ἀλλὰ τὰ μὲν περὶ τῆς ἡμέρας πάντα
ὑμῖν δῆλα ἐποιήσαμεν· ἓν δὲ λοιπὸν εἰπὼν, καταπαύσω τὸν λόγον, τῷ κοινῷ
διδασκάλῳ τῶν μειζόνων παραχωρήσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀκούοντες,
ὅτι Θεὸς ἐτέχθη ἐν σαρκὶ, καταγελῶσι διασύροντες, καὶ πολλοὺς τῶν ἀφελεστέρων
θορυβοῦσι καὶ ταράττουσιν· ἀναγκαῖον καὶ πρὸς ἐκείνους, καὶ πρὸς τοὺς
ταραττομένους εἰπεῖν, ὥστε μὴ θορυβεῖσθαί ποτε, ὑπὸ ἀφρόνων ἀνθρώπων
ἀναπειθομένους, μήτε ταράττεσθαι ἐκ τοῦ τῶν ἀπίστων γέλωτος. Καὶ γὰρ τὰ παιδία τὰ
μικρὰ πολλάκις γελᾷ, σπουδαιολογουμένων ἡμῶν καὶ περὶ τῶν ἀναγκαίων
ἀσχολουμένων· ἀλλ᾿ οὐ τῆς τῶν γελωμένων πραγμάτων εὐτελείας, ἀλλὰ τῆς τῶν
γελώντων ἀνοίας τεκμήριον ὁ γέλως ἐστίν. Ὅπερ οὖν καὶ ἐπὶ τῶν Ἑλλήνων ἔστιν
εἰπεῖν, ὅτι παίδων ἀνοητότερον σχεδὸν διακείμενοι, τὰ φρίκης ἄξια καὶ πολλοῦ
θαύματος γέμοντα διασύρουσι, τὰ δὲ ἀληθῶς καταγέλαστα σεμνύνουσι καὶ
περιστέλλουσιν. Ἀλλ᾿ ὅμως καὶ τὰ ἡμέτερα παρ᾿ ἐκείνοις γελώμενα ἐπὶ τῆς οἰκείας
σεμνότητος μένει, οὐδὲν ἀπὸ τοῦ γέλωτος ἐκείνων εἰς τὴν ἑαυτῶν παραβλαπτόμενα
δόξαν· καὶ τὰ αὐτῶν πανταχόθεν περιστελλόμενα τὴν οἰκείαν ἀσχημοσύνην
ἐνδείκνυται. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εὐολίσθους ὑπάρχοντας
εἰς λίθους καὶ ξύλα καὶ εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεούς, καὶ καθάπερ
ἐν δεσμωτηρίῳ τινὶ ἀποκλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν, μήτε
λέγειν· ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ Θεὸς ζῶντα ἐκ
Πνεύματος ἁγίου, δι᾿ αὐτοῦ τὴν οἰκουμένην ὠφέλησε; Καὶ ποῖον ἔγκλημα τοῦτο; Εἰ
γὰρ αἰσχρόν, ἐν ἀνθρωπίνῳ σώματι Θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ,
καὶ τοσοῦτον, ὅσον λίθος καὶ ξύλον ἀτιμότερον ἀνθρώπου, εἰ μὴ ἄρα καὶ τῶν
ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ γὰρ
καὶ εἰς αἰλούρους καὶ κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἔτι τούτων
ἀτιμότερα τοῦ Θεοῦ κατάγειν τολμῶσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτε
λέγομεν, οὔτε ἀκοῦσαί ποτε ἂν ἀνασχοίμεθα· ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα
καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ ἁπάσῃ γεγενημένην ἄβατον ἐκ παρθενικῆς μήτρας
ἀνέλαβεν ὁ Χριστὸς, καὶ τὸ οἰκεῖον διωρθώσατο πλάσμα. Κἀκεῖνοι μέν, καὶ οἱ τὰ
αὐτὰ ἀσεβοῦντες αὐτοῖς Μανιχαῖοι, εἰς κύνας καὶ πιθήκους καὶ θηρία παντοδαπὰ
τὴν οὐσίαν εἰσάγοντες τοῦ Θεοῦ (τὴν γὰρ ψυχὴν τούτοις ἅπασιν ἐκ τῆς οὐσίας
ἐκείνης εἶναί φασιν), οὐ φρίττουσιν οὐδὲ καταδύονται, ἡμᾶς δὲ ἀνάξια τοῦ Θεοῦ
λέγειν φασίν, ὅτι τούτων μὲν οὐδὲν οὔτε εἰς νοῦν λαβεῖν ἀνεχόμεθα· ὃ δὲ αὐτῷ
πρέπον ἦν καὶ προσῆκον, λέγομεν, ὅτι τὸ οἰκεῖον ἔργον ἐλθὼν διωρθώσατο τῷ τῆς
γεννήσεως ταύτης τρόπῳ. Τί λέγεις, εἰπέ μοι, ὦ ἄνθρωπε; Τὴν τῶν ἀνδροφόνων
ψυχὴν καὶ τὴν τῶν γοήτων τῆς οὐσίας εἶναι λέγων τοῦ Θεοῦ, ἡμῖν τολμᾷς ἐγκαλεῖν,
ὅτι τούτων μὲν οὐδὲν ἀνεχόμεθα, οὔτε ὑπομένομεν ἀκοῦσαι λεγόμενον, ἀλλὰ καὶ
τοὺς λέγοντας ἀσεβείας κρίνομεν μετόχους· ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ
κατασκευάσας ὁ Θεὸς, δι᾿ ἐκείνου τὴν τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον
εἰσήγαγε τὸν ἡμέτερον. Καὶ πῶς οὐκ ἂν εἴητε μυρίων θανάτων ἄξιοι, καὶ ὑπὲρ τῶν
ἐγκλημάτων, ὧν ἡμῖν ἐγκαλεῖτε, καὶ ὑπὲρ τῶν ἀσεβημάτων, ὧν ἀσεβοῦντες οὐ
παύεσθε; Εἰ γὰρ ἀπρεπὲς Θεῷ, σῶμα οἰκῆσαι καθαρὸν καὶ ἄμωμον, ὡς ὑμεῖς λέγετε·
πολὺ μᾶλλον ἀπρεπέστερον, τὸ τοῦ γόητος, τὸ τοῦ τυμβωρύχου, τὸ τοῦ λῃστοῦ, τὸ
τοῦ πιθήκου, τὸ τοῦ κυνὸς, οὐκ αὐτὸ τὸ ἅγιον καὶ ἄμωμον καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς
νῦν καθεζόμενον. Ποία γὰρ ἂν βλάβη τῷ Θεῷ γένοιτ᾿ ἂν ἀπὸ τῆς
οἰκονομίας ταύτης, ἢ ποία κηλίς; Οὐχ ὁρᾶτε τουτονὶ τὸν
ἥλιον, οὗ τὸ σῶμά ἐστιν αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἄν μυριάκις
ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες; Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ
καὶ γῆ, καὶ θάλασσα, καὶ πᾶσα ἁπλῶς ἡ ὁρωμένη κτίσις, τῇ ματαιότητι
ὑποτέτακται. Καὶ ἄκουε Παύλου τοῦτο δηλοῦντος, ἐν οἷς φησι· Τῇ γὰρ ματαιότητι ἡ
κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι. Εἶτα δηλῶν, τί
ποτέ ἐστι, ματαιότητι ὑποταγῆναι, ἐπήγαγε, λέγων· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται
ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.
Ὥστε νῦν ἐπίκηρός ἐστι, καὶ φθαρτή ἐστι· τὸ γὰρ τῇ φθορᾷ δουλεύειν οὐδὲν ἕτερόν
ἐστιν, ἢ φθαρτὸν εἶναι. Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς
ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν
πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα
παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς
πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ
μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης
ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων Δεσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ
ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο. Ταῦτα οὖν
ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης· Ἐνοικήσω ἐν
αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ
Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν
ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ
τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν
τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ
οὐδεμία παρ᾿ ἡμῶν γένοιτ᾿ ἄν, ἀλλ᾿ ἢ μόνον ἡ
σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν
ἐπιμέλεια.
ζʹ. Μὴ τοίνυν γενώμεθα ἀγνώμονες περὶ
τὸν εὐεργέτην, ἀλλὰ τὰ κατὰ δύναμιν ἅπαντες ἅπαντα εἰσενέγκωμεν, πίστιν,
ἐλπίδα, ἀγάπην, σωφροσύνην, ἐλεημοσύνην, φιλοξενίαν. Καὶ ὃ πρώην ὑμᾶς
παρεκάλεσα, τοῦτο καὶ νῦν, καὶ ἀεὶ παρακαλῶν οὐ παύσομαι. Τί δὲ τοῦτό ἐστι;
Μέλλοντες προσιέναι τῇ φρικτῇ καὶ θείᾳ ταύτῃ τραπέζῃ καὶ ἱερᾷ μυσταγωγίᾳ, μετὰ
φόβου καὶ τρόμου τοῦτο ποιεῖτε, μετὰ καθαροῦ συνειδότος, μετὰ νηστείας καὶ
προσευχῆς, μὴ θορυβοῦντες, μηδὲ λακτίζοντες, μηδὲ ὠθοῦντες τοὺς πλησίον·
ἐσχάτης γὰρ τοῦτο παρανοίας, καὶ καταφρονήσεως οὐ τῆς τυχούσης. Διὸ καὶ πολλὴν
ἐπάγει τοῖς ταῦτα ποιοῦσι τὴν κόλασιν καὶ τὴν τιμωρίαν. Ἐννόησον, ὦ ἄνθρωπε,
ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ· ἐνθυμήθητι καὶ ὅτι γῆ
ὢν καὶ σποδὸς, αἷμα καὶ σῶμα Χριστοῦ μεταλαμβάνεις. Καὶ βασιλέως μὲν εἰς
εὐωχίαν καλοῦντος ὑμᾶς, μετὰ φόβου ἀνακλίνεσθε, καὶ τῶν προκειμένων μετὰ αἰδοῦς
καὶ ἡσυχίας μεταλαμβάνετε ἐδεσμάτων· τοῦ Θεοῦ δὲ καλοῦντος ἐπὶ τὴν ἑαυτοῦ
τράπεζαν, καὶ τὸν ἑαυτοῦ προτιθέντος Υἱὸν, ἀγγελικῶν δυνάμεων παρισταμένων μετὰ
φόβου καὶ τρόμου, καὶ τῶν Χερουβὶμ κατακαλυπτόντων τὰ πρόσωπα, τῶν Σεραφὶμ
κραζόντων τρόμῳ, Ἅγιος, ἅγιος, ἅγιος Κύριος· σὺ κράζεις, εἰπέ μοι, καὶ θορυβῇ
πρὸς τὴν πνευματικὴν ταύτην ἐστίασιν; Οὐκ οἶδας, ὅτι γαλήνης δεῖ γέμειν τὴν
ψυχὴν κατ᾿ ἐκεῖνον τὸν καιρόν; Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου
καὶ θυμοῦ καὶ ταραχῆς· ταῦτα γὰρ ἀκάθαρτον ποιεῖ τὴν προσιοῦσαν ψυχήν. Τίς οὖν
ἂν γένοιτο ἡμῖν συγγνώμη, εἰ μετὰ τοσαῦτα ἁμαρτήματα μηδὲ τὸν καιρὸν τῆς
προσελεύσεως καθαρεύομεν τῶν ἀλόγων παθῶν ἐκείνων; Τί δὲ ὅλως ἀναγκαιότερον τῶν
προκειμένων; ἢ τί ἡμᾶς θορυβεῖ, ἵνα σπουδάσωμεν, τοῦτο καταλιπόντες, ἐκεῖ
τρέχειν; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ κινήσωμεν τὴν ὀργὴν τοῦ Θεοῦ καθ᾿ ἑαυτῶν.
Φάρμακόν ἐστι σωτήριον τῶν ἡμετέρων τραυμάτων τὸ προκείμενον, πλοῦτός ἐστιν
ἀνελλιπὴς, βασιλείας οὐρανῶν πρόξενος. Φρίξωμεν τοίνυν προσιόντες,
εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ
οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες
ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν
οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν
καταφιλήσωμεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν,
ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ᾿ εἰς σωφροσύνην ψυχῆς, εἰς
ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ
μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν.
Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι. Τί γὰρ ὄφελος, ἁπλῶς καὶ εἰκῆ
τρέχειν ἐνταῦθα, μηδὲν τῶν χρησίμων μανθάνοντας; ποῖον δὲ κέρδος, ἀεὶ τὰ πρὸς
χάριν ὁμιλεῖν; Βραχὺς ὁ παρὼν καιρὸς, ἀγαπητοί· νήψωμεν, γρηγορήσωμεν,
συγκροτήσωμεν ἑαυτοὺς, πᾶσαν σπουδὴν περὶ πάντας γνησίαν ἐπιδειξώμεθα, περὶ
πάντα γενώμεθα εὐλαβεῖς· κἄν ἀκροᾶσθαι δέοι τῶν θείων λογίων, κἄν εὔχεσθαι, κἄν
προσιέναι, κἄν ἕτερόν τι ποιεῖν, μετὰ φόβου καὶ τρόμου τοῦτο γινέσθω, ἵνα μὴ
κατάραν ἐπισπασώμεθα διὰ τῆς ῥᾳθυμίας. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὸ
ἔργον τοῦ Κυρίου ἀμελῶς. Ὁ θόρυβος καὶ ἡ ὀργὴ ὕβρις εἰς τὴν προκειμένην θυσίαν
γίνεται. Καταφρόνησις ἐσχάτη, μεμολυσμένον ἑαυτὸν προσενέγκαι τῷ Θεῷ. Ἄκουσον
τί περὶ τῶν τοιούτων φησὶν ὁ Ἀπόστολος· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει,
φθερεῖ τοῦτον ὁ Θεός. Μὴ τοίνυν ἀντὶ καταλλαγῆς παροξύνωμεν τὸν Θεὸν, ἀλλὰ
πᾶσαν ἐπιμέλειαν καὶ πάντα κόσμον ἐπιδεικνύμενοι, καὶ ἀταραξίαν ψυχῆς, μετ᾿
εὐχῆς καὶ συντετριμμένης καρδίας προσίωμεν, ἵνα καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην
ἡμῶν Ἰησοῦν Χριστὸν ἐξιλεωσάμενοι, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ
Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου