Παρασκευή 9 Σεπτεμβρίου 2022

Προσευχή ευσεβούς λαού

Δέ­σπο­τα τῶν ἁ­πά­ντων, Κύ­ρι­ε οὐ­ρα­νοῦ καὶ γῆς καὶ πά­σης κτί­σε­ως, ὁ­ρω­μέ­νης τε καὶ οὐχ ὁ­ρω­μέ­νης,

ὁ κα­θή­με­νος ἐ­πὶ θρό­νου δό­ξης, καὶ ἐ­πι­βλέ­πων ἀ­βύσ­σους·

Ἄ­ναρ­χε, Ἀ­ό­ρα­τε, Ἀ­κατά­λη­πτε,

Ἀ­πε­ρί­γρα­πτε, Ἀ­ναλ­λοίω­τε, Ὑπερούσιε,

Μεγαλώνυμε, Μεγαλουργέ, Εὐεργέτα, Προσκυνητέ, Ὑπέρθεε Κύριε,

εἰς Σέ, τὸν Μόνον Ὄντα, καὶ χορηγοῦντα εἰς τὰ πάντα καὶ τοὺς πάντας τὴν ὑπόστασιν καὶ τὴν ζωήν, συνέχοντα δὲ προνοητικῶς ἐν Ἀπείρῳ Ἀγαθότητι τὴν σύμπασαν κτίσιν,

ἐξαιρέτως δὲ τὸ πεφιλημένον πλάσμα σου τὸν ἄνθρωπον καὶ ἔτι πλέον τὰ ἐπίλεκτα μέλη τῆς Ἐκκλησίας Σου, τοὺς κλητοὺς Ἁγίους,

Εἰς Σὲ τοὺς ὀφθαλμοὺς ἀτενῶς στρέφομεν, καὶ τὰς χεῖρας ὑψοῦμεν καὶ τὰς καρδίας προσφέρομεν καὶ πᾶσαν τὴν ὕπαρξιν ἡμῶν ἀνατιθέμεθα, ἀφορῶντες εἰς τὴν ποθητὴν Βασιλείαν Σου.

Εἰς Σὲ παρακατατιθέμεθα δὲ και τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ πᾶσαν ἐλπίδα, διὰ τὸ παρὸν τοῦτο τὸ ἐπίμοχθον καὶ ἐπισφαλὲς τῆς ἐπὶ γῆς πορείας ἡμῶν, ὡς καὶ διὰ τὸν αἰώνιον προορισμὸν ἡμῶν.

Καὶ δεόμεθά Σου, Δέσποτα Παντοκράτορ·

Ἐν εἰρήνῃ ἀδιαταράκτῳ κυβέρνησον τὴν ζωὴν ἡμῶν καὶ τὸ πολίτευμα.

Σύνεσιν καὶ σοφίαν ἐν παντὶ ἡμῖν δώρησαι.

Πνεῦμα σοφίας Σου παράσχου τοῖς ἡμῶν διαλογισμοῖς καὶ σχεδιασμοῖς καὶ ἐπιλογαῖς καὶ πράξεσι.

Τῇ νεότητι καὶ τοῖς τέκνοις ἡμῶν τοὺς πατρικοὺς οἰκτιρμούς Σου ἀφειδῶς βράβευσον καὶ τοῦ μέλλοντος αὐτῶν αἰσίαν εὐόδωσιν ἀσφάλισον, ἐν νουνεχίᾳ καὶ εὐσεβείᾳ καὶ ἀρετῇ. 
Καὶ Πνεύματι ἡγεμονικῷ πᾶσιν ἡμῖν πίστεως ζώσης ἀκραδάντου τὸ τῆς διανοίας ἡμῶν στήριξον ὀλισθηρόν.
Ἵνα, εὐαρεστοῦντες ἐνώπιόν σου, τὸν ἐπίλοιπον τῆς ζωῆς ἡμῶν βιώσωμεν χρόνον καὶ τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ ἀναγγελήσωμεν καὶ ἀναμεταδώσωμεν τὴν μνήμην τῶν θαυμασίων σου καὶ τὴν εὐλογημένην παρακαταθήκην τῶν ἱερῶν πατέρων ἡμῶν καὶ τύχωμεν τέλος τῶν ἐπηγγελμένων Σου ἀγαθῶν.
Ναί, Κύριε, ἀπόδος ἡμῖν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ τὰ ἐπείγοντα ταῦτα αἰτήματα τῶν ψυχῶν ἡμῶν.

Ὁ γὰρ λαός Σου καὶ ἡ Ἐκκλησία σου ἱκετεύουσί Σε.

Καὶ παρὰ Σοῦ πᾶν ἀγαθὸν δώρημα καταπέμπεται καὶ παρὰ Σοῦ πάσαν λύσιν διὰ πᾶν ἄπορον ἐλπίζομεν.

Καὶ ὁμολογοῦμεν τὴν Χάριν καὶ προσκυνοῦμεν τὴν Παναγαθότητα καὶ Παντοκρατορίαν τὴν Σὴν καὶ ἀπονέμομεν εὐχαρίστως τὴν τιμὴν καὶ τὸ κρᾶτος καὶ ὕμνον καὶ αἶνον ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς ἀλήκτους τῆς δόξης Σου αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου