Δευτέρα 25 Δεκεμβρίου 2017
Πέμπτη 30 Νοεμβρίου 2017
Δευτέρα 23 Οκτωβρίου 2017
Τρίτη 10 Οκτωβρίου 2017
Άνθρωπος
«Ἐποίησεν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον
ἄκακον, εὐθῆ, ἐνάρετον, ἄλυπον, ἀμέριμνον,
πάσῃ ἀρετῇ κατηγλαϊσμένον, πᾶσιν ἀγαθοῖς κομῶντα,
οἷόν τινα κόσμον δεύτερον, ἐν μεγάλῳ μικρόν,
ἄγγελον ἄλλον, προσκυνητήν μικτόν,
ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης,
βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν,
ἐπίγειον καὶ οὐράνιον,
πρόσκαιρον καὶ ἀθάνατον,
ὁρατὸν καὶ νοούμενον,
μέσον μεγέθους καὶ ταπεινότητος …
ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην …
τῇ πρὸς Θεὸν νεύσει, θεούμενον»
(Ἰωάννου Δαμασκηνοῦ, Περί Ὀρθοδόξου Πίστεως, PG 94, 921A)
Παρασκευή 22 Σεπτεμβρίου 2017
Πέμπτη 21 Σεπτεμβρίου 2017
Άγιος Φωκας εν Σινώπη
(εορτάζοντα κατά την 22αν Σεπτεμβρίου)
9.1.1 Καλὴ καὶ συμφέρουσα τοῖς
ἀσκουμένοις τὰ σπουδαῖα τῶν ἁγίων ἡ μνήμη. Οὐ γὰρ λόγῳ παιδεύει μόνον τοὺς
ἐπιθυμοῦντας ἀρετῆς καὶ εὐσεβείας, ἀλλὰ καὶ τὰς πράξεις τῶν βεβιωκότων ὀρθῶς
ἐναργεῖς διδασκάλους προτίθησι. Διὸ καὶ ὁ Κύριος ἡμῶν τὰς τῶν ἀρίστων
κατορθωμάτων ὑποθήκας διδοὺς φησίν· Ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας
κληθήσεται· καὶ ἀλλαχοῦ· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι
τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 9.1.2 Ἡ γὰρ
λογικὴ παίδευσις τῆς πρακτικῆς ἐνεργείας ἥττων καὶ ἀσθενεστέρα διδάσκαλος· καὶ
ὅσῳ τῆς ἀκοῆς τὴν ὄψιν ἀκριβεστέραν εἶναί φαμεν, τοσούτῳ διωμολόγηται τοῦ λόγου
τὴν πρᾶξιν κρατεῖν. Οὕτως τὰς ἐπιστήμας μανθάνομεν· οὕτω τὰς τέχνας
ἐκπαιδευόμεθα λόγῳ πρότερον πρὸς τὴν μάθησιν ἐναγόμενοι, εἶτα χειρὶ καὶ πείρᾳ
τὴν ἀμυδρὰν κρατύνοντες. 9.1.3 Καὶ πολλὰ μὲν ὁ γεωμέτρης περὶ τὴν βίβλον καμὼν
καὶ πληρωθεὶς παρὰ τοῦ διδασκάλου τὴν ἀκοὴν οὐκ ἄλλως καταλήψεται τῶν ποικίλων
σχημάτων τὴν δύναμιν, ἂν μὴ καταμάθῃ τὰ κέντρα καὶ τὰς γραμμὰς καὶ τοὺς κύκλους
ἐπὶ τοῦ πίνακος. Οὐ μέντοι οὐδὲ τὸν ἀστρονομίας ἐπιθυμήσαντα ὁ λόγος μόνον
παιδεύει τὸ σπουδαζόμενον, ἂν μὴ τὴν σφαῖραν αὐτῷ περιδινήσας ἐπιστημόνως ὁ
παιδευτὴς τοῖς ὀφθαλμοῖς παραδῷ τοῦ πόλου τὴν κίνησιν. Καὶ ὁ ἰατρικὸς δὲ πολλὰ
τῷ Ἱπποκράτει καμὼν καὶ τοῖς ἄλλοις καθηγηταῖς ἀνεπιστήμων ἐστὶ θεραπευτής,
πρὶν ἂν πρὸς τοὺς πολλοὺς βαδίσας ἀρρώστους παρ᾿ αὐτῶν μάθῃ τῶν νοσούντων τὸ
θεραπεύειν. 9.1.4 Οὕτω δὴ καὶ ἡμεῖς, οἱ μαθηταὶ τῶν μαρτύρων, τὰς πράξεις τῶν
καρτερῶν ἀνδρῶν πρὸ τῆς ὁμολογίας διδασκάλους ποιούμενοι, μανθάνομεν ἄχρι τῶν
ἐσχάτων κινδύνων φυλάττειν εὐσέβειαν, αὐτὰς τὰς ἱερὰς θήκας αὐτῶν καθάπερ
στήλας προσβλέποντες γράμμασι κεχαραγμένας καὶ δηλούσας ἀκριβῶς τοῦ μαρτυρίου
τὴν ἀγωνίαν. 9.2.1 Ὥσπερ δὲ οἱ πλησιάζοντες τῇ δρυῒ τῇ Μαμβρῇ ἢ τῷ σπηλαίῳ τῷ
ὠνητῷ, ὅπερ Ἐφραῒμ ὁ Χετταῖος εἰς ταφὴν τῆς Σάρρας ἀπέδοτο, ἔνθα δὴ καὶ αὐτὸς
σὺν τοῖς παισὶν ὁ Πατριάρχης ἀπόκειται, εὐθέως μετὰ τῆς θέας τῶν τόπων ἐν τοῖς
λογισμοῖς ἀνανεοῦνται τὴν φαντασίαν καὶ βλέπουσι τῇ διανοίᾳ τὸν πιστὸν Πατριάρχην,
τὴν ἀπαρχὴν τῆς εὐσεβείας, τὴν ἐν ἐκείνῳ περιτομήν· λογίζονται δὲ καὶ τοὺς τῆς
ἐκείνου ῥίζης ἀποβλαστήσαντας, τὸν Ἰσαάκ, τὸν Ἰακώβ, καὶ μετὰ τῆς μνήμης τῶν
ἀνδρῶν ὅλης τῆς ἐπ᾿ αὐτοὺς ἱστορίας γίνονται θεαταί· 9.2.2 οὕτω κἀγὼ
σήμερον τὸν τίμιον σηκὸν τοῦ τρισμακαρίου Φωκᾶ καταλαβὼν ἐκ τοῦ τόπου πληροῦμαι
τῆς μνήμης πάντων ὁμοῦ τῶν ἐπ᾿ αὐτῷ λεγομένων διηγημάτων· βλέπω τὸν κηπουρὸν τὸ
ἐπιτήδευμα, τὸν ἄπλαστον τὴν ψυχήν, τὸν φιλόξενον, τὸν τῆς παραλίας ἐξαίρετον,
τὸν τῆς μεσογείου εὐεργέτην, τῶν ἁγίων τὸν ἅγιον καὶ τῶν δεδοξασμένων διὰ
Χριστὸν ἐνδοξότερον. 9.3.1 Ἱερὸς μὲν γὰρ καὶ θεσπέσιος ἅπας ὁ τῶν γενναίων
μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ
αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία
τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀποκεκλήρωνται,
ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος. Αἴτιον δὲ
οἶμαι τούτου τὸ λίαν ἀπηκριβώμενον τοῦ κριτοῦ καὶ ἀπρόσκλιτον. 9.3.2 Ἐφορᾷ γὰρ
καὶ τιμωριῶν μεγέθη καὶ καρτερίας ἐνστάσεις, καὶ βασανίζων τὸ ἀγώνισμα τὰς πρὸς
ἀξίαν ἀμοιβὰς διανέμει τοῖς ἀθληταῖς. Καὶ παράδοξον οὐδαμῶς εἰ παρὰ Θεοῦ οὕτως
τιμᾶται τὸ δίκαιον, ὁπότε καὶ παρ᾿ ἡμῖν στρατηγοὶ καὶ ἀγωνοθέται οὐκ ἴσοι
γίνονται τοῖς ἀριστεῦσιν ἢ τοῖς ἀγωνισταῖς, ἀλλὰ δὴ ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ
κατορθώματος τὰς δωρεὰς ἀναλογούσας ἐπιφημίζουσι. 9.4.1 Ταῦτα δὲ διῆλθον, ἵνα
δείξω ὡς ὁ σήμερον ἡμῖν παρασχὼν τοῦ συλλόγου τὴν ἀφορμὴν τῶν ἑταίρων καὶ
συναγωνιστῶν ἐστι περιφανέστερος. Οἱ μὲν γὰρ ἄλλοι οὐ πάντες παρὰ πᾶσι
γνωρίζονται, οὐδὲ βεβοημένην ἔχουσι τὴν ἀνδραγαθίαν· Φωκᾶν δὲ οὐκ ἔστιν ὃς ἀγνοεῖ·
ἀλλ᾿ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου πᾶσιν ὀφθαλμοῖς ἐφήπλωται, οὕτως καὶ ἡ τοῦ
μάρτυρος τούτου φήμη πᾶσαν ἀκοὴν περιήχησε· καὶ ἵνα συνελὼν εἴπω, ὅσοι τὸν
Δεσπότην ἐγνώρισαν Χριστόν, οὗτοι καὶ τὸν πιστὸν δοῦλον ἐγνώρισαν· μᾶλλον δέ,
εἰ δοκεῖ, τῶν κοινῶν πρὸς τοὺς ἄλλους ἐγκωμίων ἀφέμενος τὰ ἐξαίρετα τοῦ
μάρτυρος διηγήματα ὑμῖν τοῖς φιλομάρτυσι διηγήσομαι. Ἤνεγκε τοίνυν τὸν ἅγιον
ἄνδρα, τὸ μέγα χριστιανῶν ὄφελος, ἡ γείτων Σινώπη, πόλις ἀρχαία καὶ γνώριμος,
εὔπορος καρτερῶν καὶ φιλοσόφων ἀνδρῶν. Μὴ γάρ μοί τις λογιζέσθω νῦν τὸ τῆς
θρησκείας διάφορον, ἀλλ᾿ εἰ σπουδαίων ὅλως ἀνδρῶν τροφὸς καὶ μήτηρ ἐδείχθη.
Ἐπιτήδευμα δὲ αὐτῷ τοῦ βίου κήπου γεωργία καὶ ἐπιμέλεια, ὅνπερ αὐτοῦ που πρὸ
τῆς πύλης τοῦ ἄστεος ἐπὶ τοῦ στόματος τοῦ Ἰσθμοῦ κεκτημένος ἤσκει φιλοπόνως,
ἑαυτῷ καὶ τοῖς δεομένοις παραμυθίαν τοῦ βίου. 9.5.2 Ἤνοιγε δὲ καὶ τοῖς ξένοις
μάλα προθύμως τὴν μικρὰν καὶ πενομένην ἑστίαν. Ἐποικῶν δὲ τῇ λεωφόρῳ κοινὰ τοῖς
ἐπιδημοῦσι προετίθει τὰ ὄντα· καὶ νέος ἦν Λώτ, οὐ Σοδομιτῶν, ἀλλὰ Σινωπέων. Τοῦ
δὲ χρόνου προελθόντος τὴν ἐντολὴν εὗρεν οὐκ ἄμισθον· ἀπὸ γὰρ τῆς φιλοξενίας
ἐκέρδανε τοῦ ζωοποιοῦ θανάτου τὴν πρόφασιν· ὅθεν δὲ καὶ ὅπως μικρὸν ἀναλαβόντος
ἀκούσατε. 9.6.1 Τοῦ λόγου τῆς εὐσεβείας ἡμῶν καταγγελθέντος καὶ τοῦ θεσπεσίου
κηρύγματος πρὸς πᾶσαν ἀκοὴν ἐξελθόντος, γνωρίζοντος δὲ Χριστὸν καὶ τὰ ἐκείνου
μυστήρια, ἐφρύαξαν ἔθνη, κατὰ τὸν ψαλμόν, καὶ οἱ βασιλεῖς καὶ ἄρχοντες
συνήγοντο ἐπὶ τὸ αὐτό· καὶ οἱ τῆς πλάνης λαοὶ ὠργίζοντο τοῦ Ἰησοῦ
βασιλεύσαντος. Ἐζητεῖτο δὲ πᾶς χριστιανὸς ὡς κακοῦργος καὶ ὁ ἐγγὺς ἐκολάζετο
καὶ ὁ μακρὰν ἀνιχνεύετο. 9.6.2 Διὸ καὶ Φωκᾶν οὔτε ἡ εὐτέλεια τοῦ ἐπιτηδεύματος
καὶ ὁ κηπουρὸς ἔκρυψεν, ἀλλὰ καὶ οὗτος ὡς γνήσιος μάλιστα τοῦ Χριστοῦ μύστης
ἐμηνύθη. Καὶ δὴ καὶ ἦλθον ἐπ᾿ αὐτὸν οἱ τοῦ δυστήνου τοῦδε βίου καὶ ῥέοντος
κελευσθέντες ἀπαγαγεῖν ἄκριτον, ἀναπολόγητον. Καὶ γὰρ ἦν τὸ ἔγκλημα τοιοῦτον, ὃ
λαμπρᾷ τῇ φωνῇ ὁ γεννάδας καθωμολόγει· καὶ μηδενὸς ἐρωτῶντος ἔργοις ἐδείκνυε,
πυνθανομένου δὲ περιχαρῶς ἐξεβόα. 9.7.1 Ἐλθόντες γ᾿ οὖν οἱ τῆς ἐκείνου τιμωρίας
δήμιοι καὶ τῆς ἡμετέρας ἑορτῆς αἴτιοι παρ᾿ αὐτῷ τῷ ζητουμένῳ κατέλυσαν, οὔτε
γινώσκοντες οὔτε γινωσκόμενοι. Ἐν ἀποῤῥήτῳ δὲ τέως εἶχον τῆς ἐπιδημίας τὴν
πρόφασιν, ἵνα πρότερον ἐκδιδαχθέντες παρὰ τῶν ἔξω τῆς πόλεως τίς ὁ Φωκᾶς καὶ
ὅποι διάγων, ἀθρόον ἐπιστάντες συλλάβωσιν, ὡς οἱ Ἑβραῖοι ποτε ἐν τῷ κήπῳ μετὰ
Ἰούδα τὸν Κύριον. 9.7.2 Ἐλελήθεσαν δὲ εἴσω δικτύων τὴν θήραν ἔχοντες, οἱ κύνες
τὸν ἀρνειόν, οἱ λύκοι τὸν ἀμνόν, τὴν περιστερὰν οἱ ἁρπακτικοὶ καὶ γαμψώνυχες· καθὼς
δὲ ὁ προφήτης Ἡσαΐας φησί· συνανεπαύετο ταῖς παρδάλεσιν ὁ ἔριφος καὶ τοῖς
λύκοις ὁ ἀρνειὸς συνεβόσκετο καὶ οἱ λέοντες ἅμα τῷ μόσχῳ κοινὴν εἶχον τὴν
δίαιταν. Ἐπειδὴ δέ, οἷα φιλεῖ γίνεσθαι, τράπεζα καὶ συνήθεια τὸ θαῤῥεῖν
ἀλλήλοις παρέσχον, διεπυνθάνετο παρ᾿ αὐτῶν ὁ μάρτυς τίνες τε εἶεν καὶ τίνος
χάριν τὴν αὐτοῦ πόλιν κατέλαβον. 9.7.3 Οἱ δὲ τὴν πρόθυμον δεξίωσιν καὶ
φιλοξενίαν τοῦ ἀνδρὸς αἰδεσθέντες μηδενί τε τὸ λεχθησόμενον ἐξειπεῖν
παραγγείλαντες, ἐγνώρισαν αὐτῷ τὸ ἀπόῤῥητον καὶ τὸ τῆς ἐπιβουλῆς ἐξαγορεύουσι
δρᾶμα, ὅτι Φωκᾶν ἐπὶ τιμωρίαν ζητοῦσι· καὶ τῇ φιλοξενίᾳ ταύτην ἠξίουν τὴν
εὐεργεσίαν προσθεῖναι, συγκαμεῖν αὐτοῖς εἰς τὴν θήραν τοῦ ζητουμένου. 9.8.1
Ἤκουσεν ὁ τοῦ Κυρίου θεράπων καὶ ἀτρέπτῳ τῇ ψυχῇ τὸν λόγον δεξάμενος οὐ
ταπεινόν τι καὶ ἄνανδρον ἔπαθεν, οὐδὲ δειλιάσας τὸν κίνδυνον φυγεῖν
ἐβουλεύσατο, καὶ ταῦτα πολλὴν ἔχων καὶ ἄνετον ἀπο διδράσκειν τὴν ἐξουσίαν· ἀλλὰ
πᾶν τοὐναντίον, ἐπένευσε πρὸς τὴν ἀξίωσιν· Κἀγώ, φησίν, ὑμῖν εἰς τὸ προκείμενον
συλλήψομαι. Γινώσκω γὰρ τὸν ἄνδρα καὶ ῥᾳδίως ἀναζητήσας καταμηνύσω· οὐκ εἰς
μακρὰν δὲ τοῦτο, ἀλλὰ μετὰ μίαν ἡμέραν· μόνον ὑμεῖς ἐπὶ τῆς πενιχρᾶς ταύτης καταγωγῆς
ἀναπαύεσθε. 9.8.2 Βεβαίαν δὲ οὕτως αὐτοῖς ἐγγυησάμενος τὴν ὑπόσχεσιν δύο
πράγμασιν ἑαυτὸν κατεμέρισε, τῇ δεξιώσει τῶν ἑαυτοῦ φονέων καὶ τῇ ἑτοιμασίᾳ τοῦ
τάφου. Εὐτρεπίσας δὲ τό τε ὄρυγμα καὶ τὰ περὶ τὴν ταφὴν ἀναγκαῖα, προσελθὼν
αὐτοῖς τῇ ὑστεραίᾳ, Ἐπιμελῶς, φησί, τὸν Φωκᾶν ἀνεζήτησα καὶ ἕτοιμον τὸ θήραμα·
καί, εἰ δοκεῖ, συλληφθήτω. Τῶν δὲ εἰπόντων ἐκ περιχαρείας· Καὶ ποῦ ὁ ἀνήρ; Οὐ
πόῤῥω, φησίν, ἀλλὰ μεθ᾿ ὑμῶν· αὐτὸς δὲ ὑμῖν οὗτος ἐγώ· καὶ χρήσασθε τῷ
προστάγματι καὶ πληρώσατε τὸν τῆς ὁδοιπορίας καὶ τοῦ πόνου σκοπόν. 9.8.3
Ἐπλήγησαν τὰς ψυχὰς οἱ ἄνθρωποι καὶ πρὸς τὴν ἀκοὴν ἐπαχνώθησαν τοὺς ἅλας καὶ
τὴν τράπεζαν ἐννοήσαντες καὶ τὸν ἐν πενίᾳ φιλότιμον ἑστιάτορα. Ὁ δὲ παρεκάλει
πρὸς τὴν τόλμαν τῆς ἀναιρέσεως καὶ μηδὲ πρὸς ὀλίγον διστάζειν ἐπεκελεύετο λέγων
ὡς οὐ τῆς ἐκείνων χειρὸς ὁ φόνος, ἀλλὰ τῶν προσταξάντων τὸ ἔργον. Εἶπεν,
ἔπεισεν, ἔπαθε· καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς ἱερεῖον τῷ Θεῷ κεχαρισμένον
προσήχθη. 9.9.1 Στύλον καὶ ἔρεισμα τῶν τοῦ Θεοῦ ἐκκλησιῶν ἐξ ἐκείνου μέχρι νῦν
τοῦτον ἔχομεν, ἄνθρωποι· καὶ μαρτύρων ἐστὶν οὗτος ὁ περιφανέστατος ἐν τοῖς
ἀρίστοις καὶ μακαριστοῖς τὸ πρωτεῖον ἔχων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ,
κατά τε τὴν κοινὴν ὑπόληψιν καὶ κατὰ τὴν φωνὴν τοῦ σκεύους τῆς ἐκλογῆς· καὶ
μάλιστα δὴ πανταχοῦ τῆς οἰκουμένης καὶ ὀνομαστότατος ἐν τοῖς ἁγίοις ἐστί. 9.9.2
Καὶ πάντας ἕλκει καὶ συνελαύνει πρὸς τὸ ἑαυτοῦ καταγώγιον· καὶ γέμουσιν αἱ
λεωφόροι τῶν ἀφ᾿ ἑκάστης χώρας πρὸς τὸν τόπον ἐπειγομένων τῆς προσευχῆς. Ἔστι γ᾿
οὖν ὁ μεγαλοπρεπὴς ἐκεῖνος ναὸς θλιβομένων ἄνεσις, πενομένων πόρος, κακουμένων
ἰατρεῖον, λιμωττόντων Αἴγυπτος. 9.9.3 Καὶ δαψιλέστερον τρέφει Φωκᾶς τελευτήσας
ἤπερ ζῶν Ἰωσήφ· ἐκεῖνος μὲν γὰρ ἀργυρίου τὸν σῖτον διήμειβεν, οὗτος δὲ προῖκα
τοῖς δεομένοις χαρίζεται. Καὶ ὥσπερ αἱ περιστεραὶ κατὰ τὴν χειμέριον ὥραν
δυσπορίστου τῆς τροφῆς τυγχανούσης τὰς νεοσπόρους ἐφιπτάμεναι χώρας ταῖς
αὔλαξιν ἐκείνων ἐγκάθηνται, οὕτως πάντων τῶν πτωχῶν καὶ ἀλητευόντων τὰ φῦλα
προστρέχει τῷ τῆς Σινώπης ἰσθμῷ καθάπερ κοινῷ ταμιείῳ. 9.9.4 Εἰ δέ που καὶ
ἀλλαχοῦ διὰ μικρῶν λειψάνων οἷον ἀποικίαν τινὰ μητροπόλεως ὁ μάρτυς ἑαυτῷ
κατεστήσατο, θαυμαστὸς καὶ οὗτος ὁ τόπος καὶ πᾶσι χριστιανοῖς περισπούδαστος,
ὥσπερ δὴ καὶ οὗτος ὁ παρ᾿ ἡμῖν χῶρος ἱερὸς καταγώγιον ἑορταζόντων. Τίμιος γὰρ
ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· καὶ πολλαχοῦ μερισθέντα τὰ λείψανα
ὁλόκληρον πανταχοῦ τῷ τρισμακαρίῳ σῴζει τὴν εὐφημίαν. 9.10.1 Οὕτω γ᾿ οὖν καὶ κατὰ
τὴν βασιλεύουσαν πόλιν, τὴν κορυφὴν Ἰταλίας καὶ βασιλίδα τοῦ κόσμου, ἔστιν αὐτῷ
πολλὴ δορυφορία τε καὶ τιμὴ καὶ οἶκος περιφανής, ἠσκημένος εἰς κάλλος. Οὐχ
ἧττον δὲ Ῥωμαῖοι τὸν Φωκᾶν θεραπεύουσιν ἢ Πέτρον καὶ Παῦλον. Καί, ὡς ὁ λόγος δι
δάσκει, τὴν κεφαλὴν τοῦ μάρτυρος ἐσπουδασμένως ἐκτήσαντο ἀντίστροφον τῆς μιαρᾶς
Ἡρωδιάδος προελόμενοι γνώμην. Ἡ μὲν γὰρ αἵματος διψῶσα δικαίου κεφαλὴν εἰς
ὕβριν ἐζήτησεν· οἱ δὲ εἰς τιμὴν καὶ ὠφέλειαν ἑαυτῶν περιεποιήσαντο. Ναῦται δὲ
καὶ πλωτῆρες οἱ πανταχοῦ, οὐχ οἱ τὸν Εὔξεινον μόνον διαπλέοντες πόντον, ἀλλ᾿ οἱ
τὸν Ἀδρίαν τέμνοντες καὶ ὑπὲρ Αἰγαίου φερόμενοι καὶ ὅσοι τὸν ὠκεανὸν πλέουσι
τὸν ἑσπέριον καὶ τοῖς ἐῴοις κόλποις ἐνθαλαττεύουσι, τὰ συνήθη κελεύσματα οἷς
τὸν τοῦ πλοῦ πόνον προσαναπαύουσιν, εἰς καινὴν ὑπόθεσιν δι᾿ εὐφημίας τοῦ
γενναίου μετέβαλον· καὶ διὰ γλώττης ἐστὶν αὐτοῖς ὁ τρισμακάριος, ἐπειδὴ καὶ
ἐναργεῖς παρέχει τῆς βοηθείας τὰς πείρας. 9.11.2 Πολλάκις γ᾿ οὖν ὤφθη νύκτωρ
προσδοκωμένου χειμῶνος διεγείρων τὸν κυβερνήτην τῷ πηδαλίῳ ἐπινυστάξαντα· καὶ
ἄλλοτε πάλιν κάλω διατείνων καὶ τῆς ὀθόνης ἐπιμελόμενος καὶ ἀπὸ τῆς πρώρας
προοπτεύων τὰ βράχη. Νόμος γ᾿ οὖν ἐγένετο ναύταις Φωκᾶν ἔχειν συνεστιάτορα. Καὶ
ἐπειδὴ τὸν νῦν ἀσώματον τοῦ βίου κοινωνὸν ἔχειν ἀμήχανον, μάθετε ὅπως εὐσεβεῖ
λογισμῷ ἐσοφίσαντο τὸ ἀδύνατον. Καθ᾿ ἑκάστην ἡμέραν τῶν ὄψων τὴν μερίδα πρὸς
ἰσομοιρίαν τῶν ἐσθιόντων ἀποκληροῦσι τῷ μάρτυρι. 9.11.3 Ταύτην δὲ εἷς τῶν
δαιτυμόνων ἐξωνούμενος τὸ ἀργύριον κατατίθεται, καὶ τῇ ὑστεραίᾳ ἄλλος καὶ
ἄλλοτε ἕτερος· καὶ οὕτως ὁ κλῆρος τῆς ἀγορασίας πάντας ἐπινεμόμενος δίδωσι καθ᾿
ἡμέραν τῆς μερίδος τὸν ὠνητήν. Ἐπειδὰν δὲ ὅρμος αὐτοὺς ὑποδέξηται καὶ εἰς γῆν
ἀποβῶσι, μερίζεται τὸ ἀργύριον τοῖς πεινῶσι· καὶ τοῦτο ἡ μερὶς τῷ Φωκᾷ, πενήτων
εὐεργεσία. 9.12.1 Τεθήπασι τοῦτον καὶ βασιλεῖς τὸν καρτερικώτατον καὶ φιλόθεον
καὶ φιλοτίμοις κειμηλίοις κατακοσμοῦσι τοῦ Θεοῦ τὸ ἀνάκτορον. Φιλονεικοῦσι δὲ
οἱ ἐπιγινόμενοι τοὺς πρεσβυτέρους ὑπερβαλέσθαι. Καὶ οὔπω θαυμαστόν, εἰ οἱ τῆς
Ῥωμαίων κρατοῦντες ἡγεμονίας ἄνδρες εὐσεβεῖς, θεσμοῖς τε καὶ νόμοις σύντροφοι,
οὕτως εὐλαβῶς ἔχουσι περὶ τὸν θεράποντα τοῦ Χριστοῦ, ὁπότε καὶ εἰς βαρβάρους
ἔφθη τὸ θαῦμα· 9.12.2 καὶ πάντες οἱ ἀγριώτατοι Σκύθαι, ὅσοι δὴ τὴν ἀντιπέρας
τοῦ Εὐξείνου πόντου ἤπειρον νέμονται, Μαιώτιδος λίμνης καὶ ποταμοῦ Τανάϊδος
πρόσοικοι, ὅσοι τε Βόσπορον οἰκοῦσι καὶ ἄχρι Φάσιδος ποταμοῦ παρατείνονται,
πάντες οὗτοι δορυφοροῦσι τῷ κηπουρῷ· τοῖς δὲ πᾶσιν ἔθεσιν καὶ ἐπιτηδεύμασιν
διεστῶτες ἡμῶν εἰς τοῦτο μόνον ὁμογνώμονες γίνονται τὴν ἀγριότητα τῶν τρόπων
ὑπὸ τῆς ἀληθείας ἐξημερούμενοι. 9.12.3 Εἷς γ᾿ οὖν ἄρχων ἐκεῖθεν καὶ βασιλεὺς
τὸν στέφανον τῆς κεφαλῆς ἀποθέμενος, χρυσῷ καὶ ἄνθεσι λίθων περιλαμπόμενον, καὶ
τὸν θώρακα τὸν πολεμικὸν ἀποδύς, ὕλας ἔχοντα πλούτου -ἀλαζονικὴ γὰρ καὶ
θρυπτομένη τῶν βαρβάρων ἡ πανοπλία- ἔπεμψεν ἀμφότερα ἀναθήματα διὰ τοῦ μάρτυρος
τῷ Θεῷ καὶ δυνάμεως καὶ ἀξιώματος καθιερώσας τὰς ἀφορμάς. Πρόδηλον γάρ, ὡς ὁ
μὲν στέφανος τῆς βασιλείας ἦν χαριστήριον, ὁ δὲ θώραξ τῆς κατὰ πολέμους ἰσχύος.
9.13.1 Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας ἐνεργείας διὰ τῶν ἐν ὀνείρασιν
ὄψεων καὶ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο
ἀδυνάτου καθεστῶτος ταῖς καθ᾿ ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον; Πλὴν
τοσοῦτον ἔξεστιν εἰπεῖν πρὸς τοὺς τὴν πολύθεον πλάνην θρησκεύοντας, ὡς εἷς δοῦλος
Χριστοῦ καὶ ἡμέτερος ὁμόδουλος πολλῶν τῶν παρ᾿ ὑμῖν νομιζομένων θεῶν ἐνεργείας
πληροῖ. 9.13.2 Καὶ σιωπάτω τὰ μαντεῖα, ὥσπερ οὖν καὶ κατεσιγάσθη ταῖς παρ᾿ ἡμῖν
προῤῥήσεσι τοῦ δικαίου νικώμενα. Ἀργείτω δὲ ἰατρικῆς ἐργαστήρια καὶ Ἀσκληπιὸς
μὴ προσκυνείσθω· Διόσκουροι δὲ μὴ νομιζέσθωσαν ναύταις συναγωνίζεσθαι· ἴσασι
γὰρ οἱ πλέοντες τὸν τῶν κινδύνων ἐπίκουρον. Ποῦ ἡ Πυθία, γυνὴ ψευδόμαντις λοξὰς
καὶ ἀσαφεῖς τοῖς πυνθανομένοις τὰς ἀποκρίσεις παρέχουσα, ἵνα τῇ τῶν λογίων
ἀμφιβολίᾳ τῆς ἀποτυχίας καὶ τοῦ ψεύδους ἀπολογίαν προευτρεπίσηται; Ποῦ πηγὴ
μαντικὸν ὕδωρ νομιζομένη γεννᾶν; Οὐ πάντα λῆρος καὶ φλήναφος, ἃ πρὸς τὴν πλάνην
ἐδημαγώγει τοὺς ἀθλίους λαούς; 9.13.3 Προσκυνήσατε Θεόν, οὗ δοῦλοι πιστοὶ
τοσαύτης ἠξιώθησαν χάριτος, οὐκ αὐτεξουσίως ἐνεργοῦντες, ἀλλὰ κατὰ τὴν δοθεῖσαν
αὐτοῖς δωρεὰν εὐεργοῦντες τοὺς ὁμοδούλους. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν
καὶ τὸν τοῦ σώματος χωρισμόν. Γνωρίσατε ἐκ τῶν οἰκέτων τὴν τοῦ Κυρίου
μεγαλοπρέπειαν· δοξάσατε τὸν ἀληθῶς ἐπὶ πάντων Θεόν, ᾧ πρέπει ἡ προσκύνησις,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 4 Σεπτεμβρίου 2017
Τετάρτη 23 Αυγούστου 2017
Τρίτη 15 Αυγούστου 2017
Τρίτη 1 Αυγούστου 2017
Σάββατο 22 Ιουλίου 2017
Πέμπτη 1 Ιουνίου 2017
ο Καζαντζάκης στα Καρούλια
Νίκος Καζαντζάκης - Στὰ Καρούλια
Ἀπὸ
τὴν
«Ἀναφορὰ
στὸν
Γκρέκο»,
ἐκδ. Ἑλ. Καζαντζάκη, 1964.
Τελείωνε πιὰ τὸ προσκύνημά μας.
Τὶς παραμονὲς τοῦ μισεμοῦ πῆρα τὸν
ἀνήφορο
μοναχός, ν᾿ ἀνέβω στ᾿ ἄγρια ἡσυχαστήρια,
ἀνάμεσα στοὺς βράχους
ἀψηλὰ ἀπάνω ἀπὸ τὴ θάλασσα, στὰ Καρούλια.
Τρυπωμένοι μέσα σὲ σπηλιές, ζοῦν ἐκεῖ καὶ προσεύχουνται γιὰ τὶς ἁμαρτίες τοῦ κόσμου,
καθένας μακριὰ ἀπὸ τὸν ἄλλο, γιὰ νὰ μὴν ἔχουν καὶ τὴν παρηγοριὰ νὰ βλέπουν ἀνθρώπους, οἱ πιὸ ἄγριοι, οἱ πιὸ ἅγιοι ἀσκητὲς τοῦ Ἁγίου
Ὄρους.
Ἕνα
καλαθάκι ἔχουν κρεμασμένο στὴ θάλασσα,
κι οἱ βάρκες,
ποὺ τυχαίνει
κάποτε νὰ περνοῦν,
ζυγώνουν καὶ ρίχνουν μέσα λίγο ψωμί, ἐλιές, ὅ,τι ἔχουν, γιὰ νὰ μὴν ἀφήσουν τοὺς ἀσκητὲς νὰ πεθάνουν τῆς πείνας.
Πολλοὶ ἀπὸ τοὺς ἄγριους αὐτοὺς ἀσκητὲς τρελαίνουνται· θαρροῦν πὼς ἔκαμαν
φτερά, πετοῦν ἀπάνω ἀπὸ τὸν γκρεμὸ καὶ γκρεμίζουνται· κάτω ὁ γιαλὸς εἶναι γεμάτος κόκκαλα.
Ἀνάμεσα στοὺς ἐρημίτες τούτους ζοῦσε τὰ χρόνια ἐκεῖνα,
ξακουστὸς γιὰ τὴν ἁγιοσύνη
του, ὁ Μακάριος ὁ
Σπηλαιώτης. Αὐτὸν κίνησα νὰ δῶ· ἀπὸ τὴ στιγμὴ ποὺ πάτησα στὸ ἱερὸ βουνό, εἶχα πάρει τὴν ἀπόφαση νὰ πάω νὰ τὸν δῶ, νὰ σκύψω νὰ τοῦ φιλήσω τὸ χέρι καὶ νὰ τοῦ ξομολογηθῶ. Ὄχι τὰ κρίματά
μου, δὲν πίστευα νά ᾿χα κάμει ὡς τότε πολλά, ὄχι τὰ κρίματά
μου, παρὰ τὴν ἑωσφορικὴ ἀλαζονεία ποὺ συχνὰ μ᾿ ἔσπρωχνε νὰ μιλῶ μὲ ἀναίδεια γιὰ τὰ ἑφτὰ μυστήρια
καὶ τὶς δέκα ἐντολὲς καὶ νὰ θέλω νὰ χαράξω δικό μου δεκάλογο.
Ἔφτασα κατὰ τὸ μεσημέρι
στ᾿ ἀσκηταριά· τρῦπες μαῦρες στὸν γκρεμό, σιδερένιοι σταυροὶ
καρφωμένοι στοὺς βράχους,
ἕνας σκελετὸς πρόβαλε ἀπὸ μιὰ σπηλιά, τρόμαξα· σὰ νὰ ᾿χε φτάσει
κιόλας ἡ Δευτέρα
Παρουσία καὶ ξεπρόβαλε ὁ σκελετὸς αὐτὸς ἀπὸ τὴ γῆς καὶ δὲν εἶχε ἀκόμα προφτάσει νὰ ντυθεῖ ὅλες τὶς σάρκες του. Φόβος κι ἀηδία μὲ κυρίεψε,
καὶ συνάμα
κρυφὸς ἀνομολόγητος θαμασμός· δὲν τόλμησα νὰ τὸν ζυγώσω, τὸν ρώτησα ἀπὸ μακριά·
ἅπλωσε
τὸ ξεραμένο
μπράτσο, ἀμίλητος,
καὶ μοῦ ᾿δειξε μιὰ μαύρη σπηλιὰ
ἀψηλὰ στὰ χείλια τοῦ γκρεμοῦ.
Πῆρα ν᾿ ἀνεβαίνω
πάλι τοὺς βράχους,
μὲ
καταξέσκισαν τ᾿ ἀγκρίφια τους, ἔφτασα στὴ σπηλιά. Ἔσκυψα νὰ δῶ μέσα· μυρωδιὰ χωματίλα καὶ λιβάνι,
σκοτάδι βαθύ· σιγὰ-σιγὰ διέκρινα ἕνα
σταμνάκι δεξά, σὲ μιὰ σκισμάδα τοῦ βράχου, τίποτα ἄλλο· ἔκαμα νὰ φωνάξω, μὰ ἡ σιωπὴ μέσα στὸ σκοτάδι ἐτοῦτο μοῦ φάνηκε τόσο ἱερή, τόσο ἀνησυχαστική, ποὺ δὲν τόλμησα·
σὰν ἁμαρτία, σὰν ἱεροσυλία μοῦ φάνηκε ἐδῶ ἡ φωνὴ τοῦ ἀνθρώπου.
Εἶχαν πιὰ συνηθίσει τὰ μάτια μου
στὸ σκοτάδι,
κι ὡς τὰ γούρλωνα καὶ
κοίταζα, ἕνας φωσφορισμὸς ἁπαλός, ἕνα πρόσωπο
χλωμό, δυὸ χέρια
σκελεθρωμένα κουνήθηκαν
στὸ βάθος τῆς σπηλιᾶς κι ἀκούστηκε
γλυκιὰ ξεπνεμένη
φωνή:
—
Καλῶς τον!
Ἔκαμα
κουράγιο, μπῆκα στὴ σπηλιά, προχώρησα κατὰ τὴ φωνή.
Κουλουριασμένος χάμω, εἶχε σηκώσει
τὸ κεφάλι ὁ ἀσκητής, καὶ διέκρινα στὸ μεσόφωτο
τὸ πρόσωπό του ἄτριχο,
φαγωμένο ἀπὸ τὶς ἀγρύπνιες καὶ τὴν πείνα, μὲ ἀδειανοὺς βολβούς, νὰ γυαλίζει
βυθισμένο σὲ ἀνείπωτη μακαριότητα· τὰ μαλλιά
του εἶχαν πέσει, ἔλαμπε τὸ κεφάλι του σὰν κρανίο.
—
Εὐλόγησον, πάτερ, εἶπα κι ἔσκυψα νὰ τοῦ φιλήσω τὸ
κοκαλιασμένο χέρι.
Κάμποση
ὥρα
σωπαίναμε· κοίταζα μὲ ἀπληστία τὴν ψυχὴ τούτη, ποὺ εἶχε
ἐξαφανίσει
τὸ κορμί της
-αὐτὸ βάραινε τὶς φτεροῦγες της καὶ δὲν τὴν ἄφηνε ν᾿ ἀνέβει στὸν οὐρανό. Ἀνήλεο, ἀνθρωποφάγο θεριὸ ἡ ψυχὴ ποὺ πιστεύει· κρέατα, μάτια, μαλλιά, ὅλα τοῦ τά ᾿χε φάει.
Δὲν ἤξερα τί νὰ πῶ, ἀπὸ ποῦ ν᾿ ἀρχίσω. Σὰν ἕνα
στρατόπεδο ὕστερα ἀπὸ φοβερὴ σφαγή μοῦ φάνταζε τὸ σαράβαλο κορμὶ μπροστά μου· ξέκρινα ἀπάνω του τὶς νυχιὲς καὶ τὶς δαγκωματιὲς τοῦ Πειρασμοῦ.
Ἀποκότησα
τέλος:
— Παλεύεις ἀκόμα μὲ τὸ Διάβολο, πάτερ Μακάριε; τὸν ρώτησα.
— Ὄχι πιά, παιδί μου· τώρα γέρασα, γέρασε κι αὐτὸς μαζί μου· δὲν ἔχει δύναμη· παλεύω μὲ τὸ Θεό.
— Μὲ τὸ Θεό! ἔκαμα ξαφνιασμένος· κι ἐλπίζεις νὰ νικήσεις;
— Ἐλπίζω νὰ νικηθῶ, παιδί μου· μοῦ ἀπόμειναν ἀκόμα τὰ κόκαλα· αὐτὰ ἀντιστέκουνται.
— Βαριὰ ἡ ζωή σου, γέροντά μου· θέλω κι ἐγὼ νὰ σωθῶ, δὲν ὑπάρχει ἄλλος δρόμος;
— Πιὸ βολικός; ἔκαμε ὁ ἀσκητὴς καὶ χαμογέλασε μὲ συμπόνια.
— Πιὸ ἀνθρώπινος, γέροντά μου.
— Ἕνας μονάχα δρόμος.
— Πῶς τὸν λέν;
— Ἀνήφορο· ν᾿ ἀνεβαίνεις ἕνα σκαλί· ἀπὸ τὸ χορτασμὸ στὴν πείνα, ἀπὸ τὸν ξεδιψασμὸ στὴ δίψα, ἀπὸ τὴ χαρὰ στὸν πόνο· στὴν κορφὴ τῆς πείνας, τῆς δίψας, τοῦ πόνου κάθεται ὁ Θεός. Στὴν κορφὴ τῆς καλοπέρασης κάθεται ὁ Διάβολος· διάλεξε.
— Εἶμαι ἀκόμα νέος· καλή ᾿ναι ἡ γῆς, ἔχω καιρὸ νὰ διαλέξω.
Ἅπλωσε ὁ ἀσκητὴς τὰ πέντε, κόκαλα τοῦ χεριοῦ του, ἄγγιξε τὸ γόνατό μου, μὲ σκούντηξε:
— Ξύπνα, παιδί μου, ξύπνα, πρὶν σὲ ξυπνήσει ὁ Χάρος.
Ἀνατρίχιασα.
— Εἶμαι νέος, ξανάπα, γιὰ νὰ κάμω κουράγιο.
— Ὁ Χάρος ἀγαπάει τοὺς νέους· ἡ Κόλαση ἀγαπάει τοὺς νέους· ἡ ζωή ᾿ναι ἕνα μικρὸ κεράκι ἀναμμένο, εὔκολα σβήνει, ἔχε τὸ νοῦ σου, ξύπνα!
— Παλεύεις ἀκόμα μὲ τὸ Διάβολο, πάτερ Μακάριε; τὸν ρώτησα.
— Ὄχι πιά, παιδί μου· τώρα γέρασα, γέρασε κι αὐτὸς μαζί μου· δὲν ἔχει δύναμη· παλεύω μὲ τὸ Θεό.
— Μὲ τὸ Θεό! ἔκαμα ξαφνιασμένος· κι ἐλπίζεις νὰ νικήσεις;
— Ἐλπίζω νὰ νικηθῶ, παιδί μου· μοῦ ἀπόμειναν ἀκόμα τὰ κόκαλα· αὐτὰ ἀντιστέκουνται.
— Βαριὰ ἡ ζωή σου, γέροντά μου· θέλω κι ἐγὼ νὰ σωθῶ, δὲν ὑπάρχει ἄλλος δρόμος;
— Πιὸ βολικός; ἔκαμε ὁ ἀσκητὴς καὶ χαμογέλασε μὲ συμπόνια.
— Πιὸ ἀνθρώπινος, γέροντά μου.
— Ἕνας μονάχα δρόμος.
— Πῶς τὸν λέν;
— Ἀνήφορο· ν᾿ ἀνεβαίνεις ἕνα σκαλί· ἀπὸ τὸ χορτασμὸ στὴν πείνα, ἀπὸ τὸν ξεδιψασμὸ στὴ δίψα, ἀπὸ τὴ χαρὰ στὸν πόνο· στὴν κορφὴ τῆς πείνας, τῆς δίψας, τοῦ πόνου κάθεται ὁ Θεός. Στὴν κορφὴ τῆς καλοπέρασης κάθεται ὁ Διάβολος· διάλεξε.
— Εἶμαι ἀκόμα νέος· καλή ᾿ναι ἡ γῆς, ἔχω καιρὸ νὰ διαλέξω.
Ἅπλωσε ὁ ἀσκητὴς τὰ πέντε, κόκαλα τοῦ χεριοῦ του, ἄγγιξε τὸ γόνατό μου, μὲ σκούντηξε:
— Ξύπνα, παιδί μου, ξύπνα, πρὶν σὲ ξυπνήσει ὁ Χάρος.
Ἀνατρίχιασα.
— Εἶμαι νέος, ξανάπα, γιὰ νὰ κάμω κουράγιο.
— Ὁ Χάρος ἀγαπάει τοὺς νέους· ἡ Κόλαση ἀγαπάει τοὺς νέους· ἡ ζωή ᾿ναι ἕνα μικρὸ κεράκι ἀναμμένο, εὔκολα σβήνει, ἔχε τὸ νοῦ σου, ξύπνα!
Σώπασε
μιὰ στιγμή, καὶ σὲ λίγο:
— Εἶσαι ἕτοιμος; μοῦ κάνει.
Ἀγανάχτηση μὲ κυρίεψε καὶ πεῖσμα.
— Ὄχι! φώναξα.
— Αὐθάδεια τῆς νιότης! Τὸ λὲς καὶ καυχιέσαι, μὴ φωνάζεις· δὲ φοβᾶσαι;
— Ποιὸς δὲ φοβᾶται; Φοβοῦμαι. Κι ἐλόγου σου, πάτερ ἅγιε, δὲ φοβᾶσαι; Πείνασες, δίψασες, πόνεσες, κοντεύει νὰ φτάσεις στὴν κορφὴ τῆς σκάλας, φάνηκε ἡ πόρτα τῆς Παράδεισος· μὰ θ᾿ ἀνοίξει ἡ πόρτα αὐτὴ νὰ μπεῖς; θ᾿ ἀνοίξει; εἶσαι σίγουρος;
— Εἶσαι ἕτοιμος; μοῦ κάνει.
Ἀγανάχτηση μὲ κυρίεψε καὶ πεῖσμα.
— Ὄχι! φώναξα.
— Αὐθάδεια τῆς νιότης! Τὸ λὲς καὶ καυχιέσαι, μὴ φωνάζεις· δὲ φοβᾶσαι;
— Ποιὸς δὲ φοβᾶται; Φοβοῦμαι. Κι ἐλόγου σου, πάτερ ἅγιε, δὲ φοβᾶσαι; Πείνασες, δίψασες, πόνεσες, κοντεύει νὰ φτάσεις στὴν κορφὴ τῆς σκάλας, φάνηκε ἡ πόρτα τῆς Παράδεισος· μὰ θ᾿ ἀνοίξει ἡ πόρτα αὐτὴ νὰ μπεῖς; θ᾿ ἀνοίξει; εἶσαι σίγουρος;
Δυὸ δάκρυα
κύλησαν ἀπὸ τὶς κόχες τῶν ματιῶν του· ἀναστέναξε· καὶ σὲ λίγο:
— Εἶμαι σίγουρος γιὰ τὴν καλοσύνη τοῦ Θεοῦ· αὐτὴ νικάει καὶ συχωρνάει τὶς ἁμαρτίες τοῦ ἀνθρώπου.
— Κι ἐγὼ εἶμαι σίγουρος γιὰ τὴν καλοσύνη τοῦ Θεοῦ· αὐτὴ λοιπὸν μπορεῖ νὰ συχωρέσει καὶ τὴν αὐθάδεια της νιότης.
— Ἀλίμονο νὰ κρεμόμαστε μονάχα ἀπὸ τὴν καλοσύνη τοῦ Θεοῦ· ἡ κακία τότε κι ἡ ἀρετὴ θὰ μπαῖναν ἀγκαλιασμένες στὴν Παράδεισο.
— Δὲν εἶναι, θαρρεῖς, γέροντά μου, ἡ καλοσύνη τοῦ Θεοῦ τόσο μεγάλη;
Κι ὡς τό ᾿πα, ἄστραψε στὸ νοῦ μου ὁ ἀνόσιος, μπορεῖ, μά, ποιὸς ξέρει, μπορεῖ ὁ τρισάγιος στοχασμός, πὼς θά ᾿ρθει καιρὸς τῆς τέλειας λύτρωσης, τῆς τέλειας φίλιωσης, θὰ σβήσουν οἱ φωτιὲς τῆς Κόλασης, κι ὁ Ἄσωτος Υἱός, ὁ Σατανᾶς, θ᾿ ἀνέβει στὸν οὐρανό, θὰ φιλήσει τὸ χέρι τοῦ Πατέρα καὶ δάκρυα θὰ κυλήσουν ἀπὸ τὰ μάτια του: «Ἥμαρτον!» θὰ φωνάξει, κι ὁ Πατέρας θ᾿ ἀνοίξει τὴν ἀγκάλη του: «Καλῶς ἦρθες» θὰ τοῦ πεῖ «καλῶς ἦρθες, γιὲ μου· συχώρεσέ με ποὺ σὲ τυράννησα τόσο πολύ!».
— Εἶμαι σίγουρος γιὰ τὴν καλοσύνη τοῦ Θεοῦ· αὐτὴ νικάει καὶ συχωρνάει τὶς ἁμαρτίες τοῦ ἀνθρώπου.
— Κι ἐγὼ εἶμαι σίγουρος γιὰ τὴν καλοσύνη τοῦ Θεοῦ· αὐτὴ λοιπὸν μπορεῖ νὰ συχωρέσει καὶ τὴν αὐθάδεια της νιότης.
— Ἀλίμονο νὰ κρεμόμαστε μονάχα ἀπὸ τὴν καλοσύνη τοῦ Θεοῦ· ἡ κακία τότε κι ἡ ἀρετὴ θὰ μπαῖναν ἀγκαλιασμένες στὴν Παράδεισο.
— Δὲν εἶναι, θαρρεῖς, γέροντά μου, ἡ καλοσύνη τοῦ Θεοῦ τόσο μεγάλη;
Κι ὡς τό ᾿πα, ἄστραψε στὸ νοῦ μου ὁ ἀνόσιος, μπορεῖ, μά, ποιὸς ξέρει, μπορεῖ ὁ τρισάγιος στοχασμός, πὼς θά ᾿ρθει καιρὸς τῆς τέλειας λύτρωσης, τῆς τέλειας φίλιωσης, θὰ σβήσουν οἱ φωτιὲς τῆς Κόλασης, κι ὁ Ἄσωτος Υἱός, ὁ Σατανᾶς, θ᾿ ἀνέβει στὸν οὐρανό, θὰ φιλήσει τὸ χέρι τοῦ Πατέρα καὶ δάκρυα θὰ κυλήσουν ἀπὸ τὰ μάτια του: «Ἥμαρτον!» θὰ φωνάξει, κι ὁ Πατέρας θ᾿ ἀνοίξει τὴν ἀγκάλη του: «Καλῶς ἦρθες» θὰ τοῦ πεῖ «καλῶς ἦρθες, γιὲ μου· συχώρεσέ με ποὺ σὲ τυράννησα τόσο πολύ!».
Μὰ δὲν τόλμησα νὰ ξεστομίσω
τὸ στοχασμό
μου· πῆρα ἕνα πλάγιο μονοπάτι νὰ τοῦ τὸ πῶ.
— Ἔχω ἀκουστά, γέροντά μου, πὼς ἕνας ἅγιος, δὲ θυμᾶμαι τώρα ποιός, δὲν μποροῦσε νὰ βρεῖ ἀνάπαψη στὴν Παράδεισο. Ἄκουσε ὁ Θεὸς τοὺς στεναγμούς του, τὸν κάλεσε: «Τί ἔχεις κι ἀναστενάζεις;» τὸν ρώτησε· «δὲν εἶσαι εὐτυχής;—Πῶς νά ᾿μαι εὐτυχής, Κύριε;» τοῦ ἀποκρίθηκε ὁ ἅγιος. Στὴ μέση μέση τῆς Παράδεισος εἶν᾿ ἕνα συντριβάνι καὶ κλαίει. —Τί συντριβάνι;—Τὰ δάκρυα τῶν κολασμένων».
— Ἔχω ἀκουστά, γέροντά μου, πὼς ἕνας ἅγιος, δὲ θυμᾶμαι τώρα ποιός, δὲν μποροῦσε νὰ βρεῖ ἀνάπαψη στὴν Παράδεισο. Ἄκουσε ὁ Θεὸς τοὺς στεναγμούς του, τὸν κάλεσε: «Τί ἔχεις κι ἀναστενάζεις;» τὸν ρώτησε· «δὲν εἶσαι εὐτυχής;—Πῶς νά ᾿μαι εὐτυχής, Κύριε;» τοῦ ἀποκρίθηκε ὁ ἅγιος. Στὴ μέση μέση τῆς Παράδεισος εἶν᾿ ἕνα συντριβάνι καὶ κλαίει. —Τί συντριβάνι;—Τὰ δάκρυα τῶν κολασμένων».
Ὁ ἀσκητὴς ἔκαμε τὸ σημάδι τοῦ σταυροῦ, τὰ χέρια του ἔτρεμαν.
— Ποιὸς εἶσαι; ἔκαμε μὲ φωνὴ ξεψυχισμένη· ὕπαγε ὀπίσω μου, Σατανᾶ!
Ἔκαμε πάλι τὸ σταυρὸ του τρεῖς φορές, ἔφτυσε στὸν ἀέρα:
— Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ξανάπε, κι ἡ φωνή του τώρα εἶχε στερεώσει.
— Ποιὸς εἶσαι; ἔκαμε μὲ φωνὴ ξεψυχισμένη· ὕπαγε ὀπίσω μου, Σατανᾶ!
Ἔκαμε πάλι τὸ σταυρὸ του τρεῖς φορές, ἔφτυσε στὸν ἀέρα:
— Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ξανάπε, κι ἡ φωνή του τώρα εἶχε στερεώσει.
Ἄγγιξα τὸ γόνατό του ποὺ γυάλιζε γυμνὸ στὸ μεσόφωτο·
τὸ χέρι μου πάγωσε.
— Γέροντά μου, τοῦ κάνω, δὲν ἦρθα ἐδῶ νὰ σὲ πειράξω, δὲν εἶμαι ὁ Πειρασμός· εἶμαι ἕνας νέος ποὺ θέλει νὰ πιστέψει ἁπλοϊκά, χωρὶς νὰ ρωτάει, ὅπως πίστευε ὁ παππούς μου ὁ χωριάτης· θέλω, μὰ δὲν μπορῶ.
—Ἀλίμονό σου, ἀλίμονό σου, δυστυχισμένε· τὸ μυαλὸ θὰ σὲ φάει, τὸ ἐγὼ θὰ σὲ φάει. Ὁ ἀρχάγγελος Ἑωσφόρος, ποὺ ἐσὺ ὑπερασπίζεσαι καὶ θὲς νὰ τὸν σώσεις, ξέρεις πότε γκρεμίστηκε στὴν Κόλαση; Ὅταν στράφηκε στὸ Θεὸ κι εἶπε: Ἐγώ. Ναὶ ναί, ἄκου, νεαρέ, καὶ βάλ᾿ το καλὰ στὸ νοῦ σου:
Ἕνα μονάχα πράμα κολάζεται στὴν Κόλαση, τὸ ἐγώ. Τὸ ἐγώ, ἀνάθεμά το!
Τίναξα τὸ κεφάλι πεισματωμένος:
— Μὲ τὸ ἐγὼ αὐτὸ ξεχώρισε ὁ ἄνθρωπος ἀπὸ τὸ ζῷο, μὴν τὸ κακολογᾶς, πάτερ Μακάριε.
— Μὲ τὸ ἐγὼ αὐτὸ ξεχώρισε ἀπὸ τὸ Θεό. Πρῶτα ὅλα ἦταν ἕνα μὲ τὸ Θεό, εὐτυχισμένα στὸν κόρφο του. Δὲν ὑπῆρχε ἐγὼ καὶ σὺ κι ἐκεῖνος· δὲν ὑπῆρχε δικό σου καὶ δικὸ μου, δὲν ὑπῆρχαν δυό, ὑπῆρχε ἕνα· τὸ Ἕνα, ὁ Ἕνας. Αὐτὸς εἶναι ὁ Παράδεισος ποὺ ἀκοῦς, κανένας ἄλλος· ἀπὸ κεῖ ξεκινήσαμε, αὐτὸν θυμᾶται καὶ λαχταρίζει ἡ ψυχὴ νὰ γυρίσει· βλογημένος ὁ θάνατος! τί ᾿ναι ὁ θάνατος, θαρρεῖς; Ἕνα μουλάρι, τὸ καβαλικεύουμε καὶ πᾶμε.
— Γέροντά μου, τοῦ κάνω, δὲν ἦρθα ἐδῶ νὰ σὲ πειράξω, δὲν εἶμαι ὁ Πειρασμός· εἶμαι ἕνας νέος ποὺ θέλει νὰ πιστέψει ἁπλοϊκά, χωρὶς νὰ ρωτάει, ὅπως πίστευε ὁ παππούς μου ὁ χωριάτης· θέλω, μὰ δὲν μπορῶ.
—Ἀλίμονό σου, ἀλίμονό σου, δυστυχισμένε· τὸ μυαλὸ θὰ σὲ φάει, τὸ ἐγὼ θὰ σὲ φάει. Ὁ ἀρχάγγελος Ἑωσφόρος, ποὺ ἐσὺ ὑπερασπίζεσαι καὶ θὲς νὰ τὸν σώσεις, ξέρεις πότε γκρεμίστηκε στὴν Κόλαση; Ὅταν στράφηκε στὸ Θεὸ κι εἶπε: Ἐγώ. Ναὶ ναί, ἄκου, νεαρέ, καὶ βάλ᾿ το καλὰ στὸ νοῦ σου:
Ἕνα μονάχα πράμα κολάζεται στὴν Κόλαση, τὸ ἐγώ. Τὸ ἐγώ, ἀνάθεμά το!
Τίναξα τὸ κεφάλι πεισματωμένος:
— Μὲ τὸ ἐγὼ αὐτὸ ξεχώρισε ὁ ἄνθρωπος ἀπὸ τὸ ζῷο, μὴν τὸ κακολογᾶς, πάτερ Μακάριε.
— Μὲ τὸ ἐγὼ αὐτὸ ξεχώρισε ἀπὸ τὸ Θεό. Πρῶτα ὅλα ἦταν ἕνα μὲ τὸ Θεό, εὐτυχισμένα στὸν κόρφο του. Δὲν ὑπῆρχε ἐγὼ καὶ σὺ κι ἐκεῖνος· δὲν ὑπῆρχε δικό σου καὶ δικὸ μου, δὲν ὑπῆρχαν δυό, ὑπῆρχε ἕνα· τὸ Ἕνα, ὁ Ἕνας. Αὐτὸς εἶναι ὁ Παράδεισος ποὺ ἀκοῦς, κανένας ἄλλος· ἀπὸ κεῖ ξεκινήσαμε, αὐτὸν θυμᾶται καὶ λαχταρίζει ἡ ψυχὴ νὰ γυρίσει· βλογημένος ὁ θάνατος! τί ᾿ναι ὁ θάνατος, θαρρεῖς; Ἕνα μουλάρι, τὸ καβαλικεύουμε καὶ πᾶμε.
Μιλοῦσε, κι ὅσο μιλοῦσε τὸ πρόσωπό του φωτίζουνταν· γλυκό, εὐτυχισμένο
χαμόγελο ζεχύνουνταν ἀπὸ τὰ χείλια
του κι ἔπιανε ὅλο του τὸ πρόσωπο. Ἔνιωθες βυθίζουνταν στὴν Παράδεισο.
— Γιατί χαμογελᾶς, γέροντά μου;
— Εἶναι νὰ μὴ χαμογελῶ; μοῦ ἀποκρίθηκε· εἶμαι εὐτυχής, παιδί μου· κάθε μέρα, κάθε ὥρα, γρικῶ τὰ πέταλα τοῦ μουλαριοῦ, γρικῶ τὸ Χάρο νὰ ζυγώνει.
— Γιατί χαμογελᾶς, γέροντά μου;
— Εἶναι νὰ μὴ χαμογελῶ; μοῦ ἀποκρίθηκε· εἶμαι εὐτυχής, παιδί μου· κάθε μέρα, κάθε ὥρα, γρικῶ τὰ πέταλα τοῦ μουλαριοῦ, γρικῶ τὸ Χάρο νὰ ζυγώνει.
Εἶχα
σκαρφαλώσει τὰ βράχια γιὰ νὰ ξομολογηθῶ στὸν ἄγριο τοῦτον ἀπαρνητὴ
τῆς ζωῆς· μὰ εἶδα ἦταν ἀκόμα πολὺ ἐνωρίς· ἡ ζωὴ μέσα μου δὲν εἶχε ξεθυμάνει, ἀγαποῦσα πολὺ τὸν ὁρατὸ κόσμο, ἔλαμπε ὁ Ἑωσφόρος στὸ μυαλό
μου, δὲν εἶχε ἀφανιστεῖ μέσα στὴν τυφλωτικὴ λάμψη τοῦ Θεοῦ. Ἀργότερα, συλλογίστηκα, σὰ γεράσω, σὰν ξεθυμάνω, σὰν ξεθυμάνει μέσα μου κι ὁ Ἑωσφόρος.
Σηκώθηκα.
Ἄσκωσε
ὁ γέροντας
τὸ κεφάλι.
— Φεύγεις; ἔκαμε· ἄε στὸ καλό· ὁ Θεὸς μαζί σου.
Καὶ σὲ λίγο, περιπαιχτικά:
— Χαιρετίσματα στὸν κόσμο.
— Χαιρετίσματα στὸν οὐρανό, ἀντιμίλησα· καὶ πὲς στὸ Θεὸ, δὲ φταῖμε ἐμεῖς, φταίει αὐτὸς ποὺ ἔκαμε τὸν κόσμο τόσο ὡραῖο.
— Φεύγεις; ἔκαμε· ἄε στὸ καλό· ὁ Θεὸς μαζί σου.
Καὶ σὲ λίγο, περιπαιχτικά:
— Χαιρετίσματα στὸν κόσμο.
— Χαιρετίσματα στὸν οὐρανό, ἀντιμίλησα· καὶ πὲς στὸ Θεὸ, δὲ φταῖμε ἐμεῖς, φταίει αὐτὸς ποὺ ἔκαμε τὸν κόσμο τόσο ὡραῖο.
Εγγραφή σε:
Αναρτήσεις (Atom)