In
diem sabbati sancti
Ἀμφιλοχίου ἐπισκόπου
Ἰκονίου
λόγος τῷ ἁγίῳ
σαββάτῳ.
Ἐπιτάφιον
ἑορτὴν τοῦ
σωτῆρος ἡμῶν
ἑορτάζομεν σήμερον.
Καὶ ὁ μὲν
παρὰ τοῖς νεκροῖς
κάτω τοῦ θανάτου
τὰ δεσμὰ διαλύων
καὶ φωτὸς τὸν
ᾅδην πληρῶν καὶ
ἀφυπνίζων τοὺς
κεκοιμημένους, ἡμεῖς
δὲ χορεύομεν ὑπὲρ
γῆν τὴν ἀνάστασιν
φανταζόμενοι καὶ οὐ
δεδοίκαμεν τὴν φθοράν,
μὴ κατισχύσῃ
τῆς ἀφθαρσίας.
Οὐ δώσεις γάρ,
φησί, τὸν ὅσιόν
σου ἰδεῖν διαφθοράν.
Καὶ
ἴσως ἡμῶν
τὴν φιλοσοφίαν γελῶσι
Ἰουδαῖοι καὶ
Ἕλληνες· οἱ μὲν
ἕτερον Χριστὸν προσδεχόμενοι,
οἱ δὲ τάφοις
ἐναποκλείσαντες αὐτῶν
τὰς ἐλπίδας,
περὶ ὧν εἰκότως
ὁ προφήτης φησίν·
Οἱ τάφοι αὐτῶν
οἰκίαι αὐτῶν
εἰς τὸν αἰῶνα.
Ἀλλ᾿ οἱ μὲν
γελῶντες στενάζουσι -στενάξουσι
γὰρ ὕστερον ὁρῶντες
εἰς ὃν ἐξεκέντησαν
καὶ ἐξύβρισαν-,
ἡμεῖς δὲ
δακρύοντες ἡδονῇ
τὸ πάθος κεράσωμεν.
Ἥρπασεν
ὁ θάνατος τὸν
δεσπότην Χριστόν, ἀλλ᾿
οὐ καθέξει παρ᾿ ἑαυτῷ
τὴν ζωήν. Κατέπιεν
ἀγνοήσας, ἀλλ᾿
ἐξεμέσει πολλοὺς
σὺν αὐτῷ.
Ἑκὼν κατέχεται
νῦν, μετὰ ταύτην
τὴν ἡμέραν
σκυλεύσας τὸν ᾅδην
ἀνίσταται. Χθὲς
ἠμαύρωσε τὸν
ἥλιον σταυρωθείς, καὶ
μεσούσης ἡμέρας
ἐπεισῆλθε νύξ,
σήμερον ὁ θάνατος
παραλύεται ξένον νεκρὸν
εἰσδεξάμενος. Χθὲς
ἐπένθησεν ἡ
κτίσις τὴν τῶν
Ἰουδαίων μανίαν
ὁρῶσα καὶ
στολὴν πενθικὴν τὸ
σκότος ἐνεδύσατο,
σήμερον ὁ λαὸς
ὁ καθήμενος ἐν
σκότει φῶς εἶδε
μέγα. Χθὲς ἐδονήθη
ἡ γῆ καὶ
περὶ φυγῆς ἐβουλεύετο
καὶ διαστῆναι τοῖς
ἐνοικοῦσιν ἠπείλει
καὶ τὰ μὲν
ὄρη ἐκόπτετο,
ἐσχίζοντο δὲ
αἱ πέτραι· γυμνὸς
δὲ ἦν ὁ
ναὸς καθάπερ ἔμπνους
τὸ ἱμάτιον
διαῤῥήξας, δι᾿ ὧν ἔπαθε
δεικνὺς ὡς ἐβεβηλώθη
τὰ ἅγια. Τὰ
ἄψυχα τοῦ τολμήματος
ᾔσθετο, οἱ δὲ ταῦτα
τολμῶντες ἀναισθήτους
εἶχον ψυχάς. Ἠγανάκτει
τὰ στοιχεῖα καὶ
μικροῦ τὴν τάξιν
ἀπέλιπε καὶ
σύγχυσιν εἰργάσατο
τοῦ παντός, εἰ
μὴ τοῦ δημιουργοῦ
τῆς βουλήσεως ᾔσθετο,
ὅτι μὴ ἄκων
ὑβρίζετο.
Ὢ
καινῶν καὶ παραδόξων
πραγμάτων! Ξύλῳ
τανύεται ὁ λόγῳ
τείνας τὸν οὐρανόν,
καὶ δεσμοῖς περιβάλλεται
ὁ δήσας ψάμμῳ
τὴν θάλασσαν, καὶ
ποτίζεται χολὴν ὁ
τὰς πηγὰς τοῦ
μέλιτος χαρισάμενος, καὶ
στεφανοῦται ἀκάνθαις
ὁ τὴν γῆν
στεφανώσας τοῖς ἄνθεσι,
καὶ τύπτεται μὲν
καλάμῳ τὴν
κεφαλὴν ὁ πατάξας
τὴν Αἴγυπτον ταῖς
δέκα πληγαῖς καὶ
τὴν κεφαλὴν τοῦ
Φαραὼ καλύψας τοῖς
ὕδασιν, ἐμπτύεται
δὲ τὸ πρόσωπον
ὃν ἰδεῖν
οὐ φέρει τὰ
χερουβίμ.
Ταῦτα
δὲ πάσχων ὑπὲρ
τῶν σταυρούντων προσηύχετο
λέγων· Πάτερ, ἄφες
αὐτοῖς, οὐ
γὰρ οἴδασι τί
ποιοῦσιν. Ἀγαθότητι
τὴν κακίαν νικᾷ,
ἀπολογεῖται ὑπὲρ
τῶν χριστοκτόνων εἰς
σωτηρίαν αὐτοὺς
σαγηνεύων, λύει τὸ
ἔγκλημα τὴν ἄγνοιαν
αἰτιώμενος, οὐ
χαλεπαίνει τῆς ἐκείνων
παροινίας γινόμενος παίγνιον,
δέχεται τὴν μέθην
καὶ φιλανθρωπίᾳ καλεῖ
πρὸς μετάνοιαν.
Τί
δεῖ λέγειν τὰ
πλείω; Οὐδὲν
τῆς ἀγαθότητος
ἀπωνάμενοι ἐγκλείουσι
τάφῳ ὃν
οὐδὲν τῶν
ὄντων χωρεῖ καὶ
σήμαντρα ἐπιτιθέασι
ἡμῖν τὴν
σωτηρίαν φυλάττοντες καὶ
δεδιότες τὴν ἀνάστασιν
στρατιώτας φύλακας ἐφιστῶσι
τῷ μνήματι.
Τίς
εἶδε νεκρὸν φυλαττόμενον;
Μᾶλλον δὲ τίς
εἶδε νεκρὸν πολεμούμενον;
Τίς ἤκουσε τελευτὴν
ἀμφιβαλλομένην καὶ
δέος ἐμποιοῦσαν
τοῖς ἐργασαμένοις;
Τίς οὐκ ἐπαύσατο
πρὸς ἐχθρὸν
τὴν ψυχὴν ἀφειλάμενος;
Τίς οὐ κατέλυσεν
ἔχθραν ἀρκεσθεὶς
θανάτῳ τοῦ
δυσμενοῦς; Τί ὃν
ἀνήλωσας δειλιᾷς,
ὦ Ἰουδαῖε;
Τί φοβῇ ὃν
ἀπέκτεινας; Τί
τρέμεις τὸν μεταστάντα;
Τί δέδοικας τὸν
ἀναιρεθέντα; Τί
ὃν ἐσταύρωσας
ἀγωνιᾷς; Ἔχεις
ἀπὸ τῆς
σφαγῆς τὴν ἀσφάλειαν.
Θάῤῥει· εἰ ψιλὸς
ἄνθρωπος ὁ τεθνηκώς,
οὐκ ἀνίσταται·
εἰ ψιλὸς ἄνθρωπος,
καλῶς
ἔπηξας
τὸν σταυρόν· εἰ
ψιλὸς ἄνθρωπος, οὐκ
ἀληθεύει 'λύσατε
τὸν ναὸν τοῦτον'
εἰπὼν 'καὶ
ἐν τρισὶν ἡμέραις
ἐγερῶ αὐτόν'·
εἰ ψιλὸς ἄνθρωπος,
τῷ θανάτῳ
κατέχεται· εἰ ψιλὸς
ἄνθρωπος, τί τὸν
τάφον σφραγίζεις, ἀνόητε;
Περίμεινον
τὴν τρίτην ἡμέραν
καὶ ὄψῃ
τῆς ἑαυτοῦ
μανίας τὸν ἔλεγχον.
Παῦσαι περιεργαζόμενος καὶ
θεάσῃ τῶν
πραγμάτων τὴν ἔκβασιν·
παῦσαι λυττῶν κατὰ
τῆς ἀληθείας·
παῦσαι Θεῷ πολεμῶν
καὶ τῷ πολεμεῖν
κατατιτρώσκων ἑαυτόν·
παῦσαι τὸν ἥλιον
τῆς δικαιοσύνης ὑβρίζων
καὶ νομίζων τὰς
ἀκτῖνας ἐκείνας
σβεννύειν· παῦσαι τὴν
πηγὴν τῆς ζωῆς
προσχῶσαι φιλονεικῶν· παῦσαι
τοῖς ἄρχουσιν ἐνοχλῶν
καὶ περὶ φρουρᾶς
διαλεγόμενος· παῦσαι τὸ
ψεῦδος ὠνούμενος
καὶ τοὺς ὁπλίτας
κινῶν. Μὴ κάμῃς
ἀνόνητα, μὴ
εἰς ἀσέβειαν
ἀναλώσῃς
τὰ σά, μὴ
κατὰ Θεοῦ φαντάζου
τὴν νίκην, μὴ
δῷς μισθὸν στρατιώταις
ἕτερα ἀνθ᾿ ἑτέρων
εἰπεῖν, μὴ
παρακοιμίσῃς τὸν
ὄχλον τῷ μνήματι,
μὴ θαῤῥήσῃς
τοῖς ὅπλοις. Ὅπλοις
ἀνάστασις οὐ
κωλύεται, οὐκ ἐμποδίζεται
ταῖς σφραγίσιν, οὐκ
εἴργεται στρατιώταις, οὐ
κλέπτεται χρήμασιν.
Ἀλλ᾿
ἀπιστεῖς; Μὴ
οὐκ εἶδες τὸν
Λάζαρον πάλαι καθάπερ
ὕπνον τὸν θάνατον
ἀποσεισάμενον; Εἶδες
πῶς ἠκολούθησε
τῷ προστάγματι ὁ
νεκρὸς καὶ ὁ
δεσμὸς οὐκ ἐκώλυσεν;
Εἶδες πῶς σὺν
αὐταῖς κειρίαις
ἐβάδιζε τὸ
'Δεῦρο ἔξω' ἀκούσας;
Εἶδες πῶς ἥρμοσεν
ἡ φωνὴ τὸν
διαλυθέντα θανάτῳ;
Ὁ ἐκεῖνα
δυνηθεὶς καὶ ταῦτα
δυνήσεται, ὁ τὸν
δοῦλον ἀναστήσας
αὐτὸς πολλῷ
πλέον ἐγείρεται,
ὁ ζωογονήσας τὸν
σεσηπότα οὐκ ἐάσει
νεκρὸν ἑαυτόν.
Ἀλλὰ
γὰρ ἡ τυφλότης
τῶν Ἰουδαίων
πολλὴ καὶ ὁρῶσα
τὰ θαύματα οὐχ
ὁρᾷ· ὀφθαλμοὺς
ἔχουσι καὶ οὐ
βλέπουσιν, ὦτα ἔχουσι
καὶ οὐκ ἀκούουσιν.
Ὁ θεὸς γὰρ
τοῦ αἰῶνος τούτου
ἐτύφλωσεν αὐτῶν
τὰς καρδίας πρὸς
τὸ μὴ καταυγάσαι
αὐτοῖς τὸ
εὐαγγέλιον τῆς
δικαιοσύνης. Ἀλλ᾿ ἐκείνους
μὲν τέως ἐάσωμεν
τῇ ἀπιστίᾳ,
ἡμεῖς δὲ
λέγωμεν μετὰ τῶν
περὶ Μαρίαν τὴν πιστήν,
κατὰ διάνοιαν ἀναπλάττοντες
ἑαυτοῖς τοῦ
σωτῆρος τὸν τάφον·
'Ἦραν ἡμῶν
τὸν Κύριον καὶ
οὐκ οἴδαμεν τί
ἐποίησαν αὐτόν'.
Αὐτῷ
ἡ δόξα σὺν
τῷ Ἀχράντῳ
Πατρὶ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου